Καὶ εἶχεν ἐν τῆ δεξιᾷ. Ἀστέρας ἑπτὰ κατιὼν, τοὺς τῶν ἐκκλησιῶν, φησὶν, Ἀγγέλους. ῥομφαίαν δὲ δίστομον, τὴν κατὰ τῶν ἀσεβῶν, φησιν, ἀπόφασιν, τὴν τομωτέραν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ἣ καὶ τὴν περιτέμνουσαν μάχαιραν τοῦ Πνεύματος τὸν ἐντὸς ἡμῶν ἄνθρωπον. τὸ δὲ πρόσωπον αὐτοῦ φαίνειν ὡς ὁ ἥλιος λέγων, οὐκ αἰσθητὴ, τὴν αἴγλην φησὶν, ἀλλὰ νοητήν· ἥλιος γάρ ἐστι δικαιοσύνης τῇ οἰκείᾳ δυνάμει καὶ ἐξουσίᾳ καταυγάζων. οὐ καθὼς ὁ αἰσθητὸς ἥλιος ἅτε κτίσμα, θεοσδότῳ δὲ δυνάμει, καὶ θείῳ προστάγματι.