a ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΑΠΟΚΑΛΓΨΕΩΣ. α. Προοίμιον Ἀποκαλύψεως, καὶ ὅτι δι’ Ἀγγέλου αὐτῷ διδοται. β. Ὀπτασία ἐν ᾗ τὸν Ἰησοῦν ἐθεάσατο ἐν μέσῳ λυχνιῶν ἑπτά b. γ. Τὰ γεγραμμένα πρὸς τὸν τῆς Ἐφεσίων ἐκκλησίας Ἄγγελον. δ. Τὰ δηλωθέντα τῷ c ἐν τῇ Σμυρναίων ἐκκλησίᾳ Ἀγγέλῳ. ε. Τὰ σημανθέντα τῷ c τῆς Περγαμηνῶν ἐκκλησίας Ἀγγέλῳ. ς. Τὰ γεγραμμένα τῶ̣ τῆς Θυατείρων d ἐκκλησίας Ἀγγέλῳ. ζ. Τὰ ἀπεσταλμένα τυ] Ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας e. η. Τὰ γραφέντα πρὸς τὸν τῆς Φιλαδελφέων ἐκκλησίας Ἄγγελον. θ. Τὰ δηλωθέντα πρὸς τὸν τῆς Λαοδικέων ἐκκλησίας Ἄγγελον. ι. Περὶ τῆς ὁραθείσης αὐτῷ θύρας ἐν τῷ οὐρανῷ, καὶ τοῦ θρόνου, κα τῶν κδ. πρεσβυτέρων, καὶ τῶν ἑξῆς δειχθέντων. ία. Περὶ τῆς βίβλου τῆς ἐσφραγισμένης σφραγίσιν ἑπτὰ, τῆς ἐν τῇ χειρὶ τοῦ Θεοῦ, ἣν οὐδεὶς ἀνοίξαι δύναται τῆς κτιστῆς φύσεως. ιβ. Περὶ τοῦ ἀρνίου τοῦ τὰ ἑπτὰ κέρατα ἔχοντος, ὅπως τὴν ἀνέῳξεν. ιγ. Λύσις τῆς πρώτης σφραγῖδοσ f τὴν ἀποστολικὴν διδαχὴν σημαίνουσα. ἰδ. Λύσις τῆς δευτέρας σφραγῖδος, δηλοῦσα τὸν g τῶν ἀπίστων κατὰ τῶν πιστῶν πόλεμον. ιε. Λύσις τῆς τρίτης σφραγῖδος, δηλοῦσα τῶν μὴ πεπιστευχότων Χριστῷ τὴν ἔκπτωσιν. ις. Λύσις τῆς τετάρτης σφαγῖδος, ἐμφαίνουσα τὰς ἐπαγομένας παιδευτικὰς μάστιγας τοῖς δι’ ἀνυπομονησίας ἀρνησαμένοις τὸν Κύριον. ιζ. Λύσις τῆς πέμπτης σφραγῖδος, τὴν τῶν ἁγίων ψυχῶν σημαίνουσα πρὸς Κῦνον καταβόησιν ὥστε γενέσθαι· συντέλειαν. a Cod. Bar. Τὰ κεφάλαια τῆς ὀπτανθείσης ἐν Πάτμῳ τῷ εὐαγγελιστῇ Ἰωάννη Ἀποκαλύψεως. b ἑπτὰ λυχ. Bar. c τῷ om. d Θνατήρων Bar. e τ. ἐκκλησίας ἐν Σαρδ. Bar. f σφραγίδος Bar. et sic deinceps. g τὸν om. Bar. ιη. Λύσις τῆς ἕκτης σραγῖδος, τὰς ἐν τῇ συντελείᾳ ἐπαγομένας πληγὰς σημαίνουσα. ιθ. Περὶ τῶν σωζομένων ἐκ πληγῆς τῶν τεσσάρων Ἀγγέλων χιλιάδων ρμδ. κ. Περὶ τοῦ ἀναριθμήτου ὄχλου τῶν ἐξ ἐθνῶν Χριστῷ συμβασιλευσαντων. κα. Λύσις τῆς ἑβδόμης σφραγῖδος, δηλοῦσα ἀγγελικὰς δυνάμεις Θεῷ τὰς τῶν ἁγίων προσευχὰς ὡς θυμιάματα. χβ. Περὶ τῶν ἑπτὰ Ἀγγέλων, ὧν τοῦ πρώτου σαλπίσαντος, καὶ πῦρ καὶ αἷμα ἐπὶ τῆς γῆς φέρεται. κγ. Περὶ τοῦ δευτέρου Ἀγγέλου, οὐτ’ σαλπίσαντος, τῶν ἐν θαλάσσῃ ἐμψύχων ἀπώλεια γίνεται. κδ. Ὁ τρίτος Ἄγγελος, τὰ τῶν ποταμῶν πικραίνει ὕδατα. κε. Ὁ τέταρτος Ἄγγελος τὸ τρίτον τοῦ ἡλιακοῦ καὶ σεληνιακοῦ φωτὸς σκοτίζει. κς. Περὶ τοῦ πέμπτου Ἀγγέλου, καὶ τῶν ἐκ γῆς h ἀβύσσου ἀνερχομένων νοητῶν ἀκρίδων, καὶ τοῦ ποικίλου τῆς μορφῆς αὐτῶν. κζ. Περὶ τοῦ ἕκτου Ἀγγέλου, καὶ τῶν ἐπὶ τῷ Εὐφράτῃ λυομένων Ἀγγέλων ἐπίλυσις. κη. Περὶ Ἀγγέλου περιβεβλημένου νεφέλην καὶ ἶριν, καὶ τὸ κοινὸν τέλος προμηνύοντος. κθ. Ὅπως τὸ βιβλιδάριον ἐκ χειρὸς τοῦ Ἀγγέλου ὁ Εὐαγγελιστὴς εἴηφεν. λ. Περὶ Ἐνὼχ καὶ Ἠλία διελέγχειν μελλόντων τὸν Ἀντίχριστον. λα. Ὅπως ἀναιρεθέντες ὑπὸ τοῦ Ἀντιχρίστου ἀναστήσονται, καὶ τοὺς ἠπατημένους ἐκπλήξουσιν k. λβ. Περὶ τῆς ἑβδόημς l σάλπιγγος, καὶ τῶν ὑμνούντων τῷ Θεῷ m ἁγίων ἐπὶ τῇ μελλούσῃ κρίσει. λγ. Περὶ τῶν διωγμῶν τῆς ἐκκλησίας τῶν προτέρων, καὶ τῶν ἐπὶ τοῦ Ἀντιχρίστου. λδ. Περὶ τοῦ γενομένου πολέμου μεταξὺ τῶν ἁγίων Ἀγγέλων, καὶ τῶν πονηρῶν δυνάμεων, καὶ τῆς καταπτώσεως τοῦ δράκοντος. λε. Ὅπως ὁ δράκων διώκων τὴν ἐκκλησίαν οὐ παύεται. λς. Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα n καὶ κεφαλὰς ἑπτά. ὧν μίαν ὡς ἐσφαγμένην ἔφη. λζ. Περὶ ἑτέρου θηρίου o δύο κέρατα ἔχοντος, καὶ τῷ πρώτῳ τοὺς ἀνθρώπους πους p προσάγοντος. h τῆς Bar. i λουομένων Bar. δεδεμένων in sacr. text. k ἐκπλήξευσιν Bar. 1 ἑβδόμης om. Bar. m τὸν Θεὸν Bar. n δέκα om. Bar. o θὴρ. ἐτέρ. Bar. P τοῦ ἀνθρώπου Bar. λη. Πέρι τοῦ ὀνόματος τοῦ θηρίου. λθ. Περὶ τῶν ρμδ. χιλιάδων τῶν σὺν τῷ q ἀρνίῳ ἑστώτων ἐν ὄρει Σιών. μ. Περὶ Ἀγγέλου προαγορεύοντος τὴν ἐγγύτητα τῆς κρίσεως τῆς μελλούσης. μα. Περὶ δευτέρου Ἀγγέλου, τὴν πτῶσιν Βαβυλῶνος κηρύσσοντος. μβ. Περὶ τρίτου Ἀγγέλου ἀσφαλιζομένου τὸν τοῦ Κηίου λαὸν, μὴ δέξασθαι τὸν Ἀντίχριστον. μγ. Ὅτι ὁ ἐν τῇ νεφέλῃ καθήμενος, τῷ δρεπάνῳ συντελεῖ τὰ ἐκ τῆς γῆς βλαστάνοντα. μδ. Περὶ ἑτέρου Ἀγγέλου τρυγῶντος τὴν τῆς πικρίας ἄμπελον. με. Περὶ τῶν ἑπτὰ Ἀγγέλων τῶν ἐπαγόντων τοῖς ἀνθρώποις τὰς πληγὰς πρὸ τῆς συντελείας· καὶ περὶ τῆς ὑαλίνης θαλάσσης, ἐν ᾗ τοὺς ἁγίους ἐθεάσατο. μς. Ὅπως τῆς πρώτης φιάλης ἐκχυθείσης, ἕλκος κατὰ τῶν γίνεται. μζ. Πληγὴ δευτέρα κατὰ τῶν ἐν θαλάσσῃ ἐπιτιμωμένων. μὴ. Ὅπως διὰ τῆς τρίτης, οἱ ποταμοὶ εἰς αἷμα μετακιρνῶνται. μθ. Ὅπως διὰ τῆς τετάρτης, καυματίζονται οἱ ἄνθρωποι. ν. ὅπως διὰ τῆς πέμπτης, ἡ βασιλεία τοῦ θηρίου σκοτίζεται. να. Ὅπως διὰ τῆς ἕκτης, ἡ ὁδὸς διὰ τοῦ Εὐφράτου τοῖς ἀπὸ ἀνατολῶν ἡλίου βασιλεῦσιν ἀνοίγεται. νβ. Ὅπως διὰ τῆς ἑβδόμης, χάλαζα καὶ σεισμὸς κατὰ τῶν ἀνθρώπων γίνεται. νγ. Περὶ τοῦ ἑνὸς τῶν ἑπτὰ Ἀγγέλων δεικνύντος τῷ Εύαγγελιστῇ τὴν τῆς πόρνης πόλεως καθαίρεσιν. καὶ περὶ τῶν ἑπτὰ κεφαλῶν, καὶ τῶν δέκα κεράτων. νδ. Ὅπως ὁ Ἄγγελος τὸ ὁραθὲν αὐτῷ μυστήριον ἡρμήνευσεν. νε. Περὶ ἑτέρου Ἀγγέλου r τὴν πτῶσιν Βαβυλῶνος δηλοῦντος, κα οὐρανίου φωνῆς τὴν ἐκ τῆς πόλεως φυγὴν ἐντελλομένης, καὶ τῆς ἀποβολῆς τῶν τερπνῶν ὧν τὸ πρὶν ἐκέκτητο s. νς. Περὶ τῆς τῶν ἁγίων ὑμνῳδίας, καὶ τοῦ τριπλοῦ ἀλληλουΐα ἔψαλλον ἐπὶ τῇ καθαιρέσει Βαβυλῶνος. νζ. Περὶ τοῦ μυστικοῦ γάμου, καὶ τοῦ δείπνου τοῦ ἀρνίου. νη. Πῶς τὸν Χριστὸν ὁ Εὐαγγελιστὴς ἔφιππον μετὰ ἀγγελικῶν ἐθεάσατο σὺν φόβῳ. νθ. Περὶ τοῦ Ἀντιχρίστου, καὶ τῶν σὺν αὐτῷ βαλλομένων εἰς γέενναν. ξ. Ὅπως ὁ Σατανᾶς ἐδέθη ἀπὸ τῆς Χριστοῦ παρουσίας μέχρι τῆς συντελείας, καὶ περὶ τῶν χιλίων ἐτῶν. q τῷ om. Edd. r ἀγγέλου om. Bar. s ἐνέκτητο Edd. ξα. Περὶ τῶν ἡτοιμασμένων θρόνων τοῖς φυλάξασι τὴν Χριστοῦ ὀμολογίαν σῶαν t. ξβ. Τί ἐστιν ἡ πρώτη ἀνάστασις, καὶ τίς ὁ δεύτερος θάνατος. ξγ. Περὶ τοῦ Γὼγ καὶ Μαγώγ. ξδ. Περὶ τοῦ καθημένου ἐπὶ τοῦ θροῦ, καὶ τῆς κοινῆς ἀναστάσεως καὶ κρίσεως. ξε. Περὶ καινῶν οὐρανοῦ τε καὶ γῆς, καὶ τῆς ἄνω Ἱερουσαλήμ. ξς. Περὶ ὧν εἶπεν ὁ ἐν τῷ θρόνῳ καθήμενος καὶ ὁραθείς. ξζ. Περὶ τοῦ Ἀγγέλου δεικνύντος αὐτῷ τὴν τῶν ἁγίων πόλιν, καὶ τὸ ταύτης τεῖχος σὺν τοῖς πυλῶσι διαμετροῦντος. ξη. Περὶ τοῦ καθαροῦ ποταμοῦ τοῦ ὀπτανθέντος ἐκ τοῦ θρόνου πορεύεσθαι. ξθ. u Ὅτι Θεὸς τῶν προφητῶν ὁ Χριστὸς, καὶ δεσπότης τῶν ἁπάντων. ο. u Περὶ τοῦ ἀξιοπίστου τῶν τεθεαμένων τῷ Ἀποστόλῳ. οα. Ὅπως ἐκελεύθη μὴ σφραγίσαι, ἀλλὰ κηρύξαι τὴν οβ ὅπως ἡ ἐκκλησία καὶ τὸ ἐν αὐτῇ πνεῦμα προσκαλοῦνται τὴν τοῦ x Χριστοῦ ἔνδοξον ἐπιφάνειαν. καὶ περὶ τῆς ἀρᾶς ᾗ ὑποβάλλονται οἱ τὴν βίβλον παραχαράττοντες ὡς ἄκυρον. t σώαν om. Edd. u Hos titulos transposui cum Cod. Bar. x τοῦ om. Bar. ΙΩΑΝΝΟΥ TOY ΘΕΟΛΟΓΟΥ ΑΠΟΚΑΛΥΨΙΣ. ΚΕΦ. Α. Προοίμιον τῆς Ἀποκαγλύψεως, καὶ ὅτι δι’ ἀγγέλου αὐτῷ δέδοται. ἈΠΟΚΑΛΥΨΙΣ Ἰησοῦ Χριστοῦ, ἢν ἔδωκεν αὐτῷ ὁ Θεὸς, δεῖξαι τοῖς δούλοις αὐτοῦ, ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ Ἀγγέλου αὐτοῦ, τῷ δούλω αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. . ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσε, καὶ ἅ τινα δεῖ γενέσθαι μετὰ ταῦτα. Tινὲς τῶν ἀρχαιοτέρων νοθεύουσι ταύτην τῆς Ἰωάννου τοῦ ἠγαπημένου γλώττης, ἑτέρῳ ταύτην ἀνατιθέντες. οὐκ ἔστι δὲ οὕτως. ὁ γὰρ συνεπώνυμος τούτῳ Γρηγόριος ἐνέκρινε ταύτην ταῖς ἀνοθεύτοις, “ ὡς ἡ Ἰωάννου,” φήσας, “ διδάσκει με Ἀποκάλυψις. Ἀρχόμενος δὴ γράφειν τοῦ Εὐαγγελίου, τὸν Χριστὸν θεολογῶν πρόεισιν. “ ἐν ἀρχῇ, ” φησὶν, “ ἦν ὁ Λόγος. ” καὶ τῆς Ἐπιστολῆς δὲ αὐτό τε προοίμιον τῆς αὐτῆς ἔχεται θεολογίας, ὃ ἦν ἀπαρχῆς προβαλλόμενος. Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἢν ἔδωκεν αὐτῷ ὁ Θοή. Ὡσεὶ ἔλεγεν. ἡ παροῦσά μου Ἀποκάλυψις, δέδοται μὲν παρὰ τοῦ Πατρὸς τῷ Υἱῷ δέδοται δὲ παρὰ τοῦ Υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. ἀπὸ τῶν ταπεινοτέρων γὰρ τῆς οἰκονομίας ἀρξάμενος, ἐπὶ τὰ θεοπρεπέστερα προέβη. ὡς γὰρ καὶ Πέτρος ὁ θεῖος Ἀπόστολος ἐν τῇ ἑαυτοῦ ὁμολογίᾳ τὸ, “ Χριστὸς, εἰπὼν ὄνομα, τὸ τελεώτατον ἐπήνεγκε τὸ, “ ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς τοῦ Χριστοῦ οὐκ ἀξιολόγως τὴν οἰκονομίαν παριστᾷν ἔχοντος· οὕτως οὖν καὶ νῦν τῷ, “ Χριστὸς, ὀνόματι οὗτος συνάψας τὸ, “ τοῖς δού- “ λοις αὐτοῦ, τὴν ἐν τῷ Χριστῷ θεότητα ὑπεσήμανε. τίνος γὰρ ἦσαν a οἱ ἅγιοι δοῦλοι, εἰ μὴ τοῦ Θεοῦ ; πρὸς ὃν καὶ εἴρηται, ὅτι τὰ σύμπαντα δοῦλα σά. ἐπενεγκὼν δὲ τὸ τὴν b μυσταγωγίαν οὐ τὸν Χριστὸν αὐτόχρημα αὐτῷ καταπρᾶξαι, εἰ μὴ διὰ τοῦ ἀγγέλου αὐτοῦ, τὸ φιλάληθες τοῦ τὴν Ἀποκάλυψιν εἰληφότος ὑπέδειξεν. Ἀποκάλυψις δέ ἐστιν ἡ τῶν κρυπτῶν μυστηρίων δήλωσις, καταυγαζομένου τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς, εἴτε διὰ θείων ὀνειράτων, εἴτε καθ’ ὕπαρ c ἐκ θείας ἐλλάμψεως. δοθῆναι δὲ τὴν Ἀποκάλυψιν ταύτην φησὶν, ἀνθρωπινώτερον διαχειριζόμενος τὸν λόγον ὁ θεῖος οὗτος Ἀποστολος, ἀλλ’ οὐχ ὡς ἐν τῷ Εὐαγγελίῳ καὶ τῇ Ἐπιστολῇ αὐτοῦ, ἀπὸ τῶν θειοτέρων τοῦ Χριστοῦ μᾶλλον ποιούμενος τὸν λόγον καὶ ἐνδιατρίβων αὐτοῖς, οὕτω καὶ νῦν, ἀλλ’ ἀπὸ τῶν ταπεινοτέρων, ὡς ἃν ὑποφήνῃ σαφῶς, ὡς ἄμφω, τὰ θειότερα λέγω καὶ τὰ ἀνθρώπινα, τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἐνθεωρεῖται Χριστῷ, μεταπρέποντα. διὰ γὰρ τοῦ διακονοῦντος Ἀγγέλου, καὶ τοῦ ὀνόματος τῶν μανθανόντων, ὅτι δοῦλοι, τὸ τῆς θεότητος Χριστοῦ ἐμφαίνει d μέγεθος, καθὸ καὶ εἴρηται, “ ὅτι τὰ σύμπαντα “ δοῦλα σά. τὴν ἔκβασιν δὲ τῶν χρηματιζομένων ἐν τάχει ὑπισχνεῖται προβῆναι, οὐχ ὡς ἔτυχεν, ἀλλὰ παραμετρῶν τὰ ἀνθρώπινα τοῖς θείοις, οἷς καὶ τὰ πολυχρονίως καὶ χιλιοστῶς ἐκτελούμενα, “ ὡς ἡ Χθὲς e ἡμέρα, καὶ ἡ ἐν νυκτὶ φυλακὴ κρίνεται. ἣ καὶ φιλοτιμότερον προσβαλεῖν τῷ, τᾧ, “ ἐν τάχει f,” τοῦ ἀνυπερθέτως παριστῶντος ἐστὶ g τὴν ἔκβασιν λήψεσθαι τὰ δηλούμενα, μηδὲν τῆς παρατάσεως οἵας τε οὔσης τὸ συντελεσθῆναι λυμήνασθαι, ὡς οὐδὲ τὸ σήμερον τοῦ ἐχθὲς παρατεινομένου h ἐὰν μὴ i εἰς ὅπερ ἀφῖχθαι ἀποκείμενον εὐκαίρως παρῇ, μηδεμιᾶς ὑπολιπομένης τῷ πράγματι βραδυτῆτος πρὸς j καταδοχὴν, ἀποδιαπομπήσασθαι εὐπρεπές. a καὶ εἴησαν B, b ὅτι τὴν μυσι. B. c sic B. et Andr. Comment. Ρ. 3, 4. καθύπερ Edd. d ἐμφαίνων B. e ἐχθὲς B. f τὸ ἐν τάχει καὶ τὸ B. g ἐστὶ om. B. h ἡ ἐχθὲς παρατεινομένῳ B. i ἐὰν μὴ om. B. J τὸ πρὸς, κατ’. B. Δι’ Ἀγγέλου δὲ ὁ χρηματισμὸς τῷ δούλῳ αὐτοῦ, ὃς δοῦλος ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ καὶ τὴν μαρτυρίαν αὐτοῦ, φησί. τούτῳ τῷ σχήματι, τὴν διδασκαλικὴν ἐαυτοῦ k ἀλήθειαν συνιστῶν, καὶ ἐν εὐαγγελίοις ἐχρήσατο εἰπὼν, “ οὗτος ἐστὶν ὁ μαθητὴς ὁ “ μαρτυρῶν περὶ τούτων l καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι “ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ὡς οὑν ἐν ἐκείνῳ, οὕτω καὶ νῦν φησιν, ὅτι μάρτυς ἐστὶ τοῦ ὀφθέντος αὐτῷ διὰ τῆς Ἀποκαλύψεως τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Χριστοῦ μαρτυρίας· μαρτυρίας λέγων, οἱονεὶ διαμαρτυρίας τοῦ διαμαρτύρασθαι δηλονότι πρὸς οὓς ὁ λόγος αὐτῷ, εἰς ἐξαθώωσιν ἑαυτοῦ, μάρτυρα εἶναι ἑαυτὸν τοῦ ὀφθέντος αὐτῷ θείου λόγου διὰ τῆς Ἀποκαλύψεως. τίνα δὲ διάμαρτύρασθαι καὶ κηρύξαι εἰς ἐξαθώωσιν ἑαυτοῦ τάτε ὄντα, τάτε ἐσόμενα, ἃ καὶ παραστατικὰ, ἅτε προφήτου, τοῦτε ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος. Ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσε. Ἐν ἑτέρῳ ἀντιγράφῳ πρόσκειται, καὶ ταῦτα, “ Καὶ ὅσα “ ἤκουσε, καὶ ἅ τινα εἰσὶ, καὶ ἅτινα δεῖ γενέσθαι μετὰ ταῦτα. Ὁ Χριστός μοι, φησὶν, ἐφανέρωσεν ὡς δεσπότης τῷ δούλῳ αὐτοῦ, ἐφ’ ᾧτ’ διὰ τῶν ὁραθέντων διαμαρτύρασθαι καὶ κηρύξαι πρὸς ἐπιστροφὴν τῶν ἀκουόντων, τάτε ὄντα καὶ τοὺς ἀνθρώπους λανθάνοντα, τάτε μέλλοντα ἔσεσθαι. προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα. καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι, “ ἅτινά εἰσι, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα γὰρ παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος, περὶ ἃ καὶ τῶν προφητῶν τὸ εὐδόκιμον. Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα. Μακαρίζει προμηθῶς ἄγαν οὐ τοὺς ἀναγινώσκοντας μόνους, (πολλοὶ m γὰρ ἃν ἦσαν μακάριοι οὕτως οἱ ἀναγινώσκοντες,) ἀλλὰ καὶ τοὺς ἀκούοντας ἐμπράκτῳ δηλαδὴ ἀκοῇ. οἷς καὶ ὁ Κύριος τὴν n τῷ ὄντι ἐμαρτύρησεν ἀκοὴν προσεῖναι Ο, ἐν οἷς φησὶν, “ ὁ ἔχων “ ὧτα ἀκούειν, ἀκουέτω. καὶ τίς οὗτος ; ὁ τὴν ἀκουστὴν κ Sic B. αὐτοῦ Edd. 1 τούτου Edd. m πολὺ B. πολὺ Β n ο Sic B. πρὸς τῶν Edd. εὐτρεπὴς m εἰς τὸ διατηρεῖν καὶ φυλάσσειν ὡς θείους νόμους τὰ εἰρημένα. ὃς καὶ πνευματικῶς ζῆν κατηρτισμένος, οὐκ ὡς ὁ ψυχικὸς ἄνθρωπος, εἴτουν n ὁ κατ’ αἴσθησιν ζῆν προαιρούμενος, ὥσπερ τὰ λόγου ἔρημα ζῷα, ἀλλὰ ἀτιμάσας μὲν πᾶν τὸ περὶ τὸ σύντροφον τοῦτο ζῆν καὶ χεῖρον ἠδὺ o, μεταταξάμενος δὲ πρὸς τὸ θεῖον τὸ ἐν ἡμῖν, ὅλος γέγονε p τῆς κατ’ ἀρχὰς q τοῦ πλάστου, ἐπὶ τοῦ r κατ’ εἰκόνα ἑαυτοῦ πλάσματος, χρηστότητος καὶ κηδεμονίας. Ὁ γὰρ καιρὸς ἐγγύς. Ἐγγὺς ὁ καιρὸς τῆς μακαριότητος. τῷ διαπύρῳ γὰρ τοῦτο τῆς ἀγάπης τῶν φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. διὸ καὶ τὸ ἀνένδοτον τῆς περὶ ταῦτα περιγίνεται αὐτοῖς ἐργασίας, οὐδ’ u εἰς παράτασιν χρόνου ἣ ἀποκατάστασιν νομισθείη. καὶ μάρτυς ἡ τοῦ πατριάρχου Ἰακὼβ ἐπὶ τῇ ἀναλήψει τῶν γυναικῶν ἑπταέτης καρτερία, ὡς μία ἡμέρα λογιζομένη. ἣ ἐγγὺς ὁ τῶν ἐπάθλων καιρὸς τῷ παραμετρεῖσθαι τὴν τοῦ παρόντος βίου σμικρότητα, πρὸς τὴν τοῦ μέλλοντος ἀπειρίαν αἰῶνος. Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ. χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τοῦ, ὁ ὣν, καὶ ὃ ἦν, καὶ ὁ ἐρχόμενος. καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων, ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ. ὁ μάρτυς ὁ πιστὸς, ὁ πρωτότοκος τῶν νεκρῶν. καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Διὰ τῶν ἑπτὰ ἐκκλησιῶν, τοῦ x ἑβδοματικοῦ ἀριθμοῦ τὸ μυστικὸν y τῶν ἁπανταχῆ ἐκκλησιῶν ἐσήμανε πλῆθος τῶν τῷ παρόντι βίῳ συστοίχων, καθ’ z ὧν ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος κατάρξασα, τὴν ἐνοικοῦσαν a τῇ φθαρτῇ ταύτῃ b κτίσει δύναμιν ἑαυτῆς ὑπέφηνεν ὡς διὰ πάσης διήκουσαν c ἣ καὶ Φίλωνι τῷ θεωρητικωτάτῳ Ἰουδαίῳ ἀνδρὶ, ἐν λόγῳ αὐτοῦ τῷ εἰς τὴν κατὰ Μωϋσέα φιλοσοφίαν, ὑποσυνᾴδειν d οὐ περιττὸν ἡγεῖται e m εὐτρεπὴς B εὐπρεπὴς Edd. n ἤγουν B. ο χειρονηδὺ Edd. P γεγονὼς B. q καταρχὰς B. r περὶ τὸ B. s πλάσμα B. t τοῦ τοῦτο om. B. u οὐκ B. x καὶ τοῦ Edd. γ τὸ μυστικὸν om. Edd. z καθὸν B. α ἐνυποῦσαν potius B. b ταύτῃ om. Edd. c διήκουσα B. d ὑποστῆσαι B. e ἥγηται B. δὲ ταῖς f ἐκκλησίαις καὶ ἰσαρίθμους ἐφόρους Ἀγγέλους ὁ μακάριος νῦν Ἰωάννης ἐνέφηνε g. Τὸ δὲ, ἀπὸ τοῦ, ὁ ὣν, καὶ ὁ ἢν, καὶ ὁ ἐρχόμενος, ἰσοδυναμεῖ τῷ, ἀπὸ τοῦ πάντων Θεοῦ ἡμῶν Λόγου h, ὄντα μὲν γὰρ αὐτὸς ἑαυτὸν ὀνομάζει ὁ πατὴρ i χρήματ’ ἵζων τῷ Μωϋσῇ k ἐπὶ τοῦ ὄρους“ἐγώ εἰμι ὁ ὤν ” τὸ δὲ ἦν, ὁ παρὼν θεόσοφος Εὐαγγελιστὴς προήνεγκεν ἔντε’ τῷ Εὐαγγελίῳ αὐτοῦ “ ἐν ἀρχῇ ἢν. ὁ Λόγος, εἰπὼν, καὶ ἐν τῇ πρώτῃ τῶν καθολικῶν αὐτοῦ Ἐπιστολῶν, “ ὃ ἦν “ ἀπ’ ἀρχῆς, ” γράψας, περὶ τοῦ Λόγου τῆς ζωῆς. ἐρχόμενον δὲ τὸ θεῖον Πνεῦμα καλεῖ, ὡς οὐ μόνον κατὰ τὸν ἡμέραν τῆς Πεντηκοστῆς ἀπεσταλμένον παρὰ τοῦ Πατρὸς, ἀλλ’ ἀεὶ n παραγινόμενον τοῖς ἀξίοις αὐτὸ δέξασθαι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος. Εἰρήνη ἀπὸ τοῦ ὁ ὤν. Αλλωσ. Ἴσως δὲ οὐκ ἀδόκιμον καὶ οὕτω ταῦτα νοεῖσθαι ἐπὶ τοῦ Πατρὸς