Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ. Πολλῶν οὐσῶν κατὰ τόπον ἐκκλησιῶν, ἑπτὰ μόνους ἀπέστειλε, διὰ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ τὸ μυστικὸν τῶν ἁπανταχοῦ ἐκκλησιῶν σημαίνων, καὶ τῷ παρόντι βίῳ σύστοιχον, ἐν ᾗ ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος γίνεται, διὸ καὶ ἑπτὰ Ἀγγέλων καὶ ἑπτὰ ἐκκλησιῶν μέμνηται, αἷς φησι, “ χάρις ὑμῖν καὶ εἰρήνη’’ τῆς τρισυποστάτου θεότητος. διὰ μὲν γὰρ τοῦ ὁ ὣν, ὁ Πατὴρ δηλονότι, ὁ χρηματίσας τῷ Μωυσῆ, “ ἐγώ εἰμι ὁ ὤν· διὰ δὲ ὁ ἦν, ὁ Χριστὸς, ὃς ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· διὰ δὲ τοῦ ὁ ἐρχόμενος, ὁ Παράκλητος, ὁ ἀεὶ ἐπιφοιτῶν τοῖς τῆς Ἐκκλησίας τέκνοις διὰ τοῦ ἁγίου βάπτ’ βαπτίσματος, τελεωτέρως δὲ καὶ τρανωτέρως ἐν τῷ μέλλοντι. Καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων. Ἑπτὰ πνεύματα τοὺς ἑπτὰ Ἀγγέλους νοεῖν δυνατὸν, τοὺς τῆς Εκκλησίας λαχόντας τὴν κυβέρνησιν· οὐ συναριθμουμένους τῇ θεαρχικωτάτῃ καὶ βασιλίδι τριάδι, ἀλλ’ ὡς δούλους σὺν αὐτῇ μνημονευομένους. ἴσως δὲ ἑτέρως τοῦτο νοηθήσεται, διὰ μὲν τοῦ ὁ ὣν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος τοῦ Πατρὸς σημαινομένου, τοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τήν τε ἀρχὴν καὶ τὰ μέσα καὶ τὰ τελευταῖα. διὰ δὲ τῶν ἑπτὰ πνευμάτων, τῶν ἐνεργειῶν τοῦ ζωοποιοῦ Πνεύματος· διὰ δὲ τοῦ ἑπομένου Χριστοῦ τοῦ Θεοῦ, τοῦ δι’ ἡμᾶς ἀνθρώπου γενομένου. πολλαχοῦ γὰρ ἀδιαφόρως ἑκάστη θεικὴ ὑπόστασις τῷ Ἀποστόλῳ προτάττεται καὶ ὑποτάττεται. ὡς δὲ τῷ θεολόγῳ Γρηγορίῳ δοκεῖ, εἰς τὸν Χριστὸν ἐξείληπται τὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.