ΚΕΦ. ΙΕ. Λύσις τῆς τρίτης σφραγῖδος, δηλοῦσα τῶν μὴ παγίως πεπιστευκότων Χριστῷ τὴν ἔκπτωσιν. Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζώου λέγοντος, ἔρχου καὶ ἴδε. καὶ ἰδοὺ ἵππος μέλας. καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν, ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγουσαν, χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου. καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς. Tρίτον ζῶον ὁ ἄνθρωπος ἐνταῦθα λέγεται, τὴν τῶν ἀνθρώπων δηλῶν ἔκπτωσιν. καὶ διὰ τοῦτο κρείττονα τῆς ἐκπτώσεως c ἐπεισερχομένην ἔχον τὴν κόλασιν. ἕτεροι δὲ, ὡς προείρηται, τὴν λύσιν τῆς τρίτης σφραγῖδος τὴν εἰς ἡμᾶς ἐλεημοσύνην Χριστοῦ φασὶ παραδηλοῦν, ὃς d οὐκ ἰσοῤῥόπῳ e ταῖς ἀνομίαις ἡμῶν χρησάμενος f τῇ ἀντιδόσει πρὸς τοὺς τὴν ἀποστροφὴν κατακριθέντας, ἀλλὰ ταῖς σωτηριώδεσιν αὐτοῦ διδασκαλίαις καὶ θεοσημείαις εὐεργετήσας ἡμᾶς, ἐπίδοσιν παρέσχε τῆς τοῦ διαβόλου καταλύσεως. ἔγνωμεν g γὰρ δι’ αὐτῶν τίς ὁ φύσει Θεὸς καὶ ἀληθινὸς, καὶ μὴ ὦμεν παντὶ ἀνέμῳ ἅτε νήπιοι κλυδωνιζόμενοι τῆς διδασκαλίας, καὶ ἐκεῖνα σεβόμεθα, ἃ αἱ χεῖρές ἡμῶν ἐποίησαν, τοὺς φθοροποιοὺς δαίμονας ἀνταλλαξόμενοι τῆς δόξης τοῦ Θεοῦ. ἡ γὰρ διδασκάλιά τοῦ Σωτῆρος ἡμῶν Θεοῦ πάντας εἵλκυσεν ὡς ζύμη ἄλευρον τοὺς μαθητευομένους κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ τῶν θαυμάτων ἀπολαύοντας, ἅπερ τὰς ψυχὰς μᾶλλον ἴασατο τῶν * * * Καὶ ἰδοὺ ἵππος μέλας. Ὁ μέλας ἵππος κατηφείας σύμβολον καὶ πένθους, ἐπιταθείσης τῆς τοῦ διαβόλου καθαιρέσεως ταῖς θείαις παιδαγωγίαις, καὶ διὰ τοῦτο πενθοῦντος τὴν ἑαυτοῦ λύσιν διὰ τῶν μαρτυρικῶν αἱματῶν κατακλυσθέντος, τοῦ ἐπὶ τοσούτοις χρόνοις τῆς ἀνθρωπίνης φύσεως c τῇ ἐκπτώσει B. d ὃς om. B. e ἰσόρροπον B. f χρησαμένου B. χρησάμενον Edd. g Hic fin. Schol. Edd. κεκρατηκότος. ὁ δὲ ζυγὸς, ἰσότητός ἐστι καὶ δικαιοσύνης αἴνιγμα. “ἐκάθισας γάρ,’’ φησιν ὁ Δαβὶδ, “ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.” h τὸν μέλανα ἵππον πένθους μὲν καὶ κατηφείας ὡς δηλωτικόν· ἀλλὰ πένθους, οὐ τοῦ τετυραννηκότος, ὡς ἔφθημεν παραθέμενοι, τῶν δὲ ἠπατημένων καὶ τῆς εἰς Χριστὸν πίστεως ἐκπεσόντων διὰ τὸ τῶν κολάσεων ἀφόρητον, ἣ διὰ τὴν πρόσκαιρον τοῦ ἐλεεινοῦ τούτου βίου ἀπόλαυσιν. τὸν δὲ ζυγὸν δοκιμαστὴν εἶναι τῶντε δι’ εὐκολίαν γνώμης ἣ κενοδοξίαν τὸ ἔκπτωτον παθόντων, ἣ δι’ ἀσθένειαν σώματος τῷ ἀνυποίστῳ τῶν βασανιστηρίων τῆς εἰς Χριστὸν πίστεως ἀποσεσυλημένων· ἐπεὶ καὶ οὕτω τινὲς ἐδοκίμασαν τὸ διὰ τοῦ μέλανος ἵππου πένθους ὄντος συμβόλου, κατὰ διαφορὰν τῶν τῷ πενθεῖν ὑποβαλλομένων τὸ ῥητὸν ἀναπτύξαι· ἀμφότερα δὲ παρεθέμην τῇ τῶν ἐντυγχανόντων ἀρκεσθεὶς ἀπροσπαθεῖ κρίσει καὶ ἀναλλοιώτῳ. Ἄλλωσ. Ὁ ζυγὸς οὖν, σύμβολον τῆς τοῦ Θεοῦ δικαιοκρισίας. διὸ καὶ ἐπῆλθεν ἀνθρώποις παῤῥνσιᾶσθαι, ἐν τῷ φάσκειν, “ ἐποί- “ ἤσας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. ἐπετίμησας ἔθνεσι καὶ “ ἀπώλετο ὁ ἀσεβὴς.” ἀσεβὴς ὁ διάβολος, ὁ τούτων τυραννικῶς κατακρατήσας. i Ὅπως γνῶμεν τὰ ἔθνη ὅτι ἄνθρωποι λόγῳ τετιμημένοι ἔσμεν, καὶ οὐχὶ ὡς κτήνη ἐν κημῷ καὶ χαλινῷ ἑλκόμενοι καὶ βουκολούμενοι ὑπὸ τῶν τυραννούντων ἡμᾶς δαιμόνων. τινὰ τῶν ἀντιγράφων, “ φωνὴν,” ἔχουσιν “ ἤκουσα” τὸ ὁμοιωματικὸν “ ὡς” ἀθετούντων. οὐ πάνυ δὲ ἀκριβὴς ἡ ἀθέτησις, εἰ μὴ καὶ χρησίμως τὸ ὁμοιωματικὸν τῇ τοῦ ὁράματος ὑποθέσει ἐπιζητούμενον. ἐπεὶ γὰρ ούκ ἐνέργεια πραγμάτων ὑφεστώτων τὰ χρηματιζόμενα, ἐμφάσεις δὲ καὶ τύποι καὶ σύμβολα, εἰκότως ἃν καὶ τὸ “ ὡς” ἐπιζητεῖσθαι τῇ ὑποθέσει, ὡς συμβαῖνον, ἤγουν τὸ σύμφωνον, ἀποφερόμενον. ἄλλωστε καὶ ὅτι οὐδὲ εὐσημότερον τὸ λέγειν φωνὴν τοῦ ἀνεὺ τοῦ ὁμοιωματικοῦ προϊόντος,οἱον,“ἤκουσα φωνὴν λέγουσαν.” λεκτὸν γὰρ οὔσα ἡ φωνὴ, τι ἃν ἄλλο καὶ παρ’ ἑαυτὴν ἀποτελοίη. ἀλλ’ εἴπερ ἄρα τις ἐνίεται τὸ οὕτω κεῖσθαι φωνὴν λέγουσαν, οὐ κατὰ σκοποῦ προίοι οὗτος. λέγεται γὰρ ἡ φωνὴ, οὐχὶ δὲ λέγει· διὸ καὶ λεκτὸν εἴρηται ὡς ἐνέργημα τυγχάνουσα τοῦ λαλοῦντος· οὐκ h Hæc usque ad Sch. fin. om. Edd. i Hoc Sch. om. ἂν δὲ τὸ ἀποτέλεσμα καὶ τοιοῦτον ὃν πρὸς παράστασιν τινὸς ἐνεργούμενον h ἤδη καὶ αὐτοτελὲς ὁμοῖόν τι ἑαυτῷ ποιοῦν, τὸ μηδὲ ἐν ὑπάρξει ὄν· ἀλλ’ ἅμα τῇ προαγωγῇ διὰ τὴν χρείαν ἀφανιζόμενον· διόπερ εἰ μέλλει ἐπὶ χώρας ἐᾶσθαι τὸ “φωνὴν” οὐχὶ τὸ λέγουσαν. ἀλλὰ τὸ μὴ δηλοῦσαν, ἀντὶ τοῦ λέγουσαν παραληπτέον. Χοῖνιξ σίτου δηναρίου. Τὸ τὸν σῖτον τιμιουλκεῖσθαι i, λιμοῦ δεῖγμα. ὃν καὶ γεγενῆσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἔστι δὲ καὶ τροπικῶς, σῖτον τοὺς νομίμως ἀθλήσαντας διὰ Χριστὸν ἐννοεῖν, οἳ καὶ δηναρίου ἐκρίθησαν ἄξιοι, ὡς τῆς δοθείσης αὐτοῖς θείας εἰκόνος ἀκριβεῖς φύλακες καταστάντες. τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς, τοὺς κτηνοπρεπῶς τοῖς δικασταῖς δι’ ἀνανδρίαν ψυχῆς καὶ ἀναλόγως k μετανοήσαντας ὕστερον, καὶ τὴν ρυπωσαν εἰκόνα δάκρυσιν ἀποπλύναντας. τρεῖς δὲ χοίνικες οὗτοι δηναρίου ἑνὸς ἐτιμήθησαν, ὡς τοῦ ἑνὸς