τὸ, “ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὡς αὐτοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τὴν ἄρχην, καὶ τὰ μέσα, καὶ τὰ τελευταῖα. Καὶ ἀπὸ τῶν ἑπτὰ πνευματῶν. Τινὲς τὰ ἑπτὰ πνεύματα, τὰς ἐνεργείας τοῦ ἁγίου ὑπέλα- βον πνεύματος. δοκιμώτερον o δὲ Ἀγγέλους ταῦτα νοεῖν. οὐ διὰ τὸ συνπαρειλῆφθαι δὲ τῇ p παντοκρατορικῇ τριάδι, ἤδη καὶ ὁμότιμα ταῦτα καταλογίζεσθαι αὐτῇ χρῇ q ἀλλὰ δοῦλα καὶ λειτουργικὰ, εἴγε πειστέον r τοῖς προφήταις τοῖς διαμαρτυρομένοις, ὅτι τὰ σύμπαντα δοῦλα αὐτοῦ, καὶ δὴ καὶ τῷ θεοπάτορι Δαβὶδ, “ εὐλογεῖτε, ” φάσκοντι s, “ πάντες Ἄγγελοι Θεοῦ, δυνατοὶ ἰσχύι; ποιοῦντες τὸν λόγον αὐτοῦ. καὶ τὸ μὲν λέγειν ὅτι τὸ συμπαραλαμβάνειν τὸ θεῖον καὶ τὴν ἀγγελιῶτιν φύσιν, παριστῶντός ἐστι τὸ ὁμότιμον εἶναι τῆς παντοκράτορος καὶ πάσης τοῦ εἶναι κτίσεως παραιτίας, καὶ τὴν λειτουργικὴν ὑπόστασιν, οὐκ ἔστιν εἰδότος, οὐδὲ ἐγγὺς u, ἀλλ’ ἀγνοοῦντος, οἶμαι, ὡς τῷ f αἷς ἐκκλησίαις B. g ἐνέφηνεν B. h Λόγου B. om. Edd. i ὁ πατὴρ ὀνομ. B. k μωϋσεῖ l Sic B. om. Edd. m ἑαυτοῦ B. n ἀλλὰ καὶ ἀεὶ B. ο δοκιμότερον Edd. P παρειλῆφθαι τῇ B. q αὐτῇ προσλογίζεσθαι χρή. B. r πιστέον το]ι λέγουσι προφήταις τὰ σύμπαντα λέγουσι δοῦλα Θεοῦ B. s φάσκοντι om. B. t ἀλλὰ τὸ συμπαραλαμβάνειν ἡ θοῖ B. u οὐκ ἔστιν ἔστιν οὐδὲ ἐγγὺς om. B. δεσπόζοντι φιλεῖ συνεῖναι καὶ τὸ ὑπηρετοῦν. ᾧ δὴ καὶ Παῦλος χρώμενος διανοήματι, ἐν τῆ πρώτη Χ πρὸς Τιμόθεον Ἐπιστολῇ οὕτω πὼς γ φησί. “ μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκ- “ τῶν Ἀγγέλων. ” τοῦτο οὖν καὶ τῳ αὐτῷ ἔθει z ἐπακολουθοῦντος ἐστίν. ἀλλὰ καὶ τὸ ἐνταῦθα προσκεῖσθαι τὸ, “ ἅ ἐστιν ἐνώπιον τοῦ “ θρόνου τοῦ Θεοῦ a, ” τὴν οἰκετικὴν καὶ λειτουργικὴν b τάξιν, οὐ τὴν ἰσότιμον αύτοῖς προσμαρτυροῦντός ἐστιν. Ὁ μάρτυς ὁ πιστός. Δεῖ προσυπακούειν τὸ, ὅς ἐστιν, ἵν ᾖ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν μάρτυς ὁ πιστός e. ἐπισκοπητέον καὶ ὅτι πρότερον, ὡς περὶ ἀσάρκου γράψας τοῦ Λόγου d ἐν οἷς ἔλεγεν, ὁ ἦν, νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται, φήσας, “ καὶ ἀπὸ “ Ἰησοῦ Χριστοῦ, ” οὐ διαιρῶν αὐτὸν εἰς δύο, διὰ τὸ e ἐπαγαγεῖν τὸ, “ καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ἀλλὰ τοῦτό τε καὶ ἐκεῖνο περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ μαρτυρῶν, ὅτι Λόγος τέ f ἐστι τοῦ Πατρὸς, καὶ ὅτι ἐσαρκώθη. τοῦτο γὰρ βούλεται δηλοῦν τὸ “ Χριστὸς, ὄνομα. ὃς Χριστὸς, κατὰ τὸν μακάριον Παῦλον, ἐμαρτύρησεν ἅτε μάρτυς ἐπὶ Ποντίου Πιλάτου, ὁπηνίκα ἔφασκεν πρὸς αὐτόν. “ ἡ βασιλεία “ ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. νοεῖν γὰρ ἀπὸ τούτων διανίστησι τῶν λόγων, ὡς καὶ Θεός ἐστιν ὁ ὡς ἄνθρωπος ὁρώμενος, καὶ ταὐτὸν g φθεγγόμενος. μάρτυς μὲν οὖν διὰ τοῦτο. πιστὸς δὲ, ἀντὶ τοῦ ἀληθὴς, Θεὸς καὶ ἄνθρωπος. διὸ καὶ ὡς ἄνθρωπος ἀπέθανεν, ἀνέστη δὲ ὡς Θεός. ἀνέστη γὰρ, οὐχ ὡς h οἱ θείᾳ i δυνάμει ὑφ’ ἑτέρων ἀναστάντες, οἳ καὶ πάλιν ἀπέθανον. οἰκείᾳ δὲ δυνάμει ἀναστὰς, ἅτε Θεὸς, πρῶτος ἀπήρξατο τῆς ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν ἐλπιζομένης ἀτελευτήτου καὶ αἰωνίου παλινζωΐας. διὸ καὶ πρωτότοκος λέγεται τῶν νεκρῶν, ὡς μόνος αὐτὸς κατάρξας τῆς τοιαύτης ἡμῖν τῶν ἀγαθῶν χάριτος k. Ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς ὁ Χριστὸς, ἐπεὶ καὶ Δανιὴλ πρὸς τὸν Βαβυλώνιον ἔφη, “ βασιλεύειν τὸν ὕψιστον καὶ κυριεύειν “ τῆς βασιλείας τῶν ἀνθρώπων. εἰ δὲ τοῦτο ἐπὶ τῆς θεαρχικῆς X διανοήματι ἐν τῇ πρώτη om. Edd. Y πὼς om. B. z Sic ἔθει om. Edd. a θρόνου αὐτοῦ B. b καὶ λειτουργικὴν om. Edd. c ὁ μάρτυς Edd. d Θεοῦ λόγου γράψας B. e διὰ τοῦ B. f Λόγος om. Edd. g ταῦτα B. h ὥσπερ B. i ἐπὶ θείᾳ δὺν. Edd, χρηστότητος B. νοεῖται καὶ ἐνορᾶται κυριότητος, τίς ὁ ἀντιστατῶν λόγος ὁ πάντα k τὰ θεοπρεπῶς λεγόμενα ἐπὶ τῆς ὑπερουσίου τριάδος μὴ καθ’ ἑκάστης λέγων m τῶν τριῶν ὑποστάσεων ἐξιδιοῦσθαι n καὶ ἐναρμόττεσθαι, πλὴν ταῦτα ο ἃ τὴν προαγωγὴν τούτων, ἤγουν P τὴν ὑποστατικὴν γνώρισιν, ἐμποιοῦνται, ἀλλ’ ἀποτεταγμένως κατατολμῶν εἰς ἐξιδιάζουσαν ἑαυτῇ θείαν ἐνέργειαν ἑκάστην ὑπόστασιν τῶν τριῶν μεταχωροῦσαν παραληρεῖν ; καὶ ταῦτα Γρηγορίου μὲν τοῦ θείου τὸν λόγον q τὴν χρῆσιν, τοῦ, “ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος “ καὶ ὁ παντοκράτωρ r ” εἰς τὸν υἱὸν ἐξειληφότος, ὡς ἐφαρμοζόντων τῶν θεοπρεπῶν ὀνομάτων καὶ κοινῇ καὶ ἰδίᾳ ταῖς τρισὶν ὑποστάσεσ; δῆλον δὲ, καὶ ἐξ ὧν τὸν τρισάγιον τῶν Σεραφὶμ ὕμνον κατὰ μὲν τὸ Εὐαγγέλιον, εἰς τὸν Υἱὸν μανθάνομεν λέγεσθαι· ὃν ὁ Παῦλος s δημηγορῶν ἐν ταῖς Πράξεσιν εἰς τὸ Πνεῦμα ἀπένειμεν· ἡμεῖς δὲ πατροπαραδότως ἐν τῇ φρικτῇ καὶ ἀναιμάκτῳ θυσίᾳ εἰς Πατέρα. ὥσπερ ὁ μακάριος t Ἐπιφάνιος ἐν τῷ λόγῳ τῷ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον u διέξεισι. Καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Οὐ τῶν γηίνων μόνον x, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς βασιλεύει. ἀλλὰ νῦν μὲν περὶ τῶν ἐπιγείων y λέγει, προιὼν δὲ z δείκνυσιν αὐτὸν καὶ τῶν a ἐν οὐρανοῖς ἁγίων b ταγμάτων βασιλεύοντα. Tῷ ἀγαπήσαντι ἡμᾶς, καὶ λούσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Δισσογραφεῖται τοῦτο πρὸς διάφορον ἔννοιαν. λούεται μὲν γὰρ ὁ τὰς κηλῖδας καὶ τοὺς σπίλους ἀποκαθαιρόμενος. λύεται δὲ ὁ τῶν ἐγκλημάτων ἑαυτοῦ ἀπαλλαττόμενος. προσυπακουστέον δὲ πρὸς τὸ, ἐποίησεν c, τὸ, ὃς, ἀναφορικὸν ἄρθρον, ἴνα ᾖ, ὃς u k πάντα om. B. l μὴ καὶ καθ’ ἑκάστης B. m λέγων om. n ἐξιδιοῦσθαι ταῦτα B. o τούτων B. P ἢ τὸν—ἐμποιοῦντα q Sic B. τῶν λόγων Edd. r κ. ὁ παντοκρ. om. Edd. s Παῦλος δὲ B. t καὶ ὁ μακάριος B. u ἅγιον πνεῦμα B. Χ μόνων B. Y ἐπὶ γῆς B. προιὼν δέ γε B. a τὸν Edd. b ἁγίων αὐτῶν ταγμ. B. c προσυπ. ἑ τῷ ἐπ’. B d ἱν ᾖ ὃς καὶ ἐπ’. B. ἐποίησε. μὴ γὰρ οὕτως ἐξακουομένου, διὰ τὸν σολοικισμὸν· ἡ φράσις ἀχρειωθήσεται. μὴ ἔστω οὖν f πρὸς τὴν προκειμένην δοτικὴν πτῶσιν ἐπιφερομένη ἔννοια g, ἀλλ’ ἐξ εὐθείας ἐπαγομένη. Ἄλλωσ. τοῦ προκειμένου ἐδαφίου τὴν σύνταξιν ὅπως ὀφείλει νοεῖσθαι ἀνελλιπῶς h, τὸ ἐχόμενον παραστήσει. ἐν σχήματι γὰρ τῷ ῥηθησομένῳ ἐξενήνεκται, ὃ καλεῖται ἀλλοίωσις. γίνεται δὲ τοῦτο, ὅτε τῇ προκειμένῃ φράσει ἡ ἐπιφερομένη ἔννοια μὴ ὁμοιοπτώτως τοῖς φθάσασιν ἐπενεχθῇ, ἀλλὰ πρὸς τὴν ἐπαγομένην ἔννοιαν μεταληφθῇ. δοτικῆς γὰρ πτώσεως προλειφθείσης ἐν τῷ, “ λούσαντι ἡμᾶς “ ἐπήγαγε, τὸ, “ ἐποίησεν ἡμᾶς ἐλλειπτικῶς τοῦ ἀναφορικοῦ i ἄρθρου. ἦν γὰρ τὸ ἀνελλειπὲς k οὕτω, “ τῷ λούσαντι “ ἡμᾶς ἐν τῷ αἵματι αὐτοῦ, καὶ ποιήσαντι ἡμᾶς.’ κἂν μὲν ἡ ἐπιφερομένη ἔννοια ὁμοιοπτώτως ἐπήνεκτο οὕτω προαγομένη, ᾧ καὶ ἐποίησεν ἡμᾶς, οὐδὲν νῦν ἡμῖν περὶ τούτου προὔκειτο ζήτημα. ἐνέργειαν δὲ ὑποστήσαντος διὰ “ ἐποίησε, ῥήματος, ἀναγκαίως ἐπ’ εὐθεῖαν πτῶσιν ἀποκλίνομεν, τὸν ἐνεργοῦντα ἐπιποθοῦντες μαθεῖν, τούτου δὲ πῶς ἂν ἐτυγχάνομεν, μὴ τῆς ὀνομαστικῆς πτώσεως παραλαμβανομένης ; δι’ ὅπερ τὸ ἐλλειπὲς ἄρθρον, ἡ ὀνομαστικὴ εὐθεῖα παρέσχεν οὕτως ἐξακούεσθαι ἀνελλειπῶς, ὃς “ καὶ “ ἐποίησεν ἡμᾶς βασιλείαν, οἱονεὶ ἀνήγαγεν ἡμᾶς εἰς βασίλειον δόξαν. ἣν δόξαν, ἡ ἐχομένη ἔγγραφος λέξις ἱκανὴ παραστῆσαι. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος. Ἡ σύνταξις τοῦ ῥητοῦ, ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ἐπάνεισιν οὕτως. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος τῷ ἀγαπήσαντι ἡμᾶς καὶ λούσαντι ἡμᾶς ἐν τῷ ἰδίῳ αἵματι. καὶ πῶς γὰρ οὐκ ἠγάπησεν, ἑαυτὸν δοὺς ἀντίλυτρον ἡμῶν, ὡς ἀμνὸς σφαγιασθεὶς, καὶ τῷ διὰ σταυροῦ αὐτοῦ αὐτοῦ l καὶ ὕδατι λούσας ἡμᾶς, ἤγουν καθαρὰς τὸν τῶν ἁμαρτιῶν ῥύπον ἡμῶν ; καὶ οὐ μέχρι τούτου τὴν εἰς ἡμᾶς αὐτοῦ στήσας εὐεργεσίαν, ἀλλὰ καὶ βασιλείαν ἡμῖν δωρησάμενος ; καὶ τίς ἡ βασιλεία; ὅθεν ἡ δόξα ἡ δοθεῖσα m ἡμῖν παρὰ Χριστοῦ, τοῦ γενέσθαι ἡμᾶς ἱερεῖς τοῦ Θεοῦ καὶ προφήτας, τοὺς οὐδὲν προεισενεγκόντας τῆς τοιαύτης ἐπάξιον n ἀγατῷ e σολυκισμῷ B. f ἔστω οὖν Om. B. g ἐπιφερ. ἡ ἔννοια B. h ἀνελλειπῶς B. i καὶ τοῦ ἀναφορ. B. k ἀνελλιπὲς B. l αἵματι αὐτοῦ B. m ἡ ἐντεῦθεν δοθεῖσα δόξα B. n ἐπάξιον τῆς τοιαύτης B. θοδότου καὶ θείας τῷ ὄντι δωρεᾶς. ἀφ’ ὧν δωρεῶν, οὐ μόνον τῆς ἐν τῷ παρόντι βίῳ ο δόξης ἐπήβολοι, ἀλλὰ καὶ τῆς μελλούσης τυχεῖν εὐέλπιδες καθιστάμεθα. Ἴδου ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς, καὶ οἵ τινες αὐτὸν ἐξεκέντησαν . καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναὶ, ἀμήν. ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ω, λέγει Κύριος ὁ Θεὸς, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Ὁ ἐνταῦθα Ρ, φησὶν, ὡς ἀμνὸς σφαγιασθεὶς, καὶ ἀπὸ τοῦ αἵματος αὐτοῦ λούσας καὶ ἀπολύσας ἡμᾶς τῶν ἁμαρτιῶν, οὗτος q αὐτὸς ἐλεύσεται, οὐχ ὡς τὸ πρῶτον ἐν παραβύστῳ r καὶ συνεσκιασμένως, ὃ καὶ ὁ προφήτης Δαβὶδ διὰ τῆς τοῦ ὑετοῦ ὡς ἐπὶ πόκον ἀψοφητὶ ἠνίξατο καταβάσεως, ἀλλὰ παρρησίᾳ, καὶ φανερῶς ἐν τῇ πατρικῇ δόξῃ s, ὥστε παντὶ ὀφθαλμῷ ὀφθῆναι κριτὴς ἀδέκαστος ἁπάντων. νεφελῶν δὲ κἀνταῦθα λόγος, ὡς ἐν τῇ ἀπὸ γῆς t αὐτοῦ πρὸς οὐρανοὺς ἀνόδῳ u. Λουκᾶς Χ ἐν ταῖς Πράξεσι γράφει νεφέλην τὸν Κύριον ὑπολαβεῖν. Μάρκος δὲ ἐν τῷ ὑπ’ αὐτοῦ γραφέντι εὐαγγελίῳ τὸν Κύριον αὐτὸν εἰσάγει περὶ ἑαυτοῦ λέγοντα. “ καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν “ νεφελῶν τοῦ οὐρανοῦ,’’ τῶν νεφελῶν ἐνταῦθα, εἴτε διὰ τὸ κοῦφον τὰς μεταρσίους καὶ ἀγγελικὰς δηλούντων δυνάμεις, ὡς καὶ Δαβὶδ ὁ θεοπάτωρ νέφη y τὴν ἐπίβασιν αὐτῷ τῷ θείῳ ὑποτιθείς. ἢ καὶ τοὺς θείως καὶ πνευματικῶς ζῆν ἑλομένους ἀνθρώπους δηλῶν, περὶ ὧν καὶ ὁ αὐτὸς οὕτως a φησίν. “ ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ “ αἱ νεφέλαι διῆλθον. καὶ ὁ Ἀμῶς καὶ ῾Ησαΐας περὶ τῶν αὐτῶν. “ τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς νεοσσοὶ ἀετῶν ; ” δῆλον γὰρ ὡς περὶ τῶν θεοφιλῶς βιούντων ταῦτα φησὶ τροπικῶς, ὃ καὶ μᾶλλον παραδεκτέον, εἴγε καὶ τὸ παρὸν ἱκανὸν τεκμηριῶσαι ῥητὸν, μετὰ τῶν νεφελῶν φάσκον ἔρχεσθαι τὸν κριτὴν, ἀλλ’ οὐχ ὑπὸ τῶν νεφελῶν ἐποχούμενον. ᾧτ’ καὶ Παῦλος συνᾴδει, “ ἁρπαγήσεσθαι ο ἐν παρόντι δόξης Edd. P ὁ ἐνταῦθα B. ὁ om. Edd. q οὗτος B. οὕτως Edd. r ἐνπαραβύστως B. s ἐν πατρ. τῇ δόξη B. t ἀπὸ τῆς B. u οὐρανὸν ἀνόδου B. x Λουκᾶς γὰρ Edd. γὰρ om. B. y ἐν νέφει Edd. z θείους B. a οὗτος B. “ ἡμᾶς ἐμπεδῶν, “ εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ” τούς κατὰ Παῦλον δηλαδὴ βεβιωκότας, τοῦ πάντοτε συνεῖναι Κυρίῳ. εἰ δὲ καὶ νεφέλας τῷ ὄντι νοεῖν τισὶ βέλτιον δοκεῖ τοιαύτας a, οἵας καὶ ἐν τῷ Θαβὼρ ὄρει καλύψαι τὸν Κύριον καὶ τοὺς αὐτοῦ μαθητὰς ὁ λόγος θρυλλεῖ b, οὐδὲν περὶ τούτων c διοίσεσθαι δεῖ. ἐρχόμενον δὲ τὸν Κύριον δόξῃ τοιαύτῃ, ὀφθῆναι φησιν ὑπὸ παντὸς ὀφθαλμοῦ, καὶ τῶν τὴν παρουσίαν αὐτοῦ πιστῶς ἐλπισάντων, καὶ τῶν ἀπ’ ἐλπίδος αὐτὴν θεμένων· ὧν τοὺς μὲν εὐφρανθῆναι, τοὺς δὲ κόψεσθαι παγγενῆ. τοὺς δὲ d ἐκκεντήσαντας λέγει e τοὺς κατὰ τὸ σταυρικὸν αὐτοῦ πάθος, ἥλοις τε καὶ τῇ λόγχῃ τρώσαντας αὐτὸν f καὶ σὺν τούτοις, τοὺς ἀπ’ ἐκείνων βλασφήμως αὐτῷ ἐπιτιθεμένους g. τούτοις δὲ τοῖς εἰρημένοις τὸ βέβαιον ἐπιμαρτυρῶν, ἐπεσφράγισε διὰ τοῦ εἰπεῖν h, “ ναὶ καὶ ἀμήν.’’ τοῦ ναὶ μὲν, ἐξ Ἑλληνικῆς συνηθείας τὸ ἀμετάπτωτον τῶν εἰρημένων ἐξακριβοῦντος. τοῦ δὲ ἀμὴν, παρ’ Ἑβραίοις, εἰς τὸ μηδὲν i ἂν γενέσθαι ἐμποδὼν μὴ ἐκβῆναι τὰ ἠπειλημένα, ἐπαγομένου. Ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Ὃν εἴρηκεν ἀνωτέρω, “ ὁ ὣν καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, καὶ νῦν “ὁ παντοκράτωρ k, ” ὃν καὶ οὐκ ἄλλον ἢ τὸν Χριστὸν εἶναι ἐδείκνυμεν, καθ’ ὅσον τὰ θεοπρεπῶς ἐπὶ τοῦ ὑπερουσίως ὄντος ἐν τῇ τριάδι λεγόμενα i, τὰ αὐτὰ πάλιν ἀδιαστάλτως καὶ καθ’ ἑκάστης ἐναρμόττειν τῶν ὑποστάσεων, εὐσεβὲς, ἀλλ’ οὐκ ἀσεβὲς, τοῦτον αὐτὸν αὖθις εἰσάγει μετὰ τὸ τὴν ἐσχάτην ἐπέλευσιν αὐτοῦ γνωρίσαι αὐτῷ, καὶ ὅπως αὕτη ἔσται, ἔτι καὶ ταῦτα γνωρίσαντα. Εγὼ εἰμὶ τὸ ἄλφα καὶ τὸ ὦ. Αλφα διὰ τὸ ἀρχὴν εἶναι, ὅτι καὶ τὸ ἄλφα ἀρχὴ τῶν ἐν γράμματι στοιχείων· ὦ διὰ τὸ τέλος τῶν αὐτῶν. ἀρχὴν δὲ καὶ τέλος τίς οὐκ ἂν ἐννοήσοι τὸ πρῶτος σημαίνεσθαι καὶ τὸ ἔσχατος ; διὰ τοῦ πρῶτος δὲ, τὸ ἄναρχος ἐννοεῖται, ὡς καὶ διὰ a τισὶ κέκριται ταύτας B. b θρυλεῖ B. c τούτου B. d δὲ om. B. του] ἐκκεντησ. δηλονότι κατὰ τὸ ’στ’. πάθ’. B. f τρωσ. αὐτὸν om. B. S ἐπιθεμένους B. h εἰπεῖν om. B. i οὐδὲν εἰς ὑπέρθεσιν τοῦ μὴ ἐκβῆναι ἐπαγ. B. k καὶ νῦν ὁ παντοκράτωρ om. B. l καὶ ἐν τριάδι ὑποστάσεων γνωριζομένου B. τοῦ ἐσχάτου τὸ ἀτελεύτητος. ἐπειδὴ γὰρ οὐκ ἔστι παρὰ ἀνθρώποις ἄναρχόν τι καὶ ἀτελεύτητον, τῇ πη ἡμῖν ἀρχῇ τε καὶ τῷ τέλει ἀντὶ τοῦ ἄναρχος καὶ ἀτελεύτητος κατεχρήσατο. τοῦτο καὶ διὰ Ἡσαΐου ἔλεγεν. “ἐγὼ Κύριος ὁ Θεὸς πρῶτος n, ἐγὼ καὶ μετὰ “ ταῦτα. ” καὶ ἵνα μή τις τὴν ἀρχὴν ἐξ οὐκ ὄντων εἰσαχθῆναι o ὑπολάβοι, ἐπιφέρει νῦν τὸ, “ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.’’ τι δὲ ταῦτα δύναται, εἴρηται, ὅτι ὡς διαιωνίζοντα Ρ κατά τε ἀρχὴν καὶ τέλος· κατ’ ἀρχὴν μὲν 1, ἀνελλειπῶς, κατὰ τέλος δὲ r, ἀδιαδόχως. ὁ δὲ ταῦτα, καὶ παντοκράτωρ, ὡς πάσης κτίσεως αἰσθητῆς κατάρχων καὶ νοητῆς, ὁ συναΐδιος s τῷ Πατρὶ, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα. πρὸ βραχέως δὲ τοῖς ταπεινοτέροις καὶ ἀνθρωπικοῖς ἐνδιατρίβων, νῦν καὶ τῶν θειοτέρων καὶ ἀξιοθέων ἐφάπτεται. ὃ καὶ ἀρχόμενος τῆς προκειμένης πραγματείας ποιεῖ. ἀλλ’ ἐκεῖ μὲν οὐχ οὕτω τρανῶς, ἐνταῦθα δὲ πεπαῤῥησιασμένως, καὶ οἷα εἰκὸς τὸ περὶ τῶν θείων ἐρεῖν, ἐκ τῶν ἁγίων λαβόντα προφητῶν τὸ ἐνδόσιμον. ΚΕΦ. Β. Ὀπτασία ἐν ἧ τὸν Ἰησοῦν ἐθεάσατο ἐν μέσῳ λυχνιῶν ἑπτά. Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν, καὶ κοινωνὸς ἐν τῆ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Χριστῷ Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῆ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. ἐγενόμην ἐν πνεύματι ἐν τῆ κυριακῇ ἡμέρᾳ· καὶ ἤκουσα φωνὴν ὀπίσω μου μεγάλην ὡς σάλπιγγος, λεγούσης. ὃ βλέπεις, γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις, Ἔφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδικείαν. Ἀδελφὸν ἑαυτὸν καὶ κοινωνὸν τῶν θλίψεων καλεῖ, ἃς διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα ὑπὸ τῶν διωκτῶν ἔπασχεν u τῆς n ἐγὼ Θεὸς πρῶτος B. ο εἰσαχθῆναι om. R. P ὡς τὸ διαιωνίζον B. q μὲ, om. B. r δὲ om. B. s ὡς συναιδ. B. t Hinc usque ad finem Cap. mancus est B. u ἔπασχον B. εὐσεβείας. διὸ καὶ αὐτὸν, Πάτμον τὴν νῆσον οἰκεῖν κατακεκρίσθαι. ἀλλ’ ὥσπερ τῶν θλίψεων, οὕτω καὶ τῆς βασιλείας, ἣν αἱ ἐνταῦθα θλίψει ὑπὲρ Χριστοῦ προξενοῦσιν. εἰ κατὰ πάντα οὖν κοινωνὸν ἑαυτὸν δείκνυσιν, εἰκότως ἂν καὶ τὸ ἀξιόπιστον τῶν ἑωραμένων αὐτῷ καὶ ἀκουσθέντων σχοίη. Διὰ τὸν λόγον τοῦ Θεοῦ. Λόγον φησὶ τοῦ Θεοῦ καὶ μαρτυρίαν τὸ Εὐαγγέλιον ὃ ἔγραψεν. ἐξόριστον δὲ αὐτὸν γενέσθαι ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ, Εὐσέβιος ὁ Παμφίλου ἐν τῷ Χρονικῷ αὐτοῦ βιβλίῳ παρατίθεται. Ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρα, καὶ ἤκουσα φωνήν. Πρόσκειται τὸ “ ἐν πνεύματι, τῷ μηδὲν ἐμφαίνειν ἐνεργεῖσθαι y τῆς ἀνθρωπίνης ἐχόμενον χρείας, ἀλλὰ τῶν θείᾳ κατοχῇ κατειλημμένων. ἐν ἡμέρᾳ δὲ κυριακῇ, τῆς ἀναστάσεως Χριστοῦ μνημόσυνον φερούσης, ἀφ’ οὗ καὶ εἰκὸς οὐδὲν z τῶν πρὸς νεαρὰν τεινόντων ἀσχολίαν τῷ χρηματισμῷ πεπραγματεῦσθαι. “φωνὴν δὲ ὡς σάλπιγγος’’ ὀπισθακουσθῆναι a, εἰς τὸ διάπυρόν τε καὶ διαπρύσιον τῆς ἀπηχήσεως χρεωστικῶς εἰς πᾶσαν ἐκκλησίαν δοθῆναι. ἑπτὰ δὲ μόναι ἐκκλησίαι αἷς προστάσσεται γράψας τὰ βλεπόμενα διαπέμψαι, οὐχ ὅτι τοσαῦται αἱ ἐν Ἀσίᾳ πόλεις, ἀλλ’ ἐν ἐκείναις προστάσσεται τοῦτο ποιεῖν, ὡς κατηκόοις γενομέναις τοῦ εὐαγγελικοῦ κηρύγματος. ἣ καὶ, ὡς πλατύτερον εἴρηται περὶ τούτων,) διὰ τὸ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ τῷ παρόντι φθαρτῷ αἰῶνι σύστοιχον, καταντῶντος δηλαδὴ εἰς τὸν σαββατισμὸν καὶ τοῦ μέλλοντος αἰῶνος. διὸ καὶ ἑπτὰ οὐρανοὺς, καὶ Ἀγγέλους ἑπτὰ τῶν ἄλλων προύχοντας, ὁ μέγας Εἰρήναιος ὁ Λουγδόνου ἐπίσκοπος ἔγραψεν. Ἅλλωσ. Τὸ βλέπειν καὶ ἀκούειν παρὰ τοῖς θείοις προφήταις, οὐκ αἰσθήσεως ἐνεργείας νοεῖν δεῖ, ἀλλὰ θειοτέρας ἐμφάσεις. περὶ ὢν καὶ ὁ Ἀμὼς, καὶ ὁ ῾Ησαΐας φησίν. “ ἔθηκέ με πρωὶ· πρωὶ ὠτίον x αἱ ὑπὲρ Χρ. B. γ ἐνηργεῖσθαι B. z ὅτι οὐδὲν εἰκός B. a Hinc mutilus est B. usque ad v. 16. “ ἀκούειν. καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.” τοῦτο δὲ οὐ τοῦ κατὰ σάρκα ἀνθρώπου, ἀλλὰ τοῦ κατὰ πνεῦμα. ὃς καὶ μεμελημένος Θεῷ καὶ ἄρχων ἁπάσης τῆς αἰσθητικῆς κτίσεως διατελεῖν εἴωθεν. ἐδιπλασίασε δὲ ὁ προφήτης τὸ πρωὶ ἐνταῦθα, ὥσπερ καὶ πη ἑτέροις προφήταις τὸ πρωὶ· “ εἰσάκουσον ” φάσκουσι “τῆς φωνῆς “ μοῦ, καὶ τὸ πρωῒ παραστήσομαι σοι, καὶ τὸ “πρὸς πρωὶ· πρωῒ,”) οὐ μάτην, ἀλλὰ τὴν ἄγαν σπουδὴν διὰ τοῦ καιροῦ παριστὰς, ᾧτ’ δὴ καιρῷ, καὶ αἱ θεῖαι ἐνέργειαι εἰώθασιν ἐμφιλοχωρεῖν. Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις μετ’ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον Υἱῷ ἀνθρώπου, ἐνδεδυμένον ποδήρη· καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσῆν. ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ, ὡς ἔριον λευκὸν, ὡς χιών. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς φλὸξ πυρός. καὶ οἱ πόδες αὐτοῦ, ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι. καὶ ἡ φωνὴ αὐτοῦ, ὡς φωνὴ ὑδάτων πολλῶν. καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά. καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη. καὶ ἡ ὄψις αὐτοῦ ὡς ἥλιος φαίνει ἐν τῆ δυνάμει αὐτοῦ. Ὅτι οὐκ αἰσθητὴ ἡ φωνὴ, ἀλλ’ οἷαι αἱ τῶν προφητῶν τῷ ἡγεμονικῷ πνεύματι διατυπώσεις, δηλοῖ λέγων, “ ἐπέστρεψα,’’ οὐ τοῦ ἀκοῦσαι, ἀλλὰ τοῦ βλέψαι. ταὐτὸν γὰρ ἡ πνευματικὴ ἀκοὴ τῆ βλέψει, εἴτουν ὁράσει. διὸ καὶ τὴν φωνὴν λαλεῖν πρὸς αὐτὸν εἴρηκεν, ἀντὶ τοῦ διατυποῦν ὑποκείμενον. συνξακουστέον δὲ τούτοις τὸ ἄρθρον εἰς ἐντέλειαν τοῦ νοήματος· ἱν ᾖ, τὴν φωνὴν τοῦ ὅστις ἐλάλει μετ’ ἐμοῦ. οὐ γὰρ ἡ φωνὴ ἡ ὁρατὴ, ἀλλ’ ὁ λαλῶν. οἱονεὶ, οὑ ἡ φωνὴ ἐλάλει μετ’ ἐμοῦ, τοῦτον ἐπέστρεψα βλέπειν. οὕτω γὰρ συνταττόμενον τὸ ῥητὸν, σαφὲς ἃν καὶ ἀνελλειπὲς εἴη. Ἑπτὰ λυχνίας. Αἱ ἑπτὰ λυχνίαι ὡσαύτως, ὡς προιὼν ἐρεῖ, αἱ ἑπτὰ ἐκκλησίαι εἰσὶν, πρὸς ἃς καὶ διακελεύεται γράφειν. λυχνίας δὲ ἀυτὰς ὠνόμασεν οὐ λύχνους, ὡς τῆς λυχνίας οἰκεῖον φῶς οὐκ ἐχούσης, ἀλλ’ ὄχημα μόνον οὔσης τοῦ λύχνου ὃς ἔχει τὸ φῶς. διὸ καὶ ὁ ἱερὸς Ἀπόστολος Παῦλος παραινεῖ τοῖς συμμόρφοις Χριστοῦ διδασκάλοις, “γίνεσθαι ὡς φωστῆρας ἐν κόσμῳ, λόγον ζωῆς “ ἐπέχοντας, ” τουτέστι, δεξαμένους ὑπὸ τοῦ βρύοντος Χριστοῦ τὸ ἀκήρατον φῶς. πρὸς ὃν εἴρηται τὸ, “ φωτίζεις σὺ θαυμαστῶς ἀπὸ “ ὀρέων αἰωνίων,” ἀγγελικῶν ἴσως δυνάμεων. καὶ “ ἐξαπόστειλον τὸ “ φῶς σου καὶ τὴν ἀλήθειάν σου, καὶ “ ὁ φωτισμὸς τοῦ προσώπου “ σου Κύριε ” τοῦ φωτίζοντος τοὺς πιστοὺς νοητῶς. μετόχους οὖν γενομένους τοιούτου φωτὸς, φωτίζειν προτρέπεται αὐτοὺς τῷ τῆς θεογνωσίας φωτί. Χρυσᾶς. Χρυσᾶς φησὶ χρηματίσαι τὰς λυχνίας, διὰ τὸ τίμιον καὶ ὑπεραῖρον τῶν ἀξιωθέντων δέξασθαι τὸ θεῖον σέλας. οἳ καὶ φωφστῆρες κατὰ τὸν Παῦλον ἐκλήθησαν λόγον ζωῆς ἔχοντες· ὥσπερ καὶ αἱ λυχνίαι ὄχημα λύχνων οὖσαι, αὐταὶ μὲν ἐξ ἑαυτῶν οὐκ ἔχουσι φῶς, κοινωνοὶ δέ πὼς εἰσὶ τῶν φωτίζειν ἀφ’ ἑαυτῶν λαχόντων. Καὶ ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν ὅμοιον Υἱῷ ἀνθρώπου. Ὡς ἐπαγγειλάμενον δηλαδὴ ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐν ἡμῖν, τὸν καὶ ἑαυτὸν δι’ ἡμᾶς ταπεινώσαντα ἄχρι τῆς τοῦ δούλου μορφῆς, καὶ γενόμενον καρπὸν γαστρὸς τῆς ἀπειρογάμου μητρός. ποδήρει δὲ αὐτὸν περιεστάλθαι καὶ περιεζῶσθαι πρὸς τοῖς μαστοῖς, “ ὡς ἱερέα,’’ φησὶ, “ κατὰ τὴν τάξιν Μελχισεδὲκ,” οὐ κατὰ τὴν τάξιν Ἀαρών· ἐπεὶ μὴ κατὰ τὸν Μωϋσέως νόμον ἡ ἀπ’ αὐτοῦ παραδεδομένη ἡμῖν λατρεία, ἀλλὰ “ κατὰ τὴν Μελχισεδὲκ “ τάξιν’’ νεαράν. περὶ οὗ καὶ Παῦλος ὁ θεῖος εἴρηκεν, ἀρχιερέα καὶ Ἀπόστολον δεδόσθαι ἡμῖν Χριστὸν ἱερουργοῦντα ἑαυτὸν, προσάγοντα τῷ Πατρὶ καὶ τῷ Πνεύματι τὴν ἡμετέραν τῆς πίστεως ὁμολογίαν. Καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς. Πρὸς τοῖς μαστοῖς δὲ περιεζωσμένον, ἀλλ’ οὐ πρὸς τῇ ὀσφύι; ὅτι μηδὲ ἐπιβατὸς οὗτος ταῖς ὑπὸ γαστρὶ ὀρέξεσιν, ἃς περιεσφίγχθαι τοῖς ἄλλοις ἀνθρώποις σωτήριον. διὰ τοῦτο οὐδὲ πρὸς τῷ μὴ ἀπροσίτῳ ταύταις μορίῳ διὰ τὸν τούτῳ συμπεφυκότα κἂν ὑπὲρ λόγον Θεὸν, πρὸς τῷ στήθει δὲ καὶ τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας καὶ θείας ὀργῆς ἡ φιλανθρωπία συνέχηται, καὶ ἡ τὰς δύο διαθήκας, ἤτοι τοὺς δεσποτικοὺς μαζοὺς ζωννῦσα, δειχθῇ ἀλήθεια, δι’ ὧν καὶ οἱ πιστοὶ τρέφονται. περὶ οὗ καὶ εἴρηται. “ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφῦν αὐτοῦ, καὶ ἀλη- “ θείᾳ ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ.’’ δικαιοσύνῃ δὲ τὴν ὀσφῦν, τῷ μὴ ὑπερβάθμιον τῆς λογικῆς φέρεσθαι φύσεως. ἀληθείᾳ δὲ ἠλεῖφθαι τὰς πλευρὰς ὡσεὶ ἐλαίῳ θείῳ, τῷ τὸ ἀληθὲς τῆς περὶ τὸ οἰκεῖον πλάσμα φιλανθρωπίας παρρησιάζειν. Ζώνην χρυσῆν. Χρυσῆν τὴν ζώνην ὁρᾷ, τῶν κατὰ τὸν νόμον ἱερέων φάρεσι πεποικιλμένοις χρωμένων. ἔδει γὰρ τὸ διάφορον φανῆναι δούλων καὶ σκιώδους νόμου, καὶ τῆς ἀληθείας. Ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαί. Τὸ γὰρ κατὰ Χριστὸν μυστήριον τιμαλφὲς, καὶ εἰ νέον τῇ ἐπιφανείᾳ καὶ δι’ ἡμᾶς, ἀλλὰ προαιώνιον τῇ εὐδοκίᾳ. διὸ καὶ Παῦλός φησι περὶ αὐτοῦ. “ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ “ τῶν αἰώνων, νῦν δὲ φανερωθὲν τοῖς ἁγίοις αὐτοῦ. τοῦτο ὃ ἡ πολιὰ θρὶξ καὶ ὡσεὶ χιὼν ὑποσημαίνει. Ὡς φλὸξ δὲ πυρὸς οἱ ὀφθαλμοὶ αὐτοῦ. Ἢ τὸ φωτοειδὲς παραδηλοῦντες ὥσπερ ἡ φλόξ. διὸ καὶ ὁ Χριστός φησιν, “ ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.’’ ἣ τὸ καυστικόν τε καὶ τιμωρητικὸν ἀπειλοῦντες κατὰ τῶν ἐκκλησιῶν, αἷς τὰ τῆς Ἀποκαλύψεως διαπέμπεται, ὡς οὐ τέλεον τοῖς αὐτῷ νόμοις ἀκολουθούσαις. Καὶ οἱ πόδες αὐτοῦ, ὅμοιοι χαλκολιβάνῳ. Πόδας ἔχοντα τὸν θεάνθρωπου Ἰησοῦν ἀκουστέον ἀκολούθως τῷ θείῳ τῶν λόγων ἀνδρὶ Γρηγορίῳ, ὅτι μηδὲ γυμνῇ τῇ θεότητι ἡμῖν ἐπεδήμησεν, ἀλλὰ διὰ σαρκός. διὰ μὲν τοῦ χαλκοῦ χρυσοειδοῦς ὄντως τῆς θείας φύσεως δηλουμένης, καὶ διὰ τὸ ἠχητικὸν, τοῦ κηρύγματος ἐκλαμβανομένου. πόδας δὲ τοῦ Χριστοῦ καὶ θεμελίους τῆς ἐκκλησίας, καὶ τοὺς θείους Ἀποστόλους καθαροὺς μὲν καὶ αὐτοὺς τῷ πυρὶ τῶν πειρασμῶν ἀναφανέντας, εἰ καὶ πρὸ τούτου μετρίως. ἀλλ’ ὥσπερ ὁ διδάσκαλος Χριστὸς τῇ τῶν Ἰουδαίων ἀπειθείᾳ, οὕτω καὶ αὐτοὶ τῇ τῶν ἐθνῶν ἀγριότητι τὸ δοκίμιον ἑαυτῶν ὡς διὰ πυρὸς ἐπιδεδειγμένοι εἰσίν. ὅτι δὲ καὶ ὁ Χριστὸς θεμέλιος, Κορινθίοις ὁ θεῖος γράφων Παῦλος, ἐχέγγυος τῷ λόγῳ πιστώσασθαι, “θεμέλιον” φάσκων “ ἄλλον οὐδεὶς δύναται “ θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός. χαλκολίβανον δὲ, εἴτε τὸν ἐν τῷ Λιβάνῳ τῷ ὄρει μεταλλευόμενον, ἐπειδὴ τούτῳ ἀφωμοίωται ὁ ἐνανθρωπήσας, φησὶν, εἴτε καὶ τὸν χαλκοειδῆ λίβανον νοητέον, ὃν ἰατρῶν παῖδες ἄρρενα καλοῦσιν, εὐώδεις καὶ αὐτὸν πυρὶ ὁμιλοῦντα ἀτμοὺς ἀποπέμποντα. καὶ ὅτι εὐώδεις καὶ Χριστὸς καὶ οἱ αὐτοῦ θεῖοι Ἀπόστολοι, ἡ ἐν ᾄσμασι νύμφη παραστῆσαι, “ ὀσμὴ φάσκουσα “ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώ- “ ματα.” καὶ αὐτὸς ὁ νυμφίος Χριστὸς πρὸς τὴν νύμφην περὶ ἑαυτοῦ λέγων, “ἐγὼ ἄνθος τοῦ πεδίου καὶ κρίνον τῶν κοιλάδων. καὶ οὕτω μὲν ὁ Χριστός. εὐώδεις δὲ καὶ οἱ τούτου Ἀπόστολοι. διὸ καὶ Παῦλος, “Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἀπολλυμέ- “ νοις.” ὡς ὑδάτων δὲ πολλῶν ἀπηχεῖσθαι τὴν φωνὴν εἰκότως φησί. κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ καὶ τοῦ Πνεύματος, ἀφ’ οὗ τῆς ἐνεργείας “ καὶ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτῷ ἔρρευσαν, κατὰ τὸν προφητικὸν λόγον. “ καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται, καὶ ποτιεῖ τὸν “ χειμάρρουν τῶν σχοίνων.” οἶκον δὲ Θεοῦ, τίς ἀμφιβάλοι μὴ τοὺς ἀξίως τῆς τοῦ θείου Πνεύματος ἐνεργείας ἑαυτοὺς παρεσκευακότας, ὑπὸ τοῦτον εἰρῆσθαι, οἱ καὶ εἰρήκασιν ἑαυτοὺς εἶναι ναοὺς Θεοῦ καὶ μέλη ἐκ μέρους ; οὐκ ἄλλος, μὲν οὖν, ἢ ὁ ταῦτα τὰ θεῖα καὶ ἱερὰ λόγια ἀγνοήσας ἑκών. καὶ τὸ διαπρύσιον δὲ τῆς εἰς πᾶσαν τὴν γῆν ἀπηχήσεως τίς ἀθετήσει ; εἰ μή που ὁ χοιρώδης καὶ ὁ τὰς πνευματικὰς καὶ θείας ἐλλάμψεις αἰσθητῶς ἀπαιτῶν ἐνεργεῖσθαι. Καὶ ἔχων ἐν τῆ δοξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτά. Τοὺς ἑπτὰ τούτους ἀστέρας Ἀγγέλους αὐτὸς οὗτος προιὼν ἑρμηνεύσει, οὓς καὶ ἑκάστῃ ἐκκλησίᾳ ἐπιστατεῖν ἐρεῖ. καὶ Γρηγόριος ὁ θεῖος ἐν τῷ Συντακτηρίῳ αὐτοῦ λόγῳ τὸ αὐτὸ διαγορεύει, ἐκ ταύτης τῆς Ἀποκαλύψεως Ἰωάννου ἕλκων εἰς ἡμᾶς τὴν πειθώ. ἀστέρας δὲ καλεῖ τοὺς Ἀγγέλους διὰ τὴν δαψιλῆ φωτοχυσίαν τὴν· ἐν αὐτοῖς τοῦ Χριστοῦ. τοὺς αὐτοὺς καὶ τῆς δεξιᾶς χειρὸς ἀξιοῦσθαι τῆς κατοχῆς φησὶ, τῇ τιμιωτάτῃ στάσει οἱονεὶ ἐπαναπαυομένους. ἐκ τοῦ στόματος δὲ τὴν ῥομφαίαν τὴν δίστομον ἐκπορεύεσθαι, καί τοι τοῦ θεοπάτορος ἐπὶ τὸν μηρὸν τὸν δυνατὸν περιζώσασθαι ταύτην ἐντελλομένου, ὅτι μήπω κατ’ ἐκεῖνο καιροῦ τοῖς παραβάταις τῶν εὐαγγελικῶν νόμων ἡ ἐκδίκησις ἐπεπαίδευτο. καὶ οὗτος δὲ, ἵνα τὴν ἀναβολὴν παραστήσῃ τῆς τιμωρίας, ἐπὶ τοῦ μηροῦ τέως τὴν ῥομφαίαν αἰωρεῖ. νῦν δὲ ἡ ἐκ τοῦ στόματος ἐκπορευομένη ῥομφαία, τὸ ἑτοιμότατον ὑπαινίττεται τῶν ἐν τῇ νέᾳ διαθήκῃ ἀνηκόως διακειμένων εἰς ἀπαραίτητον ψυχῆς κίνδυνον ὀξέως ἐφορμώντων πρὸς διχοτομίαν δηλονότι. ἣν καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις ὑπέφηνε, διχοτομηθῆναι c τὸν ἀμελῆ δοῦλον ἀπειλῶν. καὶ Παῦλος d “ ζῶντά φησι “ τὸν τοῦ Θεοῦ τιμωρητικὸν λόγον καὶ ἐνεργῆ, καὶ τομώτερον “ παρὰ ῥομφαίας e, ἅτε ἐκ τοῦ στόματος ἐκπορευόμενον, καὶ δι- “ ϊκνούμενον ἄχρις f ὀστέων καὶ μυελῶν,’’ οὐκ αἰσθητῶς μέντοι. ὅθεν καὶ ὀξεῖα αὕτη τῷ ᾿Ιωάννῃ ἀναγέγραπται, ὅπερ εἰς ταὐτὸν φέρει τῇ τομωτάτῃ Παύλου ῥομφαίᾳ. ὡς ἥλιον δὲ φαίνειν τῇ δυνάμει αὐτὸν, ἐπεὶ καὶ “ἥλιός ἐστι δικαιοσύνης κατὰ Μαλαχίαν τὸν προφήτην, φήτην, “ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. οὐχ ὡς σῶμα δὲ φωτίζει g διαφανὲς αἰσθητῶς, ἀλλὰ νοητῶς. διὸ καὶ ἐπήγαγε, “ τῇ δυνάμει αὐτοῦ,’’ ὡσεὶ ἔλεγεν, ὅτι τὸ φῶς h τοῦ Χριστοῦ δυνάμει ἐνεργεῖ, οὐκ ὄψιν σωματικῶς, ψυχῆς δὲ νοητῶς καταλάμπον ὀφθαλμούς. Καὶ ὅτε εἶδον αὐτὸν, ἔπεσον πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός. καὶ ἔθηκε τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμὲ, λέγων. μὴ φοβοῦ, ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς, καὶ ἰδοὺ, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. καὶ ἔχω τὰς κλεῖδας τοῦ θανάτου καὶ τοῦ ἅδου. Ἔθος τοῖς ἁγίοις προφήταις ὁρῶσιν ὀπτασίαν, καταπλήττεσθαι b ἐφορμῶντα B. c διχοτομῆσαι B. d Παῦλος δὲ B. e πάσης ῥομφαίας B. f ἄχρι B. g φωτίζειν B. h οἱονεὶ τὸ φῶς B. εἰς παράτασιν1 τῆς ἀνθρωπίνης εὐτελείας, καὶ τοῦ, ὅσον τὰ θεῖα τῶν ἀνθρωπίνων κατὰ τὸ κρεῖττον καθυπερτερεῖ καὶ ὑπερανέστηκεν ὅπερ Ἰησοῦς ὁ τοῦ Ναυῆ πέπονθε, καὶ Δανιὴλ ὁ τῶν ἐπιθυμιῶν ἀνὴρ, ὁ μὲν πρὸς τὸν ἀρχιστράτηγον τῆς τοῦ Κυρίου δυνάμεως, ὁ δὲ ἐπὶ ταῖς ὁραθείσαις αὐτῷ ὀπτασίαις. οὐκοῦν παραπλήσιόν τι τούτοις καὶ νῦν ὁ Εὐαγγελιστὴς ὑποστὰς, ἀνερρῶσθαί, φησι, τῆς σωτηρίου δεξιᾶς m τοῦ Υἱοῦ τοῦ Θεοῦ ἁπτομένης αὐτοῦ, μετὰ παρακλήσεως τὸν πρὸς αὐτὸν n θεῖον αὑτοῦ γόγον o, οἷον πρῶτον p καὶ ἔσχατον ἐμφανίζοντος q· πρῶτον τῇ θείᾳ φύσει, ἔσχατον τῷ σωτηρίῳ ἡμῖν αὐτοῦ παρουσίᾳ· καὶ ζῶντα, εἰ καὶ δι’ ἡμᾶς νεκρωθέντα, ἀλλ’ οὖν ζῶντα καὶ τὰς κλεῖς ἔχοντα τοῦ θανάτου καὶ τοῦ ᾅδου. ὡς οὖν τοιοῦτον ἔχοντα βοηθὸν r, κελεύει s μὴ φοβεῖσθαι, μηδ’ ἐν αὑτῷ προανακείμενον t τῷ ζῶντι εἰς ἀτελευτήτους αἰῶνας ὑποστείλασθαι u, ἀλλὰ γράφειν ἀνυποστόλως ἃ εἶδε, καὶ ἃ εἰσὶ, καὶ ἃ μέλλει ἔρχεσθαι, οἱονεὶ τὰ παρελθόντα καὶ ἐνεστῶτα. ταῦτα γὰρ τῶν ὄντων, ἀλλ’ οὐ τῶν εἰς ἀνυπαρξίαν κεχωρηκότων. μετὰ τούτων δὲ, καὶ ἃ μέλλει γίνεσθαι πρὸς γνῶσιν τῶν μετερχομένων. Μῆ φοβοῦ. Καταπλαγεὶς τῇ θέᾳ ὁ Εὐαγγελιστὴς, καὶ ὡς νεκρὸς ὑποτεθεὶς τῷ ὁρωμένῳ πρὸς τοὺς πόδας, ἀκοῦσαι φησὶ, μὴ φοβοῦ, ὡς οὐκ ἃν ἰσχύσας x ζῆν ὁ ἱερὸς Ἰωάννης ἐκ τῆς καταπλήξεως, μὴ τῆς σωτηρίου δεξιᾶς ἁψαμένης αὐτοῦ, τῆς πλεῖστα μόνῃ τῇ ἁφῇ ἐργασαμένης θαυμάσια. ἐγὼ γάρ εἰμι, φησὶν y, ὁ ἐπὶ σωτηρίᾳ πάντων ὑμῶν ἐπ’ ἐσχάτων καιρῶν συναναστραφεὶς ὑμῖν κατὰ σαρκὸς, καὶ πρωτότοκος πάσης κτίσεως. πῶς οὖν οἷον τέ σε παθεῖν τι κακὸν ἐκ τῆς ἐπιφανείας μου ; εἰ γὰρ ζῶν, καὶ πηγὴ ζωῆς ὑπάρχων, εἰ δὲ z καὶ δι’ ὑμᾶς ἐγενόμην νεκρὸς, ἀλλ’ αὖθις ἀνεβίων πατήσας τὸν θάνατον,) πῶς οἷόν τέ σε τὸν ζῶντα, δι’ ἐμὲ καὶ τὴν ἐμὴν ὀπτασίαν γενέσθαι νεκρόν ; εἰ δὲ καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου, διὸ καὶ ζωογονῶ καὶ κατάγω εἰς ᾅδου καὶ ἀνάγω, καὶ “ ἐμού a “ εἰσιν,” ὡς ὁ προφήτης φησὶν, “αἱ διέξοδοι τοῦ θανάτου,’) οὐκ ἃν i παράστασιν B. k ἀνέστηκεν Edd. m τῇ σωτηρίᾳ δεξιᾷ ἁπτομένης μου. B. ἐμὲ B. o θείων αὐτοῦ λόγων B. πρῶτον αὐτὸν B. q ἐνεφάνιζον B. r ἔχοντα τὴν κυρίαν B. s κελεύει om. B. t μηδὲν ἐμοὶ προσανακείμενός φησι B. “ ὑποστείλασθαι om. B. x ἴσχυσεν B. y φησὶν om. B. z δὲ om. B. a ἐμαὶ B. τοὺς ἐμοὺς προσκυνητὰς πρὸ τοῦ καθήκοντος παραπέμψω τῷ θανάτῳ, ἃν μὴ γράψαι ὑποθῶμαι τὰ γνώσεως ἄξια. Γράψον ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα. τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧν εἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς. οἱ ἑπτὰ ἀστέρες Ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσί. καὶ αἱ λυχνίαι αἱ ἑπτὰ, ἑπτὰ ἐκκλησίαι εἰσί. Τὰ ὁραθέντα b τῷ ἁγίῳ, τὰ μὲν ἤδη γεγόνασιν, ἃ καὶ πέρας ἤδη ἔχοντα c ἐτύγχανον κατὰ καιρὸν, οὐ μέν τοι d καὶ εἰς ἀνυπαρξίαν οὖν συγκεχωρηκότα. διὸ καὶ περὶ αὐτῶν εἶπεν, “ ἅ ἐστι e.” τὰ δὲ ἕτοιμα παρελθεῖν, τὰ δὲ μέλλει γίνεσθαι, ὡς προιὼν ὁ λόγος ἐρεῖ. Τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων. Ἐπεὶ διεσάφησεν αὐτῷ τινές τε f οἱ ἑπτὰ ἀστέρες καὶ οἱ λύχνοι καὶ αἱ λυχνίαι, τούτου χάριν καὶ ἃ δεῖ g πρὸς ἑκάστην εἰπεῖν ἐκκλησίαν συνετίζεται. ἀστέρας δὲ τοὺς Ἀγγέλους τοὺς τῶν ἐκκλησιῶν ἐφόρους καλεῖ, ὡς ἐξ αὐτοῦ τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ φῶς χορηγουμένους. ὅπερ καί τις τῶν θύραθεν h σοφῶν περὶ τοῦ αἰσθητοῦ ἡλίου ἐδόξασεν, ὡς ἐξ αὐτοῦ τοὺς ἀστέρας τὸ φῶς λαμβάνοντας. λύχνους δὲ τοὺς τὸν Χριστοῦ φωτισμὸν ἱεροὺς ἄνδρας καταπλουτεῖν τεταγμένους, καὶ τὸν τῆς ἀγνωσίας σκότον τοῦ παρόντος βίου διασκεδάζοντας. λυχνίας δὲ τὰς ἐκκλησίας ὡς τῶν φωστήρων. διδάσκαλοι δὲ οὗτοι κατὰ Παῦλον, λόγον ζωῆς ἐπέχοντες. χρυσαῖ δὲ πᾶσαι διὰ τὸ ἀκίβδηλόν τε καὶ τίμιον τῆς ἐν αὐταῖς πίστεως. ἑκάστῃ δὲ ὅτι Ἄγγελος ἐπιστατεῖ, καὶ ὁ θεόλογος Γρηγόριος, ὡς ἔφημεν, παραθέμενος ἐπιστώσατο. ἐπεὶ δὲ ταῦτα ἐφανέρωσε k, καὶ ἃ δεῖ l πρὸς ἑκάστην τῶν ἐκκλησιῶν τὸν ταῦτα θεοκλυτούμενον m διαμαρτύρασθαι, ἐπιφέρει λοιπὸν, καὶ ὅπως τὴν μὲν τέλεον ἔξω βαίνουσαν τοῦ θείου σκοποῦ αἰτιάσασθαι χρὴ, ἐπαινέσαι δὲ τοὺς τοῦ εὐαγγελίου δρόμου συλλόγους ἐπιδιορθώσασθαι δὲ τὰς ἐν μέρει πταιούσας τοῖς κατ’ ἀλλήλων o νουθε- b Εἴσι τῶν ὁραθέντων B. c πέρας ἔσχεν B. d οὐ μὴν οὐ μέντοι B. e ἅ εἰσι, τὰ δὲ παρῆν B. f τινές τε εἰσιν B. S Edd. δὴ. h θύραθε B. i ὄχημα Edd. k ἐφανέρωσε om. B. l δὴ Edd. m τῶν ταῦτα θεοκλυτουμένων Edd. n εὐαγγελικοῦ λόγου συνδρόμους B. ο καταλλήλοις, B. σιῶν φαρμάκοις διαπεμψάμενον. καὶ τίς ὁ ταῦτα θεσπίζων, ἀλλ’ ἢ “ ὁ πάντας θέλων ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείαν “ ἐλθεῖν ;” καὶ τίνι ταῦτα καταμηνύσας q ; τῷ θεσπεσίῳ Εὐαγγελιστῇ Ἰωάννῃ διὰ τῆς μετὰ χεῖρα Ἀποκαλύψεως. Οἱ ἑπτὰ ἀστέρες, Ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσι. Δἰ Ἀγγέλου τῇ ἐκκλησίᾳ διαλέγεται, ὅπερ r ἄν τις διὰ παιδαγωγοῦ ἐλέγετο ἂν s τῷ παιδαγωγουμένῳ, εἰδὼς ὡς οἰκειοῦσθαι φιλεῖ τὰ τοῦ μαθητοῦ ὁ διδάσκαλος, εἴτε κατορθώματα, εἴτε ἡττήματα. εἰκὸς t δὲ καὶ διὰ τῶν ἑπτὰ ἀστέρων τῶν ἐν τῇ δεξιᾷ τοῦ χρηματίζοντος ταῦτα, τὴν τοῦ παντὸς διακόσμησιν δηλοῦν ἐν τῇ δεξιᾷ Χριστοῦ κειμένην, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον, “ ἐν τῇ χειρὶ “ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν.’’ ΚΕΦ. Γ. Τὰ γεγραμμένα πρὸς τὸν τῆς ᾿Εφεσίων σίων ἐκκλησίας Ἄγγελον. Τῷ Ἀγγέλῳ τῆς ἐν Ἐφέσω ἐκκλησίας γράψον, τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν. οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακοὺς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους εἶναι, καὶ οὐκ καὶ εὗρες αὐτοὺς ψευδεῖς· καὶ ὑπομονὴν ἔχεις· καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας. Ἄγγελον τῆς Ἐφέσου, τὴν ἐν αὐτῇ ἐκκλησίαν λέγει. οὐ γὰρ ὁ προστατῶν Ἄγγελος ἡμαρτήκει, ὥστε δεῖν u ἀκοῦσαι, μετανόησον, ὁ δι’ ἁγιότητα ἐν τῇ δεξιᾷ τοῦ Κυρίου ὑπάρχων ἀστὴρ x ὣν, καὶ δεῖγμα τοῦτο φέρων τῆς κατὰ τὴν αὐτοῦ φύσιν y ἐκ καθαρότητος φωτοειδοῦς μαρμαρυγῆς. τίς δὲ καὶ χρεία γράφειν τῷ ἐν τῇ δεξιᾷ τοῦ διαλεγομένου παρόντι ; ὃς καὶ οὐδὲ αἰσθητῆς P ἐπιγν. ἀληθ. σωθῆναι B. q καταμηνῦσαι B. B. ὥσπερ B. s ἐλέγετο ἂν om. B. t εἰκὼς B. u ὡς δεῖς B. x καὶ ἀστὴρ B. y αὐτὴν φύσιν B. ἀκοῆς οἷα νοερὸς ὣν δεόμενος ἦν ; εἶτα καὶ ὅτι προιὼν οὗτος ὁ τῆς ὀπτασίας z ὑφηγητὴς ἅγιος οὐ τοῖς Ἀγγέλοις φησὶν, ἀλλὰ ταῖς ἐκκλησίαις, τί λέγει τὸ Πνεῦμα τὸ Ἅγιον ἀκούειν a, οὐκ ἄδηλόν ἐστι. καθὰ δεῖ b κἀν τοῖς λοιποῖς νοεῖν c τοῦ προκειμένου τοῦδε βιβλίου, ἔνθα ἂν εὑρίσκηται, γράψον τάδε τῷ Ἀγγέλῳ τῆσδε τῆς ἐκκλησίας, ὅτι οὐ τῷ Ἀγγέλῳ, ἀλλὰ περὶ τῆς ἐκκλησίας τοὺς λόγους διακελεύεται γράφειν, ὡσαύτως φανερόν d. Ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν. Ὅμοιον τούτῳ τὸ e εἰπεῖν, τάδε λέγειν ὁ περιέπων καὶ διακρατῶν, καὶ συνέχων τούς τε οὐρανίους f Ἀγγέλους καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους. οὗτοι γὰρ g οἱ ἑπτὰ ἀστέρες, ὡς ἤδη εἴρηται, καὶ αἱ χρυσαῖ λυχνίαι καὶ λύχνοι, ὧν ἐν μέσῳ ὁ ἐνοικεῖν αὐτοῖς καὶ ἐμπεριπατεῖν ἐπαγγειλάμενος Κύριος. Οἶδα τὰ ἔργα σου. οἶδα, καὶ οὐδέν με λέληθέν, φησι h, τὸν καταμόνας πλάσαντα 1 τὰς καρδίας ὑμῶν, τὸν συνιέντα εἰς πάντα ἔργα i ὑμῶν, καὶ ὅτι τῶν πονηρῶν οὐ δύνασαι k ἀκοῦσαι μισοπόνηρος οὖσα, καὶ ὅτι ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς Ἀποστόλους, καὶ εὗρες αὐτοὺς ψευδαποστόλους. θεῖον γὰρ πληροῦντες οἱ ἐν Ἐφέσῳ παράγγελμα, τὸ φάσκον, μὴ παντὶ πνεύματι πιστεύειν, ἀλλὰ δοκιμάζειν, τουτέστι, τὸ δοθὲν αὐτοῖς διδασκαλικὸν ἀξίωμα, εἰ κατὰ τὴν εὐαγγελικήν ἐστι διάταξιν, ἐν αὐτοσκεύῳ τῇ χρείᾳ συστελλόμενοι l διετέλουν m, ἀλλ’ οὐχὶ βρώμασι καὶ πότοις καὶ γάμοις βακχευόμενοι n, καὶ τὸν ἀπολαυστικὸν βίον τοῦ ἐγκρατοῦς ἐπίπροσθεν φέροντες o, οἷοι οἱ P περὶ Κήρινθον συνχρονίσαντες τῷ Ἀποστόλῳ καὶ Εὐαγγελιστῇ, νόθων δογμάτων καταγγελεῖς. Καὶ ὑπομονὴν ἔχεις. Εκοπίασάς φησι, καὶ ὑπέμεινας, εἰς μηδὲν ἀποκαρτερήσας q τῶν ἐπιφυέντων διὰ τὸ ὄνομά μου, καὶ μάλα πρεπόντως. εἴρηται γὰρ, “ ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν z ἐκκλησίας Edd. a ἀκούειν om. Edd. b καθὰ δεῖ om. Edd. c νοεῖν om. Edd. d ὡσαύτως φὰν. om. B. e τοῦτο τῷ B. f Edd. ἀνθρωπίνους. g οὗτοι γὰρ, ὡς ἤδη εἴρηται B. h οὐδέν μέ φησι λέληθε B. i τὰ ἔργα B. k ὅτι βαστάσαι βαστάσαι κακοὺς B. l συστελλόμενον B. m διετέλουν om. B. n βακχευόμενον B. o ἐπίπροσθε φέρον B. p ὁποῖοι B. q ἀποκαρτερήσασα B. νόμον τοῦ Χριστοῦ. εἰκὸς γὰρ παρὰ τῶν ψευδαποστόλων ἐπηρείας αὐτοῖς ἐπενεχθῆναι, οἷς ἀνταποδοῦναι οὐδ’ ὅλως ἐμελέτησεν r, ἀλλ’ ὡς μελῶν παρειμένων ἠνέσχετο. Καὶ ἐβάστασας. “Ἐβάστασας,” ἀντὶ τοῦ ἠνέσχου. “οὐκ ἐκοπίασας” δε, άντί τοῦ οὐκ ἀπεκαρτέρησας, οἱονεὶ, οὐκ ἀπηγόρευσας, οὐ προδέδωκας, οὐκ ἐλιποτάκτησας διὰ τὸ ὄνομά μου. “ ὄνομα’’ δὲ, τὴν δόξαν, τὸ κλέος φησὶν, ὡς καὶ ἐπὶ τοῦ, “θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ s” καὶ πῶς οὐ Κλεοῦς μεστὸν, τὸ τοὺς Χριστιανοὺς μὴ ἀντιδιδόναι σπεύδειν κακὸν ἀντὶ κακοῦ ; ὡς καὶ Παῦλος ὁ θεῖος παραινεῖ, “ μὴ γίνεσθε, φάσκων, “ ἑτεροζυγοῦντες ἀπίστους.’’ Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτὴν ἀφῆκας. μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησν, καὶ τὰ πρῶτα ἔργα ποίησον. εἰ δὲ μὴ, ἔρχομαί σοι ταχύ. καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου. Ἐν δυσὶ τὴν ἐκκλησίαν ἀποδεχόμενος, τῆς ὑπομονῆς τοῦ ἄχθους λέγω, καὶ τῆς τοῦ κόπου τῶν ἀντιδιατιθεμένων ἀζηλίας, ἑνὸς τούτου μέμφεται, ὃ καὶ μέσον θεὶς ἑκατέρων, τοῦ κόπου φημὶ καὶ τῆς ὑπομονῆς τὴν τὴν πρὸς τοὺς κακοὺς ἐπῄνεσεν ἀλλοτρίωσιν μετὰ τοῦ πειράσαι καὶ τοὺς ψευδαποστόλους καὶ τὴν τῶν Νικολαϊτῶν αἰσχρουργίαν. ἐμέμψατο δὲ καὶ τῆς πρὸς τοὺς πλησίον χορηγίας τὴν ὀλιγωρίαν, ἣν αὖθις ἀνακαλέσασθαι ἐπισκήπτει, τὰ πρῶτα, φάσκων, ἔργα ποίησον ἐν δικαιοσύνῃ. οὐ γάρ με λανθάνει, φησὶν, οὔτε τὰ πρῶτά σου τῶν πράξεων ἀγαθὰ, οὔτε ὅτι τὴν εἰς τοὺς δεομένους ἀγάπην u ἐνέκοψας. ἐπάνελθε οὖν διδαχθεῖσα παρὰ ἐμοῦ τί x ἐνέλειψας. Ἐρχομαί σοι ταχύ. Τὸ ἔρχομαι, οὐ μεταβατικὴν δηλοῖ κίνησιν τοῦ πάντα πληροῦντος Θεοῦ, ἀλλὰ τὴν ἐκ μακροθυμίας y πρὸς κόλασιν ἐπιστρο- r οὐδόλως ἐμέλησεν B s ἐν πάση τῆ γῆ om. Edd. t ὡς Παῦλος B. u ἀγάπην σου B. x Edd. ὅτι. y Sic B. ῥαθυμίας Edd. φῆν. κίνησις δὲ ἐκκλησίας ἡ τῆς θείας χάριτός ἐστι γύμνωσις, δι’ ἣν ἐν σάλῳ καὶ κλύδωνι ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ τῶν ὑπουργούντων αὐτοῖς μιαρῶν ἀνθρώπων γίνεται ἡ ᾿Εκκλησία, ὥστε καὶ λέγειν τοὺς ταύτην συγκροτοῦντας ἀνθρώπους z, “ ἐταράχθη ἐν “ θυμῷ ὁ ὀφθαλμός μου, καὶ, ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί.’’ Ἀλλὰ τοῦτό, φησιν, ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν. Μεταξὺ τῶν λυπηρῶν τίθησι a καὶ τὰ πρὸς εὐθυμίαν ἄγοντα, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ b τὰ τῆς Ἐκκλησίας. φησὶν οὖν, ὅτι μετανοίᾳ c σε εὐεπιχείρητον καταλαμβάνω, ἀφ’ ὧν σύνδρομον ἔχω σε τοῦ μίσους μου τοῦ περὶ τοὺς Νικολαΐτας. οὗτοι δὲ παρονομάζονται ἀπὸ Νικολάου ἑνὸς τῶν ἑπτὰ διακόνων. καὶ τίνες δὲ ἦσαν d τὴν αἰσχρουργίαν, Ἐπιφανίου τοῦ ἐκ Κύπρου θείου ἀνδρὸς ἡ τῶν Παναρίων αὐτοῦ βίβλος δηλώσει. Ἄλλωσ. Κίνησιν λυχνίας τινὲς, καὶ τὸν ἱερατικὸν e τῆς Ἐφέσου θρόνον ὑπέλαβον, Κωνσταντινουπόλει τὰ πρεσβεῖα ἑαυτῆς ἐπιδοῦσα. Τοῦτό, φησιν, ἀγαθὸν ἔχεις τὸ μισεῖν τὰ ἔργα τῶν Νικολαϊτῶν· ταῦτα μὲν ὁ χρηματισμὸς, εἶτα τὸ ἀφ’ ἑαυτοῦ τίθησιν, “ ὁ ἔχων “ οὖς ἀκουσάτω τι τὸ Πνεῦμα λέγει ταῖς ᾿Εκκλησίαις f.” Ὁ ἔχων οὖς ἀκουσάτω. Σαρκικὸν οὖς πᾶς ἄνθρωπος ἔχει, πνεύματ’ ἷκόν δὲ ὁ θεοφορούμενος. ὅπερ τῷ ῾Ησαΐᾳ προστέθειται καὶ τῷ θεοπάτοροι Δαβὶδ εὐήκοον γενέσθαι, ἀφ’ οὗ καὶ εὐχαρίστως διατιθέμενος μελῳδεῖ, “ εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, οἱονεὶ οἷς ἀκοὴ τὸ ἐπαινετὸν φέρει, τούτοις κἀμοῦ τὸν πόθον ἀφωμοιώσατο ἀφωμοιώσατο g τὸ Πνεῦμα δὲ ταῦτα λέγειν φησὶν, ἣ ὅτι πνευματικῶς ἐνηργεῖτο παριστῶν τὰ τῆς Ἀποκαλύψεως, ἣ Πνεῦμα τὸν Χριστόν φησι, καθό ἐστι καὶ νοεῖται Θεὸς, ὥσπερ ἀμέλει καὶ Υἱὸς ἀνθρώπου χρηματίζει, καθό ἐστιν ἄνθρωπος καὶ νοεῖται. καὶ ὅτι Πνεῦμα λέγεται ὁ Θεὸς, αὐτοῦ τοῦ Χριστοῦ πρὸς τὴν Σαμαρεῖτιν παριστῶσι h λόγοι, “ πνεῦμα’’ ἀγορεύοντος i “ ὁ Θεὸς, καὶ τοὺς προσ- z ὑπὸ τῶν τῆς, πονηρίας ἀνθρ. γίνεται ὥστε τοὺς τ. συγκροτ. λέγ’. Edd. a τίθεις Edd. b καταποθεῖ B. c μετανοίας B. d καί τινες τὴν αἰσχρουργίαν B. e ἀρχιερατικὸν B. f Hoc Schol. qiio carent Edd. dedi e Cod. g S ἀφοσιώσατο B. h παριστῶντες B. i διαγορεύοντες B. “ κυνοῦντας αὐτὸν k ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ τὰ ἑξῆς. καὶ τί τὸ Πνεῦμα λέγει ; Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς. “ Νικῶντι,’’ τὸν πρὸς τοὺς δαίμονας πόλεμον, ὃς διὰ τῶν συμφύτων ἡμῖν παθῶν ἀνερεθίζεσθαι εἴωθεν. “ ξύλον δὲ ζωῆς l ” τροπικῶς, τὸ m ἐν μέσῳ τοῦ Παραδείσου, καὶ Παράδεισον τὴν μακαρίαν καὶ αἰωνίζουσαν n ἐκληπτέον ζωὴν, ἐν ᾗ σοφίας ἄφθονος χύσις, περὶ ἧς καὶ Σολομῶν φησι o. “ ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις “ αὐτῆς.’’ ὁ δὲ παρὼν Εὐαγγελιστὴς περὶ τοῦ Χριστοῦ P φησὶν, ὅτι αὐτός ἐστιν ὁ Θεὸς καὶ ζωὴ ἡ αἰώνιος οὗ ἐν τῷ Παρείη, τῇ μελλούσῃ ἀτελευτήτῳ ζωῇ ἐν ἀπολαύσει οἱ ἅγιοι γενήσονται. Τοῦ Θεοῦ μου. Μή τις ἀκούων ταῦτα σκανδαλιζέσθω. πρέπει γὰρ τὰ ταπεινὰ πάντα τῇ δι’ ἡμᾶς σωτηρίῳ ἡμῖν τοῦ θεανθρώπου οἰκονομίᾳ. ἐπεὶ καὶ ἐν Εὐαγγελίοις φησὶν ὁ αὐτός· “ ἀναβαίνω πρὸς τὸν Πατέρα “ μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὡς τοῦ μὲν φύσει, τῶν δὲ θέσει. ΚΕΦ. Δ. Τὰ δηλωθέντα τῷ ἐν τῇ Σμυρναίων ἐκκλησίᾳ Ἀγγέλῳ. Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Σμύρνη ἐκκλησίας γράψον. τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν. οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ. καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσὶν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. k αὐτῷ B. l ζωῆς om. Edd. m τὸ om. B. n διαιωνίζουσαν B. ο φησὶ om. B. P τὸν Χριστόν φησιν B. q ζωὴ αἰώνιος B. r Ὅτι οὐκ Ἀγγέλῳ τὰ προστάγματα ταῦτα, ἀλλὰ τῷ ἀθροίσματι τῶν πιστῶν ἐστὶν ἣ ᾿Εκκλησίᾳ, διεσαφεῖται ἤδη. Σύνταξις τῶν προειρημένων κατὰ μικρὰς παραφράσεις καὶ τῶν ἐλλείπων ἀναπληρώσεως σαφηνείας χάριν, ταῦτα χρήματ’ ἵζει ὁ προαιώνιος τῇ φύσει, καὶ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν διὰ φιλανθρωπίαν ἄνθρωπος Ἰησοῦς Χριστός. δι’ ἣν φιλανθρωπίαν πεῖραν ἠνέσχετο θανάτου τριημέρου, καὶ ἀνέστη εἰς παλινζωΐαν ἡμᾶς ἐπελπίζων ἀνελλιπῆ. Πρῶτος καὶ ἔσχατος ὁ Χριστὸς, ὡς Θεὸς καὶ ἄνθρωπος. πρῶτος τῇ θείᾳ φύσει, ἔσχατος, ὡς δι’ ἡμᾶς ἐπ’ ἐσχάτων s ἄνθρωπος γενόμενος. καὶ νεκρὸς δὲ ὁ αὐτὸς τριήμερος, καὶ αὖθις ἀνοίξας ἡμῖν διὰ τῆς αὐτοῦ ἀναστάσεως ὁδὸν t τῆς ζωῆς. καὶ τι φησιν οὗτος “ οἶδά σου σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἃ δι’ ἐμὲ ὑπομένεις, ὑπὸ τῶν ἀπίστων μαστιζόμενος καὶ τῶν ὑπαρχόντων στερούμενος. μὴ οὑν ἐν τῷ θλίβεσθαι καὶ πτωχεύειν εἴπῃς καὶ αὐτός. “ τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ ἔγνως, ἐταπεινώ- “ σαμεν τὰς ψυχὰς ἑαυτῶν, καὶ οὐ προσέσχες ; ” εἰ γὰρ καὶ ταῦτα, ἀλλὰ πλούσιος εἶ’, ἐν τοῖς πνευματικοῖς τὸν θησαυρὸν ἔχων κεκρυμμένον ἐν τῷ ἀγρῷ τῆς καρδίας σου, ὅς ἐστιν ὁ Χριστός· δι’ ὃν καὶ πλούσιος εἶ, ὡς τοῦτον ἔχων σκεπαστὴν, ὃς καὶ αὐτὸς πλούσιος ὣν, ἐπτώχευσε δι’ ἡμᾶς. Οἶδά σου τὰ ἔργα. Δηλαδὴ τὰ χρηστὰ καὶ τὴν διὰ ταῦτα θλίψιν ἱν καὶ πτωχείαν, τὴν διὰ φθόνον ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου βλασφήμων Ἰουδαίων ἐπαγομένην ὑμῖν. οἱ τινες Ἰουδαῖοι ὀνόματι μόνον u, τῇ δὲ ἀληθείᾳ συναγωγὴ τοῦ διαβόλου εἰσίν. ἀλλὰ κἂν ἐξ ἐπηρείας πτωχεύῃς, ἐμοὶ ἀνακείμενος τῷ πάντων x ἀγαθῶν πρυτάνει, πλούσιος εἶ. διόπερ μηδὲν φοβοῦ τῶν μελλόντων σοι ἐπενεχθῆναι ἀπὸ τῶν συνεργῶν τοῦ διαβόλου θλιβερῶν ἐγκλεισμῶν φυλακῆς καὶ πειρασμῶν ἄλλων y, ὣν ἐφήμερος ἡ ἐπιφορὰ, καὶ ὅσον εἰ καὶ ἡμερῶν δέκα ἐξισουμένη ; γίνου οὖν καρτερικὸς καὶ μὴ ἐκλυόμενος μέχρι θανάτου, ὑπὲρ ὧν λήψῃ τὸν στέφανον τῆς ζωῆς. r Hoc et seq. Schol. carent Edd. dedi ex Cod. B. s ἔσχατον Edd. t τὴν ὁδὸν B. u ὀνόματι μόνον Ἰουδαῖοι B. x τῶν πάντων B. γ ἐγκλεισμῶν φυλ. καὶ πειρ. ἄλλων add. ex B. Καὶ τὴν βλασφημίαν. Κατὰ κοινοῦ τὸ, “ οἶδά σου, ἵνα ἐξακούηται οὕτως. οἶδά σου τὰ ἔργα, οἶδα καὶ τὴν βλασφημίαν τῶν τῷ λόγῳ μὲν Ἰουδαίων, ἔργῳ δὲ συναγωγῆς τοῦ Σατανᾶ. οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ, καὶ τῇ περιτομῇ τῆς καρδίας, ὁ διὰ τῆς z τοῦ φαινομένου περιβλητοῦ τῷ γεννητικῷ μορίῳ δέρματος a ἀφαιρέσεως τοῦ ὑλικοῦ τοῦδε παντὸς βίου ἀλλοτριούμενον b ἑαυτὸν αἰνιττόμενος, καὶ πρὸς τὰ θεῖα c τῇ ψυχῇ ἐνσκευαζόμενον d. εἰ γὰρ Ἰούδας μὲν ἐξομολόγησις ἑρμηνεύεται, Ἰσραὴλ δὲ νοῦς ὁρῶν Θεὸν, πάντως οἱ ἀληθεῖς Ιουδαῖοι καὶ ᾿Ισραὴλ οὗτοι εἰσὶν, οἱ Χριστῷ ἐξομολογούμενοι, ἤγουν εὐχαριστοῦντες ἀνθ’ ὧν μεγάλα εὐεργέθημεν τῇ διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς e ἐπιδημίᾳ. τοῦτο γὰρ ἡ ἐξομολόγησις δηλοῦν βούλεται. Ἰσραὴλ δὲ, ὃς f νῷ Θεὸν ὁρᾷ ἠξιωμένος g, μηδενὶ τῶν ἀσχολεῖν εἰωθότων ἐπιπροσθούμενος h. οὐκοῦν οὐδὲ Ἰουδαῖοι οὔτε i Ἰσραὴλ οἱ τῇ ἀπιστίᾳ ἐμμένοντες k ἀνεπιστρόφως, ἀλλὰ βλασφημοῦντες συναγωγὴν ἑαυτοὺς ἀποφαίνουσι τοῦ Σατανᾶ ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα, ἅτε καὶ στρατηγουμένους l ὑπ’ αὐτοῦ. m Ἀλλὰ μὴ φοβεῖσθαι, φησὶν, ἃ γὰρ μέλλεις κακοπαθεῖν, εἰς ὀλίγον χρόνον τούτων ἡ θλίψις, καὶ οὐδ’ ὅσον δέκα ἡμέραις παραμετρεῖσθαι ἀξία. ὅτι δοκίμιον ὑμῖν τοῦτο δίδοται τῆς πίστεως· διὸ καὶ ὁ Θεὸς συνεργεῖ. δοκίμους μὲν ὑμᾶς ἀποφαίνων, τὸν δὲ διάβολον καταισχύνων, οὗ ἐνεργείᾳ οἱ κακοποιοὶ ἐπιτίθενται τοῖς εὐσεβέσι. δεῖ δὲ καρτερεῖν ἄχρι θανάτου εἰς ἀντάμειψιν στεφάνων ζωῆς. διὸ καὶ εἴρηται, “ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθή- “ σεται,’’ οὐχ ὁ ῥίψασπις καὶ πρὸς τοὺς ἀγῶνας μαλακίᾳ ἐνδούς. Ὁ ἔχων οὖς ἀκουσάτω. Ὁ τῆ πνευματικῇ συγκροτούμενος αἰσθήσει, καὶ νικῶν τὰ πνευματικὰ τῆς πονηρίας, ἀκουσάτω τοῦ πρὸς νίκην τούτων ἐπαλείφοντος θείου Πνεύματος. z τῷ διὰ τοῦ B. a δέρματος om. B. b ἀλλοτριοῦν αἰνιττομένου B. c τὸ πρὸς τὰ θεῖα B. d ἐπηλήθη ψυχῇ ἐνσκευαζόμενον περιαιρεῖν B. e τῇ πρὸς ἡμᾶς αὐτοῦ διὰ σαρκὸς. f οἳ B. g ἠξιωμένοι B. h ἐπιπροσθούμενοι B. i οὕτος B. k ἐμμεμενηκότες B. l στρατηγούμενοι B. m Hsec et seq. Schol, quibus carent Edd. dedi e Cod. B. Ὁ νικῶ n οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. Ἀκριβὲς τὸ εἰρημένον, ὅτι δύο θανάτων ἀνθρώποις ὄντων, πρώτου τοῦ φυσικοῦ, ὅς ἐστι χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, κατὰ τὴν δικαίαν καὶ ἀπαραίτητον ἀπόφανσιν o τοῦ παντοκράτορος Θεοῦ, τὴν, “ ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.’ τοῦτον τὸν θάνατον ἀνυπερθέτως, πάντες ἄνθρωποι P δίκαιοι καὶ ἁμαρτωλοὶ μέτιμεν. δευτέρου δὲ πάλιν θανάτου καὶ ὀλεθριωτέρου, τοῦ δι’ ἁμαρτίας ὄντος, ὂν τὸ τῆς ἀκολάστου q καὶ σαρκικῆς καὶ ἡδυπαθοῦς ζωῆς δέλεαρ τοῖς r ἀνθρώποις οἶδε πορίζειν. διὸ s καὶ ὁ Κύριος τοὺς ταύτην μεταδιώκοντας νεκροὺς ὀνομάζει, ὅταν φῆ, “ ἄφετε τοὺς “ νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.’’ τοῦτον τὸν θάνατον, τὴν ἐμπαθῆ λέγω ζωὴν,) ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ τῆς γεέννης εἰς ἀδιάλειπτον θανάτου u.