καὶ ἡ φωνὴ αὐτοῦ. Τὴν φωνὴν αὐτοῦ ὡς φωνὴν ὑδάτων πολλῶν λέγει εἶναι, εἰκότως· κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ τε καὶ τοῦ Πνεύματος, οὗ ποταμοὶ ἐκ τῆς κοιλίας τῶν πιστῶν ζῶντος ὕδατος ἔρρευσαν, καὶ εἰς πᾶσαν τὴν γῆν διαπρύσιον ἤχησαν.