Καὶ ὅτε εἶδον αὐτὸν, ἔπεσον πρὸς τοὺς πόδας ὡς νεκρὸς. Ταὐτὸν πεπονθότα τὸν Ἀπόστολον Ἰησοῦ τῷ Ναυὴ καὶ Δανιήλ, διὰ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως, ἀνέρρωσεν ὁ Χριστὸς, φήσας αὐτῷ, μὴ φοβοῦ, οὐ γὰρ θανατῶσαι σε παραγέγονα· ὅς γε ἄναρχος ὣν καὶ ἀτελεύτητος, δι’ ὑμᾶς νεκρὸς γέγονα, καὶ ἔχω ἐξουσίαν τοῦ ᾅδου καὶ τοῦ θανάτου, τουτέστι τοῦ σωματικοῦ καὶ ψυχικοῦ θανάτου.