Γράψον οὖν ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα. Ἐπειδήπερ φῶς ἀληθινὸν ὁ Χριστὸς, τούτου χάριν λύχνοι οἱ τὸν αὐτοῦ πλουτοῦντες φωτισμὸν, ὡς τὴν νύκτα τοῦ παρόντος βίου καταλάμποντες· λυχνίαι δὲ αἱ ἐκκλησίαι ὀνομάζονται· εἰκότως, ὡς τοὺς φωστῆρας ἔχουσαι, τοὺς λόγον ζωῆς ἐπέχοντας. χρυσοῖ δὲ οἵτε λύχνοι καὶ αἱ λυχνίαι, διὰ τὸ τίμιον καὶ ἀκίβδηλον τῆς ἐν αὐτοῖς πίστεως. τούτων δὲ ἑκάστῃ, Ἄγγελος φύλαξ ἐφέστηκεν, καθώς φησιν ὁ Κύριος. οὓς τροπικῶς ἀστέρας διὰ τὸ φωτεινὸν καὶ καθαρὸν τῆς φύσεως ὠνόμασεν. τῷ Ἀγγέλῳ τῆς ἐν Ἐφέσω ἐκκλησίας γράψον. Διὰ του Ἀγγέλου τῆ Ἐκκλησία διαλέγεται, ὥσπερ ἄν τις διὰ παιδαγωγοῦ τῷ παιδαγωγουμένῳ, οἰκειοῦσθαι γὰρ ὁ διδάσκαλος τὰ τοῦ μαθητοῦ πέφυκεν, εἴτε ἐγκλήματα, εἴτε κατορθώματα, ἅτε σπεύδων ἐξομοιοῦν ἑαυτῷ τὸν διδασκόμενον.