Χριστοῦ τῇ τριημέρῳ αὐτοῦ ταφῇ ὑπὲρ τοῦ κόσμου παντὸς τοῦ l ταῖς ἁμαρτίαις τὴν θείαν εἰκόνα δοθεῖσαν αὐτῷ ῥυπώσαντος. αὐτὸς μὲν γὰρ m ἐν ᾅδου διατρίψας, τὴν πρώτην ὑπὲρ τῶν πρὸ τοῦ Μωϋσέως νόμου ἡμαρτηκότων, τὴν δευτέραν, ὑπὲρ τῶν ἐν τῷ νόμῳ. καὶ γὰρ εἰ καὶ μετάνοιαν τινὲς ὑπεδείξαντο τῶν ἀτόπως αὐτοῖς πραχθέντων n ταύτην ἐνάμιλλον ἀντιστήσαντες τὴν μετάνοιαν, ἀλλ’ οὔπω o σαφῆ τὴν συγχώρησιν ἠλπικότες, τοῦ δυναμένου ταύτην παρασχεῖν οὐχ ἑωραμένου, οὔπω ταύτης ἐπέτυχον. διὰ τοῦτο μὲν καὶ ἡ δευτέρα ἐν ᾅδου διατριβή. ἡ τρίτη δὲ, καθ’ ἣν καὶ ἀνέστη, ὅτι μηδὲ τῇ διαφθορᾷ κρατηθῆναι οἷόν τε τὴν αὐτοζωήν Ρ. διόπερ ἐν τῷ καιρῷ τοῦ κατάρξαι τὴν διαφθορὰν ἡ ἀφθαρσία ἀντεισηνέχθη, πλατύτερον τούτων καὶ σαφέστερον προδιείληπται. q Tινὲς σῖτον οὐ τὸν αἰσθητὸν, ὃς πρὸς τροφὴν σωματικὴν συντελει, ἤκουσαν· οὗ καὶ ἡ σπάνις λιμὸν αἰσθητὸν ἐμποιεῖ, ἀλλὰ σῖτον τὸν διδασκαλικὸν ἐξεδέξαντο λόγον, ὃς καὶ σπέρμα εἴρηται τροπολογικῶς παρὰ τῇ γραφῇ· ὡς ὅταν Μαρθαῖος γραφῇ· “ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ’’ τὸν Εὐαγγε- h Sic. i μειουλκεῖσθαι Edd. k ἀναλόγως δὲ B. l τοῦ om. B. m μὲν γὰρ om. B. n πεπραγμένων Edd. ο Sic B. ὅμως Edd. ρ Sic B. αὐτοῦ ζωήν Edd. q Om. Edd. λικὸν φάσκων λόγον εἰς σπόρον μεταβαλών· ὥσπερ καὶ οἱ λέγοντες πρὸς τὸν Κύριον αὐτῶν οἱ τῶν δούλων εὐνούστατοι, “ Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ ; πόθεν οὖν ἔχει ζιζάνια;” ἐπεὶ δὲ τοῦ σπέρματος τὸ μέν ἐστι σῖτος, τὸ δὲ κριθὴ, σῖτος ὁ Εὐαγγελικὸς ἃν εἴη καὶ σωτήριος λόγος, καὶ πρέπων q ἀνδράσι τελείοις τοῖς τὰ αἰσθητήρια ἔχουσι γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ. κριθὴ δὲ ἡ Μωϋσέως νομοθεσία, ία, ἅτε ὥσπερ ἡ κριθὴ προακμάσασα τοῦ σίτου, οὕτω r καὶ αὐτὴ τοῦ Εὐαγγελικοῦ κηρύγματος, καὶ τρέφουσα τοὺς κτηνωδεστέρους s ἀνθρώπους, τοὺς διακειμένους t περὶ τὰ θεῖα Ἰσραηλίτας. φησὶν οὖν ὁ χρηματίζων ἐν μέσῳ τῶν τεσσάρων ζώων, δηναρίου μὲν ἀποδόσθαι u τὸν χοίνικα τοῦ σίτου, τριῶν δὲ τῆς κριθῆς, ὡς τοῦ Εὐαγγελικοῦ κηρύγματος ἀπορωτερου ὄντος παρασοχὴν v διὰ τὸ τοῦ βιβλίου ἀκριβές. w διὸ καὶ βιασταῖς εἰς ἅρπαγμα προκεῖσθαι ἑνὸς μόνου ἀπεμπολουμένου δηναρίου. ὁ τὴν ἐξ ἀρχῆς ἐγχαραχθεῖσαν εἰκόνα τοῖς ἐκζητοῦσι παρέχεται ὁ τοῦ σίτου χοῖνιξ· τρεῖς δὲ χοίνικες δηναρίου· ἀγαπητὸν γὰρ τοῖς δημιωδέστερον τῷ κηρύγματι προσερχομένους Χριστοῦ, κἀν εἰ κατὰ τὴν Μωσαϊκὴν εἰσαγωγικὴν τήρησιν διαβιῶεν, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος ἐμμορφωθεῖσαν αὐτοῖς θείαν ἐπιφερομένους εἰκόνα. καὶ ἵνα τὸ πλῆθος οὕτω διαβιώσκειν δηλωθῇ τῷ τὴν ἀρχὴν τοῦ πλήθους εἰσηγουμένῳ ἀριθμῷ, τῷ τρία φημὶ, ὑπεσημάνθη· ἡ σπάνις δὲ τῆς τροφίμου ζωῆς, ἣν ἃν καὶ Βούλης σπάνιν τῆς Εὐαγγελικῆς κατὰ τὸ ἀνώτερον ὑπὸ τοῦ Κυρίου ὑφηγουμένης ζωῆς, ὡς δῆλον ἀπὸ τοῦ νομικοῦ τοῦ ἐμπεδοῦντος τὸν αὐτὸν Κύριον κατὰ τὰς νομικὰς βεβιωκέναι παρατηρήσεις, εἶτα τούτων ἔχεσθαι ἀκηκοότος ὡς αὐταρκῶν εἰς σωτηρίαν οὐσῶν· τούτῶν οὖν κατ’ ἐκεῖνο καιροῦ τῶν θείων σπανιζόντων τροφῶν, καθ’ ὃν καὶ εὕρηται λιμὸν δοθῆναι· λιμὸν, οὐκ ἄρτου, οὐχ ὕδατος, ἀλλὰ λόγου· τούτων αὐτοῖς ὡς ἀξίοις ἐπενεχθέντων τὸν δι’ ἐπιστροφῆς ἔλαιον x φησὶ, μὴ ἀφανίσαι. τοῦτο γὰρ ἡ τοῦ οἴνου καὶ τοῦ ἐλαίου αἰνίττεται ΄φείω· καὶ ὅπως προείρηται. q πρέπον B. r ὥσπερ B. 5 κτήνη τοὺς κτηνωδέστερον B. t ἀνθρ. διαγενομένους B. u ἀποδῶσθαι B. v παραδ. om. Edd. w His usq. ad fin. carent Edd. x Cod. ἐλέου. ΚΕΦ. Ις. Λύσις τῆς τετάρτης σφραγῖδος, ἐμφαίνουσα τὰς ἐπαγομένας παιδευτικὰς μάστιγας τοῖς δι’ ἀνυπομονησίας ἀρνησαμένοις τὸν Κύριον. Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τοῦ τετάρτου ζώου λέγοντος, ἔρχου καὶ ἴδε. καὶ ἰδοὺ ἵππος χλωρὸς, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει αὐτῷ. καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. Τὸ τέταρτον ζῶον, ὁ ἀετὸς y δηλαδὴ, ὡς ὠξυωπὲς z καὶ ὀξὺ a πρὸς βορὰν, ἄνωθεν ἥκειν ἐκ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐπιφέρον b πρὸς ἐκδίκησιν τῶν εὐσεβῶν. Καὶ ἰδοὺ ἵππος χλωρός. Ὁ χλωρὸς ἵππος, ὀργῆς σύμβολον. καὶ οὕτως ἡ χολὴ ἡ ὑπὸ ἰατρῶν καλουμένη χλωρά. ὁ δέ γε θάνατος καὶ ὁ ᾅδης καταστρατεῦσαι νοητῶς ἔστησαν κατὰ τῶν ἀλιτηρίων c δαιμόνων, καὶ δίκην εἰσπράξασθαι τῆς τῶν ἀνθρώπων ἀπωλείας. οὔπω δὲ τῷ λόγῳ ἡ τελεία καθαίρεσις τῶν δαιμόνων εἰσφέρεται, ἀλλὰ μόνον τετάρτου μέρους, ἐπειδὴ τῷ λόγῳ τῆς μετὰ χεῖρα ὀπτασίας, οὔπω κατὰ τὸ τρίτον πάθος ἐπράχθη Χριστοῦ. τὴν δὲ καθαίρεσιν τροπικῶς σφαγὴν ὀνομάζει, καὶ λιμὸν τῶν πάλαι προσκυνούντων αὐτοῖς τὴν ἔκλειψιν, καὶ τὸν ἀφανισμὸν τῆς τυραννίδος αὐτῶν καὶ ὑπὸ τῶν θηρίων διαφθορὰν e αὐτῶν· θηρία καλῶν γῆς, τὰς τῶν δαιμόνων καθ’ ἡμῶν εἰς φθοροποιὰ πάθη f ὀχλήσεις καὶ ἐπαναστάσεις g, καὶ κατακρατήσεις δι’ ἀκενοδοξίας, φέρε, καὶ αἰσχρότητος καὶ τῶν ἀναλόγων αὐτοῖς παθῶν, ἃ γηίνους ὄντας ἡμᾶς y τὸν ἀετὸν B. z ὀξυοπὴς Edd. a ὀξὺς Edd. b ἐπιφέρων c ἀλητηρίων B. d ἀλλ’ ἐπειδὴ τῷ λόγῳ τῆς μετὰ χεῖρας ὀπτασίας οὔπω τὰ κατὰ τοσ*ον πάθος ἐπράχθη Χριστοῦ δι’ οὖ πάσας τὰς ὑπὲρ ἡμῶν ἁμαρτίας ἐξέτισεν, οὔπω οὐδὲ τῷ λόγῳ ἡ τελεία καθαίρεσις τῶν δαιμόνων ἐμφέρεται· ἀλλὰ μόνον τετάρτου μέρους B. e διαφθορᾶς B. f πάθη φθοροποιὰ B. g Hinc om. Edd. αὐτοὺς δὲ ἀσωμάτους, ὅμως χαίροντας τοῖς ἐπὶ γῆς ἰλυσπωμένοις πάθεσιν· ὑποσμύχει e γὰρ αὐτοὺς καὶ κατεσθίει τῆς τῶν ἀνθρώπων ἐκβαλλομένους ἀρχῆς, ἧς ἐξαπ * * * Ἀδὰμ τῆς ὑπ’ αὐτῶν ἐκ φθόνου ἐνσκευασθείσης τῆς ὑπὸ Θεοῦ πλάσεως αὐτοχειρίας ἐτύχθη. f Μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς ἰατρείαν, ἣν καὶ Χριστὸς παρεδήλωσε διὰ τοῦ ἐμπεπτωκότος εἰς τοὺς λῃστάς. ἐλαίου μὲν τὸ ἱλαρὸν τοῦ ὑπαλείφοντος αἰνισσομένου. εἰς οἶνον δὲ τοῦ τὸ φιλάνθρωπον μὴ ἔκλυτον παρεχομένου, μετά τινος δὲ στύψεως καὶ προσοχῆς ἐπιχέοντος. Χριστὸς δὲ οὗτος ὁ μὴ g προαναρπασθῆναι θανάτῳ τοὺς ἡμαρτηκότας, οἱ διὰ μακροθυμίας ἔμελλον τὴν ἥτταν ἀναμαχέσασθαι. Ὅτι ἐν τῷ ἴε κεφαλαίῳ κείμενον τὸ “ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν δ΄ ζώων λέγουσαν’’ οὐκ ἀδοκίμως τισὶν ἀντιγράφοις μετὰ προθήκης τοῦ ὡς ὁμοιωματικοῦ εὕρηται καὶ τῆς πτώσεως τῆς ἔναλλα τῆς τοῦ γένους ἀμείψεως τοῦ ἀπὸ τῆς φωνῆς δηλου- μένου. οἷον ἴνα ᾖ οὕτως ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν δ΄ ζώων, οὐχὶ λέγουσαν, ἀλλὰ λέγοντος. καὶ διατὶ τὸ μετὰ τῆς προσθήκης καὶ τῆς τοῦ γένους ἀμ’ * * καὶ πτώσεως εὐδοκιμώτερον ἡ παρακειμένη τῷ ῥητῷ παραστήσει γραφή. Άλλωσ Ἐκ Τῶν Τοῦ Ἀνδρεοῦ h Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ θ΄ λόγου τῆς Ἐκκλησιαστικῆς ἱστορίας γράφει i τάδε. ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου k Ρωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ κατασκήψαντος αὐτοῖς σὺν ἑτέροις συμπτώμασιν l ἄπειρα πλήθη διεφθείροντο, ὥστε ταφῇ μὴ δύνασθαι παραδίδοσθαι, καίπερ e Sic. f Hoc Sch. om. Edd. g μὴ θύων vid. leg. h Ἀλλ. ἐκ τῶν τοῦ Ἀνδρ. om. B. sed incipit. ταύτης α * * συμβῆναι ὡς Εὐσέβιος ὁ Παμφ. i φήσας B. k μαξιμίνου B. μαξιμιανοῦ Edd. l σὺν ἑτέροις πάθεσιν ἐπισκήψαντος τοσοῦτος φθόρος ἀνθρώπων γενέσθαι ug μὴ * * * τὰς ταφῇ παραδιδόναι τοὺς τελευτῶντας· ὅτε καὶ Χριστιανῶν τὸ εὐσεβὲς καὶ φιλάνθρωπον * * περὶ τὰς ταφὰς ἠσχολημένων τῶν Ἑλληνιζόντων καὶ διὰ τούτου τοὺς πεπλανημένους * * * * * των, ἀλλὰ καὶ Ἀρμενίους Ῥωμαίοις ἐπαναστῆναι καὶ οὐκ ὀλίγους αὐτῶν ῥομφαίᾳ ἀνῃρεῖσθαι * * * τὰ τῶν ἀνηρημένων σώματα κατεσθιομένων φόβῳ τὸ μὴ τοῦτο παθεῖν τοὺς * * * * * ἐθίμου τῆς βορᾶ, τῶν τεθνεώτων σωμάτων * * * * * τάφους κτήσωνται τοὺς ζῶντας κύνας· οὐδὲν δὲ ἀπεικὸς τῆς αὐτῆς τοῖ, κυσὶ θοίνης καὶ ἀγρίους θῆρας μετασχεῖν ἀπορίᾳ τροφῆς B. EHHrHSIS ΕΙΣ THN ΑΠΟΚΑΛΥΨlΝ. VI. ̀ Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδείας ἠσχολημένων, καὶ τῷ φιλανθρώπῳ τοὺς πεπλανημένους ἐναγόντων πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ. καὶ ὑπὸ κυνῶν δέ φησιν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότας μὴ καὶ αὐτοὶ θανόντες ζῶντας τούτους τάφους κτήσωνται. οὐκ ἀπεικὸς δὲ τοῖς κυσὶ τῆς αὐτῆς θοίνης καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον. καὶ ἐν τῇ ἡμετέρᾳ δὲ γενεᾷ τούτων ἕκαστον συμβὰν ἔγνωμεν, ἐκ τῶν νυνὶ φαινομένων. ΚΕΦ. ΙΖ. Λύσις τῆς πέμπτης σφραγῖδος, τὴν τῶν ἁγίων ψυχῶν σημαίνουσα πρὸς Κύρων καταβόησιν, ὥστε γενέσθαι συντέλειαν. Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων 1 διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἢν εἶχον. καὶ ἔκραξαν φωνῇ μεγάλη λέγοντες. ἑωσπότε ὁ δεσπότης ὁ ἅγιος καὶ ἀληθινὸς οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς ; καὶ ἐδόθη αὐτοῖς στολὴ λευκὴ, καὶ ἐρρέθη αὐτοῖς, ἵνα ἀναπαύσωνται ἔτι χρόνον, ἕως πληρώσονται καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ οἱ ἀδελφοὶ αὐτῶν, καὶ οἱ μέλλοντες ἀποκτείνεσθαι ὡς καὶ αὐτοί. Tῆς πέμπτης σφραγῖδος τὴν λύσιν, οἱ τὴν τῶν προειρημένων m τεσσάρων εἰς τὰ Χριστοῦ πάθη καὶ τὰ τῆς σωτηρίου ἡμῖν ἐνανθρωπήσεως οἰκονομικῶς τελεσθέντα προσνέμοντες, ὡς ἤδη παρεθέμεθα· καὶ ταύτην εἰκότως τὴν καταβόησιν τοῖς προτελειωθεῖσιν ἀνάψει προφήταις καὶ θεοσόφοις ἀνδράσι τὴν τοῦ Χριστοῦ ἐπιδημίαν ποθοῦσι, καὶ τὴν ἀναβολὴν αὐτῆς δυσχεραίνουσι τῆς θείας μακροθυμίας καταβοῶσι n τῆς μέχρι σταυροῦ παραταθείσης, πρὸς o ἐκδίκησιν ἤγουν τῶν πονηρῶν ἀνθρώπων καὶ ἀσεβῶν, ἣ καὶ m προειρ. om. B. n καταβοῶντες B. ο τὰ πρὸς ἐκ. B. τῶν P δαιμόνων τούτους q ἐκβακχευσάντων ἐπὶ τὰ r τοιαῦτα παραχωρῆσαι τῶν s ὁμοφύλων καὶ ὁμογενῶν ἀδικήματα t καὶ ταῦτα δι’ εὐσέβειαν πάσχειν ἀνασχομένων. μέχρι γὰρ τοῦ σωτηρίου πάθους τοῦ διὰ σταυροῦ, οὐκ ἦν οὕτω u πρόδηλος ἡ κατὰ τῶν ἀσεβῶν ἐκδίκησις ἐκ Θεοῦ συντελουμένη. ἀπὸ δὲ τούτου τὰ μυρία πάθη ὑπέλαβον v εἴγε πίστεως x Ἰώσηπος ἄξιος ὁ ταῦτα φιλαλήθης οὐ μόνον Ἰουδαίους ἱστορήσας, ἀλλὰ καὶ Ἕλληνας λοιμοῖς καὶ λιμοῖς y καὶ στάσεσι ταῖς καταλλήλων δαπανηθέντας, ὡς πρὸ μικροῦ παρεθέμεθαι z. τὴν γὰρ δαιμόνων ἀπώλειαν καὶ τὸν τέλεον αὐτῶν ἀφανισμὸν μὴ καὶ περιττὸν λέγειν, ἀκούοντας τοῦ θείου Δαβὶδ ᾄδοντος, “ τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαίαι εἰς τέλος.’’ ποῦ γὰρ ὑπολείπεται ἔτι δαιμόνων λατρεία, τῶν πρὸ τούτου τὴν σύμπασαν γῆν τῆς ἑαυτῶν πλάνης ἀναπλησάντων ; ταῦτα μὲν εἰ τοῖς πρὸ νόμου, καὶ ἐν τῷ νόμῳ θεοφιλέσι τὴν καταβόησιν ἐναρμώσομεν· εἰ δὲ τοῖς μετὰ Χριστὸν μάρτυσιν, ὃ καὶ μᾶλλον εὐαρεστεῖν δίκαιον, ὅτι καὶ περὶ μελλόντων ὁ χρηματισμὸς, οὐκ ἔξω τοῦ εἰκότος a χωροίημεν. Εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου. Θυσιαστήριον, τὸ ἄνω εἰκότως b τὸ ἀνενδεὲς ὃν τῆς δι’ αἱματῶν ἁγιστίας c καὶ τὰ θύματα d τῷ ὑποκάτω αὐτοῦ, ἅτε περίγεια καὶ τῆς θνητῆς οὐσίας, ἀφωρίσατο τόπῳ αὐτῷ e τὴν ἀπὸ τῶν θυμάτων ἐξατμιζομένην θεάρεστον ἀναλαμβανόμενον εὐωδίαν, οὐκ αἰσθητὴν, ὅτι μηδὲ αἰσθήσει ὑποβαλλομένην f εἰ καὶ g αἰσθητὴ ἡ ἀναπεμπομένη ἀπὸ τῶν θυμάτων ἀνάδοσις, καταλλήλως h δὲ νοήσει μόνῃ θεωρητὴν τούτοις i καὶ ὅσοις τῶν ἀγαθῶν k ἀγώνων συντελείᾳ τὸ εὐαπόδεκτον ἀποφέρεται. ἐντεῦθεν καὶ τοῖς κατὰ Χριστὸν ἣ μετὰ Χριστὸν l τὸ εὐδόκιμον ἀπενεγκαμένοις οἰκειότερον τὰ τῆς σφραγῖδος τῆς λύσεως προσλογίζεται m ἣ τοῖς πρὸ τῆς Χριστοῦ παρουσίας ὑπὲρ τοῦ εὐσεβοῦς τῆς παλαιᾶς P ἢ τῆς τῶν q B. τῶν τούτ’. B. r τὰ om. B. s κατὰ τῶν B. t ἄδικ’. om. B. u οὗτος B. V ὑπέλαβεν οὐ μον. Ἰουδ. εἴγε πιστὸς. x πιστὸς B. y λιμοῖς αὐτοὺς καὶ λοιμοῖς B. z Quae seq. om. Edd. a Cod. εἰκότως. b εἰκότως om. B. c ἁγιστείας B. d εἰκότως τὰ θύματα B. c αὐτό τε. f ὑποβαλλομένοις B. i ἣ καὶ B. h κατάλληλος B. i θεωρητᾶς B. ὄη ἡ τῶν ἂγ. B. ’ καὶ μετὰ l καὶ B. m προσλογίζεσθαι B. λόγου l οὐκ αἰσθητῇ ἀπηχήσει· τίνα γὰρ οὐχ ὕπεισι φωνητικῶν σύνταξις ὀργάνων; πραγματικῶς δὲ τῆς ὑπερθέσεως τῇ ἐκτάσει τῇ ἐπὶ τοσοῦτον ἀναβεβλημένῃ τὸ τῆς φωνῆς ἔργον τοῖς ὁρῶσιν ἀποτελούσης· οὐ παροράσεως δὲ τοῦ κρείττονος ἡ καταβοὴ, οὐ μέλει τῶν ἑαυτοῦ ἔργων, οὐδ’ ὅσον πατρὶ τέκνων. τὸ δὲ καταλλήλως καὶ τάξει πάντα διεξάγειν, εἰδέναι τὴν γνῶσιν ὑπερβαλλόμενα· ὅσον δὲ εἰδέναι εἰς παράκλησιν ἔτι τῶν ζώντων τὸ μὴ ἐκκακεῖν ταῖς τῶν ὀφειλομένων ἀγαθῶν δόσεσι παρατεινομέναις· οὐ γὰρ ἀσκόπως τοῦ διδόναι ταῦτα ἕτοιμον. m Καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἢν εἶχον. Ἀναντιρρήτως λοιπὸν ἀπὸ τοῦ ἀρνίου καὶ τῆς δι’ αὐτὸ σφαγῆς τοὺς μετὰ Χριστὸν καὶ κατὰ Χριστὸν ἡ λύσις τῆς ε΄ προσλογισθείη. Ἕως πότε ὁ δεσπότης. Οὐ κατὰ τῶν ἀνθρώπων ἡ ἐκδίκησις αἰτεῖται n οὐ γὰρ τοῦτο ἄξιον τῆς ἀγάπης o κατὰ τῶν ὁμογενῶν ἐπανίστασθαι.) κατὰ δὲ τῶν δαιμόνων ταύτην ἀπαιτοῦσιν οἱ ἅγιοι Ρ, τῶν ἐναγόντων τοὺς ἀνθρώπους εἰς τὴν ἑαυτῶν ἀναίρεσιν q. εἶτα λαμβάνουσι πρῶτον στολὴν λευκὴν, καὶ ἐπὶ ταύτῃ τῇ στολῇ, καὶ γνῶσιν τῆς ὑπερθέσεως, οὐκ ἀδοκιμάστως, εἰ μὴ καὶ λελογισμένως ἄγαν παρατεινομένης, ἣν τὰ ἐχόμενα παραστήσει τῶν ἑξῆς παρατεθέντων. r Καὶ Ἄλλωσ Ἐκ Τῶν Τοῦ Ἀνδρεοῦ. Καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν αἰτούμενοι φαίνονται οἱ ἅγιοι. διὸ μακροθυμεῖν ἄχρι τῆς τῶν ἀδελφῶν τελειώσεως κελεύονται, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶσι, κατὰ τὸν θεῖον Ἀπόστολον. αἱ δὲ λευκαὶ στολαὶ τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα. ἣν ἠμφιεσμένοι, εἰ καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο, τῇ γοῦν ἐλπίδι τούτων, ἅπερ νοερῶς ἐνοπτρίζονται, πάσης ἀπηλλαγμένοι παχύτητος, εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ l Quae seq. om. Edd. m Hoc Sch. deest Edd. n αἰτεῖται sic B. ἀναβάλλεται Edd. o ἁγίων τὸ κατὰ τῶν ὁμογενῶν τῆς ἀγάπης ἐπανιστ. B. P τ. ἀπ’. οἱ ἅγιοι Om. B. Q καθ’ ἑαυτῶν B. r Ἄλλως. καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν φαινοῦνται αἰτοῦντες οἱ ἅγιοι, μακροθυμεῖν δὲ αὐτοῖς ἐγκελεύονται χάριν τῆς τῶν ἀδελφῶν τελειώσεως τῶν ἐν τῇ βίβλῳ τῆς ζωῆς “ ἵνα μὴ’’ κατὰ Παῦλον εἰπεῖν, χωρὶς αὐτῶν τελειωθῶσι.” B. ἀναπαυόμενοι. πολλοῖς γὰρ τῶν ἁγίων τοῦτο εἴρηται, χώρους ἀξίους εἰληχέναι τῶν τῆς ἀρετῆς ἐργατῶν ἕκαστον, δι’ ὧν καὶ περὶ τῆς μελλούσης αὐτῶν δόξης τεκμαίρονται. Καὶ ἐδόθη αὐτοῖς στολὴ λευκή. Η λευκὴ στολὴ, αἴνιγμα τοῦ κε αὐτοὺς τῷ οἰκείῳ αἵματι, καὶ πάντα ἀποθέσθαι ῥύπον, ἅμα δὲ καὶ τοῦτο τῆς λευκότητος τῆς στολῆς ὑποφαινούσης, ὡς οὐ χρὴ τοὺς προφανῶς καὶ μετὰ λαμπρότητος παρρησιασαμένους τὴν Χριστοῦ ὁμολογίαν s, δι’ ἣν καὶ τοῦ φθαρτοῦ ἠνέσχοντο t καρτερικῶς u ἐκβῆναι κόσμου καὶ μοχθηροῦ, νῦν ἀφθάρτῳ x βίῳ καὶ ἀμόχθῳ προσορμισθέντας ὡσπερεὶ κόρον τούτου λαβόντας y ἀνασείρασιν ἐκ κόρου λαβεῖν· ἀφ’ οὗ καὶ ἡ τῶν Ἀγγέλων εἰς τὰ αἰώνια παράκυψις ἀγαθὰ, τινὶ τῶν θεοφορουμένων παρείλειπται δι’ ἐπιθυμίας εἶναι, ὡς διὰ τῆς παρακύψεως τί ἃν ἄλλο ζητήσαντος αὐτοῦ z, ἣ καὶ τὸ μικρὰν αὐτῶν γνῶσιν λαβεῖν ἐν ἀδιαλείπτῳ ἐφέσει προσλιπαροῦνται a; b ὥσπερ τοίνυν ἀνάμνησιν αὐτοῖς ἐμποιῶν εἰ πρὸς τὸν ἐπώδυνον καὶ καματηρὸν * * * * * * * * * * * * * * * * * * θλήσατε, οὐκ ἀναξιεπαίνως νῦν ἐν τῷ ἀμόχθῳ βίῳ τὸ προσκορὲς ὑπερβάλεσθε· ταῦτα τῆς λευκῆς στολῆς τῆς δόσεως ὑπαινιττομένης, καὶ λόγοις φησὶ παρακλητικοῖς τὴν πρ * * ἀποκείμενα ἐπέραστα τῷ ὄντι λιχνείαν ἐπισχεθῆναι· οὐδὲν γὰρ δίκαιον εἰ καὶ μὴ τὰς εὐαγγελίας ἐκομίσαντο, τῇ γοῦν ἐλπίδι τούτων, ἅπερ νοερῶς ἐνοπτρίζονται πάσης ἀπηλλαγμένοι παχύτητος· καὶ ὡς εἰκὸς τοῖς Ἀβραὰμ ἐναγλαϊζόμενοι κόλποις τῶν ἴσῃ τῇ προθυμίᾳ κατασπευδόντων αὐτοῖς ἐναριθμηθῆναι· αὐτοὺς καθυπερτελεῖν τῇ προλήψει τούτων, καὶ ὥσπερ ἀτελῆ τὴν πάνδημον τῶν σωζομένων ὁρᾶσθαι πανήγυριν· οὔτε ἐν μὲν συναγωγῆς ἱσταμένου θεῶν, οὐ διακρίνοντος λοιπὸν θεούς. τίς γὰρ διάκρισις τοῦ σπανίζοντος ἔτι τῶν τὴν διάκρισιν ἐνδίκως κατὰ τὸν κάματον ἀποληψομένων ; s ἐμὴν ὁμολ. B. t ἠνέσχεσθε B. u καρτερῶς B. x ἐν ἀφθ. B. y ὤα. κορ. λαβόντες ὧν οὐκ ἔστιν ἐκ κόρου ἀνασήρασιν ἀνευρεῖν B. z ζητησ αὐτ’. om. B. a προσλιπαρεῖν B. b Om. EdcJ. ad fin. Sch. ΚΕΦ. ΙΗ. Λύσις τῆς ἕκτης σφραγῖδος, τὰς ἐν τῇ συντελείᾳ ἐπαγομένας πληγὰς σημαίνουσα. Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην. καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ Ἤλιος ἐγένετο μέλας, ὡς σάκκος τρίχινος, καὶ ἡ Σελήνη ὅλη ἐγένετο ὡς αἷμα, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη. Η ἕκτη τῆς σφραγῖδος λύσις, τελεωτάτην ἡμῖν τὴν σωτηρίαν εἰργάσατο. κατὰ ταύτην γὰρ ὁ Χριστὸς b τὸν θάνατον κατέλυσε, τὴν ζωὴν ἐπανήγαγε, τὸν νικητὴν τῶν ἀνθρώπων ἀπεστεφάνωσε θριαμβεύσας, κατὰ τὸ γεγραμμένον. “ ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν. τίς δὲ ἡ λύσις τῆς ἕκτης σφραγῖδος ; ὁ σταυρὸς τοῦ Κυρίου καὶ ὁ θάνατος, οἷς ἠκολούθησεν ἡ εὐκταῖα c πᾶσι πιστοῖς d τε καὶ αἰσθητοῖς ἀνάστασις e. καὶ ἐγκαινίζουσα ἡμῖν * * πρόσφατον καὶ ζῶσαν τὴν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐπάνοδον. ἥπερ f οὐ μόνον τοὺς ζῶντας, ἀλλὰ καὶ τοὺς προκεκοιμημένους εύηργέτησε. γενόμενος γὰρ ὁ Κύριος ἐν ᾅδου αὐτοῖς ζωῆς ἐπαγγελίαν ἐπήλπισεν, “ ἀπειθήσασι “ποτε” κατὰ Πέτρον τὸν Ἀπόστολον, ἐπήλπισε δὲ τοῖς πιστεύουσι, ὡς καὶ Κυρίλλῳ δοκεῖ * * γὰρ οὖν τοῖς ἐν ἀπιστίᾳ ἀποθανοῦσι. Καὶ σεισμὸς μέγας ἐγένετο. Σαφῶς τὰ ἐπὶ τῷ σταυρῷ γεγενημένα σημεῖα, ἡ ὀπτασία ἡμῖν ἀναζωγραφεῖ, τὸν σεισμὸν καὶ τὸν κλόνον τῆς γῆς, τὸ τοῦ ἡλίου σκότος καὶ τῆς σελήνης ὅλης τὴν εἰς αἷμα μεταβολήν. πάνυ δὲ ἀκριβῶς ἐπὶ τῆς σελήνης τὸ, “ ὅλη, ” δεδήλωται. πλησιφαης γὰρ ουσα, ἄτε τεσσαρεσκαιδεκαταία g οὔσα, καὶ κάτα διάμετρον ἀφεστῶσα τοῦ ἡλίου, πῶς οἵατε τὸν ἥλιον τῇ ἑαυτῆς ὑποδρομῇ σκοτίσαι ; οὕτω γὰρ τὴν ἡλιακὴν ἔκλειψιν φασὶ γίνε- b κατὰ ταυτ’. γ. ὁ Χρ. om. B. c εὐκτέα B. d νοητοῖς B. e Om. Edd. usque ad ἐπάνοδον. f ἅπερ B. g τ. κ. δεκατέα B. σθαι οἱ ταύτης τὴν σχολὴν πεποιημένοι g πῶς δὲ πάλιν δυνατὸν τὴν Σελήνην h ἐν τῷ ἡμερινῷ καταστήματι τοιαύτην φανῆναι; ἀφ’ οὗ καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης εἰς θεοσημείαν ἀναφέρει τὸ ἐπὶ τοῦ σταυροῦ συμβὰν τῷ ἡλίῳ, οὐκ εἰς εἰωθὸς πάθος τοῖς κατ’ οὐρανὸν σώμασι i τοῦτο δὲ καὶ ὁ Ἰωὴλ ὁ προφήτης προανεφώνησεν. “ ὁ ἥλιος,” λέγων, “ μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα.” τῶν προγεγενημένων δὲ τοῦτο ἀνάμνησις ὡς * * καθὼς ἤδη καὶ πολλάκις προανεπτύχθη· τὰ τοτὲ γὰρ φιλανθρωπίᾳ ὑπὲρ ἡμῶν συντελεσθέντα κ εἰς τὸ τότε τὴν κατάπαυσιν ἔσχεν, ἀλλὰ καὶ μέχρι συντελείας τὸ ἐνεργεῖσθαι κεκλήρωται. * * γὰρ ἃν σωτήριον ἡμῖν διαπραγματευθείη, ἀποσκοπήσας εὑρήσεις τῶν ἐπὶ Χριστῷ τῷ Θεῷ κατὰ τὴν εἰς ἡμᾶς αὐτοῦ ἐπιδημίαν συνενεχθέντων τὸ ἀπεικόνισμα ἀποφερόμενον, ὥσπερ τῆς ἀχράντου γεννήσεως ἀποκτίννυσθαι τούτους ἡ καθ’ ἡμᾶς τοῦ θείου βαπτίσματος ἀναγέννησις δια * * ποῖ καὶ ἡ ἐπὶ τῆς φάτνης ἀνάκλισις τὴν ἀπὸ τοῦ ἁγίου βαπτίσματος γέννησιν· διὰ τῆς πρὸς * * αὐτοῦ ἀνακλίσεως τῆς ἀλογίας ἡμᾶς ἀπαλλάττουσαν· καὶ τὴν τεσσαρακονθήμερον αὐτοῦ * * * τὸν Πατέρα ἀνάδειξιν τὴν ἀπὸ τῶν νηπιωδῶν ἡμᾶς σπαργάνων ἤγουν τῶν τῆς * * δὲ τοῦ βίου περισπώντων ἀπαλλάττουσαν δεσμῶν ἐκβεβηκότας ὑπ’ αὐτοῦ συντηρῇ * * * ἐποψία· μηκέτι πρὸς τοὺς τῆς γενέσεως ὑποστρέψῃ λόγους· πρὸς δὲ τὴν ἐξ ἀρχῆς κτίσε * * * * * ρισθεῖσαν ἀνθρώποις ἀνασωθῆναι κατεπειχθῆναι· καὶ οὕτω μὲν ὥς γε μετρίως τὰ τοῦ Κυρίου ἡμῖν * * μοσαι· τὰ δὲ πρὸς τούτοις τοῖς σοφωτέροις ἐκ τῶνδε ἀφορμῶν παραληπτέον. “ δίδου γὰρ * * ἀφορμὴν, “ καὶ σοφώτερος ἔσται ὁ σοφὸς, φησὶ Σολομῶν. τινὲς δὲ ταῦτα j εἰς τὴν ὑπὸ Οὐεσπεσιανοῦ γενομένην πολιορκίαν ἐξέλαβον, πάντα τὰ εἰρημένα k τροπολογήσαντες. Καὶ ὁ ἥλιος μέλας ἐγένετο. Οἱ δὲ πλεῖστοι τῶν ἑρμηνευτῶν l σεισμὸν τὴν μετάβασιν ἐνταῦθα εἰρήκασι m τὴν ἀπὸ τῶν ἐν τοῖς διὰ Χριστὸν διωγμοῖς γενομένην εἰς τὸν κατὰ τοῦ Ἀντιχριστοῦ n καιρὸν, σεισμὸν εἰωθυίας g φασὶν οἱ ταὐτὴν τὴν σχολὴν πεπ. γενέσθαι B. h ἢ τ. σελ. ἐν τῷ ἠμ’. B. ’ Hinc oni. Edd. usque