Μακάριος ὁ ἀναγινώσκων. Μακαρίζει τοὺς διὰ τῶν πράξεων ἀναγινώσκοντας καὶ ἀκούοντας· ἐγγὺς γὰρ ὁ παρὼν καιρὸς, δι’ οὗ τοῦ μακαρισμοῦ τυχεῖν ἔξεστιν, καὶ πᾶσιν εἰς ἐργασίαν προκείμενος, ὥς φησιν ὁ Κύριος· ἐργάζεσθε ἕως ἡμέρα ἐστι. καὶ ἕτερος, ἐγγὺς ὁ καιρὸς ὁ τῆς τῶν ἐπάθλων διανομῆς, διὰ τὴν τοῦ παρόντος βίου σμικρότητα, συγκρίσει τοῦ μέλλοντος.