Ὃς μάρτυς πιστός ἐστιν. Οὗτος ἐστι, φησιν, ὁ μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου, ὁ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, ὁ ἐκ νεκρῶν πρωτότοκος. ὧν γὰρ αὐτὸς κατάρχει, οὐκέτι, καθὼς οἱ πρότερον θανόντες καὶ ἀναστάντες, ὄψονται θάνατον, ἀλλ’ αἰωνίως ζήσονται. Καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Ἄρχων δὲ τῶν βασιλέων, ὡς βασιλεὺς τῶν βασιλευόντων. “ ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς καὶ ἑτέρως τῶν γηΐνων λέγεται. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ. Τούτῳ, φησὶν, ἡ δόξα πρέπει, τῷ δι’ ἀγάπην τῶν δεσμῶν τοῦ θανάτου λύσαντι ἡμᾶς, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων λούσαντι, τῇ ἐκχύσει τοῦ ζωοποιοῦ αὐτοῦ αἵματος καὶ ὕδατος, καὶ ποιήσαντι ἡμᾶς “ βασίλειον ἱεράτευμα,’’ ἀντὶ ἀλόγων θυσιῶν, “ “ ’σαν, τὴν λογικὴν θυσίαν τῷ Πατρὶ