ad Σολομών. j ταῦτα δέ τινες B. k πᾶν τῶν εἰρημένων B. l ἡμῖν δὲ φησὶν Ἀνδρέας ὁ Καισαρείας B. m εἰρῆσθαι B. n τὸν ἀντίχριστον B. τῆς γραφῆς καλεῖν τὴν τῶν πραγμάτων μετάβασιν ο, ὥσπερ τὸ, “ ἔτι ἅπαξ σείσω. δηλοῖ γὰρ τὴν τῶν σωλευομένων ὡς ὁ θεῖος φησὶ Παῦλος. καὶ ἐν τῇ παλαιᾷ ἡ ἀπ’ Αἰγύπτου τῶν Ἰσραηλιτῶν ἔξοδος, σεισμὸς εἴρηται, καθὼς καὶ Δαβὶδ φησι. “ γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν. τοσαύτας γὰρ θλίψεις γενέσθαι φασὶν, οἵας οὐδέπω γεγενημένας ἔγνωμεν p, σοφῶς τοῦτο προειρηκότες πρὸς τὸ προμεμελετηκέναι ταῦτα τοὺς ἀνθρώπους, τοῦ μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας τοῦ Ἀντιχρίστου κολάσεις. τὸ δὲ μέλαν τοῦ ἡλίου, καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες, τὸ τοῖς καταλειφθεῖσιν ὑπὸ τῆς θείας ὀργῆς ἀφώτιστον ἐνδείκνυται q. οὕτω γὰρ πολλάκις καὶ ὁ μακάριος Κύριλλος ἐξήλειφε. λειφε. τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ πίπτειν ὡς τοῖς γινομένοις ὀκλάζοντας. τὼς καὶ ὁ Κύριός φησι, “ πλανηθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς” τῷ ὑπερτείνοντι νικωμένους τῆς θλίψεως. διὸ καὶ ἡ συκῆ ὑπὸ ἀνεμοῦ ῥιπιζομένη παραβάλλονται οὗτοι τοὺς ὀλύνθους ἤτοι τοὺς ἀτελεῖς καρποὺς, οἷς οἱ μήπω τῷ χρόνῳ πεπανθέντες τῇ πίστει, καὶ γλυκανθέντες τῇ χάριτι ἀπεικάσθησαν ταῖς ὑπὸ τοῦ διαβόλου βιαίοις ἀντιπνοίαις. τῶν πειρασμῶν δηλονότι ταῖς ἀγρίαις προσ- βολαῖς θορυβηθέντες κατεσείσθησαν· οἶδεν γὰρ ἡ γραφὴ τὰ σῦκα λαμβάνειν τῷ ἐπαμφοτερίζοντι τοῦ σημαινομένου ἐπί τε χρηστοῦ καὶ τοῦ ἀπεναντίας· ὡς ἐπὶ τῶν δύο καλάθων, τῶν τῷ Ιερεμίᾳ φανέντων χρηστῶν ὁμοῦ καὶ πονηρῶν, συκοφορίας, καὶ τῆς ξηρανθείσης συκῆς τῆς ἐν τοῖς ᾄσμασι φερομένης· εἰ δὲ καὶ αἰσθητῶς ταῦτα ληπτέον, τῷ μετιόντι τοῦτο ἀναθετέον, καὶ πρὸ τούτου τῷ τῶν δήλων γνωστῇ Θεῷ. Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενος, καὶ πᾶν ὄρος καὶ νῆσος, ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν· καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι, καὶ οἱ ἰσχυροὶ, καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος, ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, καὶ λέγουσι τοῖς o μετάθεσιν B. Ρ ἐγν. ἴσως πρὸς τὸ προμεμελετηκότας B. q Om. Edd. usq. ad ἐξήλειφε. r Om. Edd. ad Sch. fin. ὄρεσι καὶ ταῖς πέτραις, πέσετε ἐφ’ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τῷ θρόνῳ, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου· ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σωθῆναι ; o Ταῦτα ἔφθημεν παραθέμενοι γενέσθαι μὲν ἐπὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ, εἰς ἀνάμνησιν δὲ τῶν τότε γεγενημένων καὶ ἐν τῇ μετὰ χεῖρας Ἀποκαλύψει χρηματίσαι, εἰς παράστασιν τοῦ ὅτι τὰ τότε φιλανθρώπως ὑπὲρ ἡμῶν συντελεσθέντα, καὶ τῶν ἐνεστώτων καὶ τῶν μελλόντων ἀποφέρεται τὴν ἀδιάλειπτον γένεσιν οὔ ποτε σχολάσουσαν, ἕως ὁ φθαρτὸς οὗτος κόσμος παρῇ· ἐν ἑκάστῳ τῶν σωτηρίῳ ἑαυτῷ προσιόντων τῶν ἐπὶ Χριστοῦ τῆς παρουσίας συντελεσθέντων ἐ * * εἰ Χριστῷ καὶ αὐτόν τινα ταῦτα ἐξεικονίζοντα ἐρᾶσθαι γοώμενόν τε καὶ περιτεμνόμενον καὶ τεσσαρακονθήμερον τῷ Πατρὶ ἐμφανιζόμενον, καὶ ὅπως τὰ ἐπὶ Χριστοῦ ἐφ’ ἑαυτῷ μετρίως ὡς ἐνῆν προυφηγησάμεθα. P Παρὰ τοῖς ταῦτα τῇ τοῦ Χριστοῦ ἐν σαρκὶ ἀνατιθεῖσιν ἐπιδημίᾳ εἰς τὸ γενόμενον ἐπὶ τοῦ σταυροῦ σκότος ὑπε * ήφθησαν οὕτω συστάντος συχνοῦ, ὡς πᾶν οὐράνιον σέλας δόξαι ἀφανισθῆναι· καὶ τοῦτο τὸν λόγον αἰνίσσασθαι, ἢ καὶ τὰς οὐρανίους δυνάμεις τῶν Ἀγγέλω, ἐπὶ τῇ ὕβρει τοῦ οἰκείου δεσπότου ταραχθέντας σκοτο * * ννίᾳ οἷά τινι ληφθῆναι· καὶ ὡς βιβλίον ταραττόμενον τῇδε κᾳκεῖσε διᾴττειν τε καὶ μεταχωρεῖν. Ὡς βιβλίον ἑλισσόμενος. Τὸ τὸν οὐρανὸν εἱλίσσεσθαι ὡς βιβλίον, ἣ τὸ ἀγνωστὸν q τὸ τῆς δευτέρας Χριστοῦ παρουσίας αἰνίττεται, ἀψοφητὶ γὰρ καὶ ἐν ἀκαρεῖ r ἡ βίβλος ἀνοίγεται· ἣ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως συναλγοῦσιν s οἱονεὶ ἑλιγμόν τινα καὶ λύπην ἕξουσι. διὰ τούτου δὲ καὶ ἕτερον ὁ τῶν βιβλίου ἑλιγμὸς νοεῖν ὑποβάλλεται, μὴ ἀφανισμὸν τέλεον τὸ οὐράνιον t ὑφίστασθαι σῶμα, ὡς φησὶ καὶ Εἰρήναιος ὁ Λουγδούνου, ἐν πέμπτῳ λόγῳ τοῦ ἐλέγχου τῆς ψευδωνύμου γνώσεως ἐπὶ λέξεως. “ οὐ γὰρ ἡ ὑπό- “ στάσις, οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἀφανισθήσεται ll. ἀληθὴς ο Hoc Sch. om. Edd. P Et hoc om. Edd. q Sic B. τὸ ἁλῶς Edd. r ἀκαριαίῳ B. s Sic B. συαλγοῦσαν Edd. t Sic B. οὐρανὸν Edd. u ἐξαφανίζεται B. “ γὰρ καὶ βέβαιος ὁ αὐτὴν συστησάμενος x ἀλλὰ τὸ σχῆμα πα- “ ράγει τοῦ κόσμου τούτου, ἐν οἷς καὶ y ἡ παράβασις ἐγένετο. διὸ “ καὶ ὁ z Δαβίδ a. ‘ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς,’ ἀλλ’ οὐκ “ ἀλλάξεις. ’ ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν Ἀπόστολον. εἰλιτάριον γὰρ οἱ Ἑβραῖοι ἀντὶ τῶν παρ’ ἡμῖν βιβλίων ἐκέχρηντο c, ὧν ἡ ἀνείλισις οὐκ ἀφανισμὸν, ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπειργάζετο. ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις τῶν ἀποκειμένων ἀγαθῶν τοῖς ἁγ]ίοις τὴν ἀποκάλυψιν δείκνυσιν. Καὶ πᾶν ὄρος καὶ νῆσος. Ὄρη καὶ νήσους, τὰ τῶν ὑψηλοφρόνων δαιμόνων καλεῖ συστήματα, κατὰ τὸ γεγραμμένον περὶ αὐτῶν, “ καὶ μετατίθεσθε d ὄρη “ ἐν καρδίαις θαλασσῶν,’’ οἱονεὶ ἐν τοῖς ἐνεστῶτος βίου ἁλμυροῖς περισπασμοῖς, καὶ μὴ τὸ ἀναψῦχον ἔχουσι πότιμον πρὸς σωτηρίαν ἀφ’ * * τῶν πρὸς ἀδιέκδοτον ποιούμενα βυθὸν συμφορῶν, ὡς ἃν ταύαῃ e τούτους περισοβοῦντα τοὺς ὀλιγοψύχους πρὸς τὸ ἑαυτῶν ψυχόλεθρον f περισπούδασμα g. καὶ νήσους δὲ τοὺς αὐτοὺς, ἐν ἤδη εἰρημέναις περικλύσεσι τῶν βιωτικῶν συμφορῶν h ἡμῖν ἐνοχλήσαντας. οὗτοι γὰρ δημιουργοὶ τὰς κατὰ Θεὸν ἡμῶν εὐπλοίας i ἐμποδοστατεῖν. ἐξ οὗ καὶ τὸ ἀλαζὸν αὐτοῖς τῆς ματαιότητος περιγίνεται ὕψος. ὄρη μὲν οὖν καὶ νῆσοι διὰ τοῦτο. Ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν. j Τόπους δαιμόνων τινὸς ἃν ὑπολαβεῖν ἀ * * τῶυ ἀσωμάτων δαιμόνων· ἢ τὰς ἐθίμους αὐτῶν ἐκ φθόνου τοῦ ἀνθρωπείου γένους προαιρε * * ἐπεὶ καὶ τούτων ἀπεναντίας ἴσμεν τὸ θέιόν εὐλογίαν ἀποφερόμενον ἐκ τοῦ τόπου αὐτοῦ, ἣν * όμησιν ὁ προφητικὸς λόγος ταῖς ἀσωμάτοις προσνέμει δυνάμεσι, τῷ μηδαμοῦ χωρητῷ επι * * ἔνην Θεῷ, ἐκ τόπου τῶν φιλανθρώπων αὐτοῦ κριμάτων ἀναπεμπομένην, ὑπὸ τῶν συνεῖναι δυναμένων τὸν ἄφατον ἔλεον αὐτοῦ· καὶ τοὺς οἰκτιρμοὺς τοὺς ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. X συστησ. αὐτ’. B. y καὶ om. B. z ὁ om. B. a Δαβὶδ φησι B. b ὁ Ἑβραῖος Edd. c ἐκέχρητο Edd. d μετατίθεσθαι Edd. e τούτους Edd. quse caet. post. περισπασμοῖς om. f ἑαυτ. λαμβάνωσι ψυχ. B. S σπούδασμα B. h συμφ. ὧν αὐτοὶ οὗτοι δημιουργοὶ τὰς κατὰ Θεὸν ἡμῶν εὐπλοίας ἀνθρώπων ἐμποδοστατοῦντες B. i Sic B. εὐκλείας Edd. J Hoc Sch. carent Edd. * * ρισται ἀναιδεστάτη ὁρμὴ μὴ τῇ ἐνδίκῳ αὐτῶν ἀποκληρώσει ἐμφιλοχωροῦντες· ἥτις τῆς ἀγγελίας αὐτοὺς ἀπεκλήρωσε δόξης, ἧς καὶ ὁ Κύριος θεωρὸς, ὡς ἀστραπὴν, αὐτὸν, ἤγουν μετὰ πάσης τῆς ὑπ’ αὐτὸν δυνάμεως, πεσόντα. δι’ ὧν φάσκει, “ ἐθεώρουν “ τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. τῆ οὑν ἀγάπῃ ἐμφιλοχωρεῖν τῇ ἀποκληρώσει, ἀλλὰ ἀναιδείᾳ περικρατούμενος τοῖς ἀνθρώποις δι’ ὄχλου καθίσταται. Καὶ οἱ βάσι λῆς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες. Βασιλεῖς τῆς γῆς, καὶ μεγιστᾶνας καὶ πᾶσαν τὴν τοιαύτην τερθρείαν τοὺς αὐτοὺς καὶ τὸν κατάρχοντα αὐτῶν k Σατανᾶν νοήσεις l, κατάρξαντας τῶν περιγείων δι’ ἀπάτης καὶ δόλου. δούλους δὲ καὶ ἐλευθέρους, τοὺς ἐν τοῖς δαίμοσι προύχοντας καὶ ὑποτεταγμένους. διὸ καὶ τὸ κατασπεύδειν m τὰ ὄρη ἐγκελεύειν ἐξ αἰτήσεως πεσεῖν ἐπ’ αὐτοὺς, κρύψεως χάριν, τροπικῶς εἴρηται αἰνίττεται o γὰρ φυγάδας αὐτοὺς γενέσθαι ἀπὸ τῆς ἐπαχθησομένης αὐτοῖς ὑπὸ Χριστοῦ κολάσεως P. κολάσεως ἀναλόγου τῆς * * * * ἐντεῦθεν τῷ φόβῳ τούτῳ συνεχομένους καὶ παρὰ τῷ Εὐαγγελιστῇ Ματθαίῳ εἰσαίοντι τοὺς δαίμονας ἐντυγχάνοντας περιδέως τῷ Χριστῷ. “ τί ἡμῖν καί σοι, Υἱὲ τοῦ Θεοῦ ; ἦλθες πρὸ καιροῦ " βασανίσαι ἡμᾶς ;" ταῦτα δὲ καὶ κατὰ τῶν σταυρωσάντων Χριστὸν ἐκλαβών τις, οἳ τῶν Μακκαβαϊκῶν πιεζόντων αὐτοὺς ὡς ἀξίους πολέμων διὰ Τίτου τε καὶ Οὐεσπασιανοῦ, φυγάδες τὲ ἐγένοντο ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἀπορίᾳ συνεχόμενοι. οὐκ ἔξω τοῦ ἔκειτο πεσεῖται. q Ἄλλωσ. Ὁ Κύριος ἡμῶν καὶ Θεὸς τοῖς Ἀποστόλοις ἐρωτῶσι περὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τῆς καταστροφῆς, καὶ δή γε καὶ τῆς κοσμικῆς συντελείας, καθ’ ἣν καὶ ἡ τούτου β παρουσία καθὼς ἐδύναντο χωρεῖν, οὐ κατώκνησε χρηματίσαι τούτους, εἰ καὶ μὴ διεσταλμένως καὶ ἀνὰ μέρος, ὅτι μηδὲ ἡ ἐρώτησις τοιαύτη, ἀλλὰ τῆ τοῦ ναοῦ καταπτώσει, καὶ ἡ ἔφοδος τῆς παρουσίας ὑποσημείοις τοῖς ἀκολούθοις ἐπιζητουμένη· καὶ ἐπειδὴ καὶ τῇ καταπτώσει τοῦ ναοῦ τῆ ὑπὸ Ῥωμαίων καὶ τοῦ Τίτου συντελεσθείσῃ· καὶ τῇ παρ- k αὐτὸν B. l ἡ ὑπόληψις B. m κρυβῆναι δὲ κατασπεύδειν B. n εἰρῆσθαι B. o αἰνίττεσθαι B. P Quae seq. om. Edd. q Hoc Sch. carent Edd. ρουσίᾳ αὐτοὺς τοῦ Κυρίου σχεδὸν τὰ αὐτὰ ἐπισυστῆναι οὐκ ἠμοίρει· προυβάλετο τῷ λόγῳ τὴν γνώρισιν τῶν ἐπιζητουμένων, ὧν καὶ ἡ μετὰ χεῖρας Ἀποκάλυψις μόνῳ τῷ χρονικῷ διαστήματι τὸ διάφορον τῶν ὑπὸ τοῦ Κυρίου χρηματισθέντων ὑποβαλλομένη. καθὸ τὰ μὲν ὑπὸ τοῦ Κυρίου τὸ μέλλον ὑποδύεται τῶν πραγμάτων· τὰ τῆς προκειμένης δὲ Ἀποκαλύψεως τὸ παρωχημένον· τί διὰ τούτου ἐνδείξασθαι προμηθούμενοι ; ἀλλ’ ἢ τὸ ἀληθές τε καὶ ἀπαράβατον, καὶ ὡς ἤδη τετελεσμένον ἔργον ὑποφαινόντων. ἐπὶ μὲν οὑν τῆς καταστροφῆς τοῦ ναοῦ τοῦ ἐν Ἰεροσολύμοις ὅσα τῶν προειγημένων τοῖς Ἀποστόλοις ὑπὸ τοῦ Κυρίου τοῖς Χριστοκτόνοις ἐπεσχεδιάσθη, ἱκανῶς ὁ φυλέτης τούτων Ἰώσηπος φιλαληθέστατος ὣν παραστῆσαι, καὶ μέχρι λεπτοτάτων τῆς προρρήσεως προκεχωρηκυίας τῆς ἐκβάσεως, ὡς ἀπὸ τῆς τεκνοφαγίας τῆς μητρὸς τοῦ ἑαυτῆς ἐκγόνου ἐστὶ μαθεῖν· ὅπερ ὁ Χριστὸς διὰ τοῦ “ οὐαὶ ταῖς “ θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις, προεδήλωσεν. καὶ μάλισθ’ ὅτ’ ἂν ἐκ τῆς καταφρονήσεως ἀναφλέγηται τῶν αὐτοῦ προσταγμάτων, καὶ ἐκ παραλογισμοῦ τῆς τοῦ υἱοῦ αὐτοῦ ἀνυπερβλήτου συμπαθείας. ὃς πάθεσιν ἠνέσχετο ἀπαθὴς ὁμιλήσας διὰ τὴν αὐτῶν σωτηρίαν. οἱ δὲ πρὸς καταφρονήσει οὐ μόνων τῶν ἀδιορθώτων προσμεμενήκασιν, καὶ θανάτῳ σταυροῦ προσζημιῶσαι οὐκ ἐνετράπησαν. Ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ. Ἐπὶ τῆς συντελείας μεθ’ ὑπερβολῆς καὶ οὐδ’ ἐν μέρει τοῦ κόσμου ὡς ἐπὶ τῶν Ἱεροσολύμων, ἀλλ’ ἀνυπερθέτως παντὶ τῷ κόσμῳ συμβήσεται θλίψις ὑπερβολικὴ τῇ τῶν Ἀντιχρίστου ἐπιδημίᾳ, ἐν ᾗ τοῖς κατ’ ἐξοχὴν εἴτε κοσμικῆς ἐξουσίας, οὓς διὰ τοὺς βασιλεῖς ἐδήλωσεν, εἴτε Ἐκκλησιαστικῆς εὐταξίας, οὓς ὄρη καὶ νήσους τροπικῶς ὠνόμασε, τούτοις φημὶ q ἅπασιν ἐκείνη ἡ φοβερὰ r θλίψις ἐπενεχθήσεται. ὄρη δὲ καὶ νήσους οὐχ ἁπλῶς τοὺς τῶν ἐκκλησιῶν προὔχοντας ὑπελάβομεν, ἀλλ’ ὅπερ καὶ παρὰ τῷ Ησαΐᾳ εὕρηται γραφόμενον s, τὰς ἐγκαινιζομένας νήσους, αἳ δὲ φεύξονται, τόπον ἐκ τόπου ἀμείβουσαι διὰ τὸν ψευδόχριστον. τίνες δὲ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες τε καὶ χιφημὶ q φημὶ oni. B. r ἐκ. ἡ φοβερὰ oin. B. s εὕρ. γράφ’. oni. B. λίαρχοι, καὶ πᾶς δοῦλός τε καὶ ἐλεύθερος, ἀλλ’ ἣ οἱ τῶν γηΐνων κατεξουσιάζοντες, καὶ μηδὲν τοῦ ἐν οὐρανοῖς πολιτεύματος πεφροντικότες ; δοῦλοι δὲ, οἱ τῇ ματαιότητι τοῦ παρόντος κόσμου δεδουλωμένοι u. ὥσπερ x καὶ ἐλεύθεροι οἱ τῆς Χριστοῦ άφηνιάσαντες δουλείας καὶ ἀνέτως βιοῦν αἱρετισάμενοι y. τὸ ἡδὺ τοῦ παρόντος αἰῶνος τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, οὐδ’ ὅσον τῆς πλατείας καὶ εὐρυχώρου πολυωρήσαντες· διόπερ ἣ φόβῳ τῶν ἐπηρτημένων ἤδη κακῶν, ἣ τῶν πρὸ * * μένων ἀπερινοήτων καὶ ἀτελευτήτων κολάσεων πρὸς τὸ ἀβίωτον τῆς παρούσης ἐξ ἀπορίας ζωῆς ἠσχέσθησαν. τί γὰρ ἃν ἐφόδιον ζωῆς παράσχοι ὄρη καὶ σπήλαια καὶ πέτραι, αἷς καὶ σκεπασίαι αὐτοὺς ἡ εὐχ * *. Πέσετε ἐφ’ ἡμᾶς. Ἡ πρὸς τὰ ὄρη δέησις τίνων ; τῶν μὴ ἐποικοδομησάντων τῇ πίστει τὸ τίμιον τῶν ἔργων καὶ δογμάτων, ἀλλὰ καὶ ξύλα καὶ χόρτον, ἃ μηδὲ πυρὸς τοῦ τυχόντος ὀσμὴν οἷά τε ὑπενεγκεῖν, μὴ ὅτι πυρὸς ἀπειλήν. πῦρ γὰρ, ὥς φασιν, ὁ Θεός. Καὶ μετὰ τοῦτο, εἶδον τέσσαρας Ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον. καὶ εἶδον Ἄγγελον ἄλλον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν Ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν, καὶ τὴν θάλασσαν, λέγων, μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων ἀυτῶν. Ἐντεῦθεν λοιπὸν τὰ περιστάντα a σαφῶς Ἰουδαίους ἐν τῷ Ῥωμαίους πολέμῳ, ἀντάμειψις ὄντα τῶν τοῦ Κυρίου παθῶν δείκυται τῷ Εὐαγγελιστῇ. οἱ τέσσαρες Ἄγγελοι γὰρ ἐφρούρουν τὰς τέσσαρας γωνίας τῆς Ἰουδαίων γῆς, δειλίαν αὐτοῖς ἐμβάλλοντες t Sic B. niale Edd. Etld. u heo. τ. πη. κοσ B. x Sic B. ᾧπερ Edd. y αἱρετησάμενοι B. z Qiiae seq. add. Cod. B. a Sic B. μεταστάντα Edd. τῆς φυγῆς, ἣ δυσχερείας τινὰς, ἣ ἐξώριον α πάθος πατρίδος, γυναικῶν τε φιλτάτων, ἅτινα τροπικῶς διασημαίνεται κρατεῖσθαι τῆς Ἰουδαίας b. ἀλλά γε δὴ καὶ τοὺς ἀνέμους κεκωλῦσθαι ἐφ’ ᾧτε μὴ πνέειν c, μήτε ἐπὶ γῆς μήτε ἐπὶ τῆς θαλάσσης. ἐπὶ γῆς, τᾧ d μηδεμίαν αὐτοὺς ἀναψυχὴν εὑρέσθαι ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ, μήτε τοὺς γεωργοὺς τοὺς ἐπιμελείᾳ φυτῶν προσανέχοντας· ἐπεὶ καὶ τὰ δένδρα τῆς ἀπὸ τῶν ἀνέμων ἀποσείσεως e ἀπολαύοντα ἀναψύχεται. μήτε f τοὺς πεζομαχοῦντας, μὴ τοὺς ἐν θαλάσσῃ ναμαχοῦτας, ἐπεὶ καὶ ἐναυμάχησαν κατὰ τὸν Ἰώσηπον, ὃς πάντα ἀκριβῶς διεξέρχεται ἐν τῇ ἱστορίᾳ τῆς ἁλώσεως Ἱεροσολύμων. πάντα γὰρ αὐτοὺς κατέλαβε τὰ κακά· πόλεων πυρπολήσεις, γῆς δηώσεις ἐπὶ φυτῶν ὀλέθρῳ καὶ ἐκτομῇ· ἅπαντα εἴσπραξις ἦν τῆς κατὰ τοῦ Σωτῆρος θρασύτητος. ἀλλ’ εἰ καὶ ταῦτα οὕτω, δικαιότερον καὶ g ἐπιτευκτικώτερον κατὰ τὴν τοῦ Ἀντιχρίστου ἐπέλευσιν γενήσεται, οὐκ ἐν μέρει τῆς Ἰουδαίων γῆς, ἀλλ’ ἐν πάσῃ τῇ οἰκουμένῃ, ἣν καὶ ἔλαχμ h κατὰ τὰς τέσσαρας γωνίας, ἀνατολῆς, ἄρκτου, δύσεως καὶ μεσημβρίας i, τὰ λειτουργικὰ πνεύματα ὡς πληροῦντα τὰς κ διακονίας. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ, προδήλως λύσιν εὐταξίας τῆς κτίσεως δηλοῖ. καὶ τὸ τῶν κακῶν ἀδιάδραστον ἐμφαίνει. διὰ ἀνέμων γὰρ, θάλασσά τε πλεῖται πρὸς τὴν ἀνθρώπων δουλείαν, καὶ φυτὰ τρέφεται ἀνέμοις ἀναψυχόμενα l. Ἄγγελον ἄλλον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου. Τὸ μὲν ἀπὸ τῆς ἀνατολῆς ἡλίου ἀλλὰ μὴ ἀπὸ δυσμῶν καὶ τῆς ἑσπέρας παραγίνεσθαι τὸν θεῖον Ἄγγελον m, ἀγαθοεργίαν αἰνίττεσθαι καὶ σημαίνειν δοκεῖ, ἣν ὁ μὲν προπάτωρ τοῦ Κυρίου ἐν πνεύματι θεωρῶν, “ ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου “ Κύριε,’’ ἔλεγε. καλῶς δὲ καὶ τὸ μηδένα τέως ἀδικηθῆναι κελεύει n ἄχρις οὗ σφραγισθῶσιν οἱ τοῦ διασωθῆναι ἄξιοι τῶν Ἰουδαίων, ὡς ἃν μὴ οἱ δίκαιοι τὰ ὁμοία πάθοιεν τοῖς ἐν ἀνομίᾳ τῇ κατὰ Χριστοῦ ἐκτείνασι τὰς χεῖρας αὐτῶν o ἀδίκως, Ρ συνῳδὰ δὲ τούτοις ὃ καὶ παρὰ τῷ Ἰεξεκιὴλ πάλαι ἀπεκαλύπτετο περὶ τοