Ἐγενόμην ἐν πνεύματι ἐν τῆ Κυριακῇ ἡμερ́ᾳ. Πνεύματι Ἁγίῳ γενόμενος κάτοχος, καὶ πνευματικὸν οὖς κτησάμενος, ἐν τῇ Κυριακῇ ἡμέρᾳ, κἀν τούτῳ τιμηθείσῃ διὰ τὴν ἀνάστασιν, φωνῆς ἤκουσε σάλπιγγι ἐοικυίας, διὰ τὸ μεγαλόφωνον δηλούσης τὸ τοῦ Θεοῦ ἄναρχόν τε καὶ ἀτελεύτητον, διὰ τοῦ Α καὶ τοῦ Ω δηλούμενον, ἐξ ἧς ἐντέταλται τὰ κραθέντα ταῖς ἑπτὰ ἐκκλησίαις διαπέμψασθαι, διὰ τὸν προλεχθέντα ἑβδοματικὸν ἀριθμὸν, τὸν εἰς τὸν σαββατισμὸν καταντῶντα τοῦ αἰῶνος τοῦ μέλλοντος.