ἀποκαλγψισ Ἰησοῦ Χριστοῦ, ἢν ἔδωκε κ.τ.λ. Ἀποκάλυψις ἐστὶν ἡ τῶν κρυπτῶν μυστηρίων δήλωσις καταυγαζομένου τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς, εἴτε διὰ θείων ὀνειράτων, εἴτε καθ’ ὕπαρ ἐκ θείας ἐλλάμψεως. δοθῆναι δὲ τῷ Χριστῷ ταῦτα φησὶν, ἀνθρωπινώτερον μᾶλλον περὶ αὐτοῦ τὸν λόγον ποιούμενος. ἐπείπερ ἐν τῷ Εὐαγγελίῳ τοῖς ὑψηλοῖς καὶ θεοπρεπέσιν ὑπὲρ πάντα ἐνδιέτριψε. κἀνταῦθα δὲ διὰ τοῦ διακονοῦντος Ἀγγέλου καὶ τοῦ τῶν μανθανόντων δούλων ὀνόματος, τὸ τῆς θεότητος τοῦ Χριστοῦ ἐμφαίνει μέγεθος· αὐτοῦ γὰρ δοῦλα τὰ σύμπαντα. τὸ δὲ ἐν τάχει γενέσθαι σημαίνει, τὸ τινὰ μὲν τῶν παρὰ πόδας γενέσθαι τῆς περὶ αὐτῶν προρρήσεως, καὶ τὰ ἐπὶ συντελείᾳ δὲ μὴ βραδύνειν. “ διότι χίλια ἔτη παρὰ Θεῷ, ὡς ἡμέρα ἡ “ ἥτις διῆλθεν.” Καὶ ἐσήμανεν ἀποστείλας. Ὁ Χριστός μοι, φησὶν, ὡς δεσπότης ὡς οἰκείῳ δούλῳ δι’ Ἀγγέλου ταῦτα δεδήλωκε, τὴν εἰς αὐτὸν ὁμολογίαν μαρτυρήσαντι, ἐφ’ ᾧ διὰ τῶν ὁραθέντων διαμαρτύρασθαι καὶ κηρύξαι πρὸς ἐπιστροφὴν τῶν ἀκουόντων, τά τε ὄντα καὶ τοὺς ἀνθρώπους λανθάνοντα, τάτε ἔσεσθαι μέλλοντα· προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα· τέρα· καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι “ἄτινά εἰσιν, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα δέ ἐστιν παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.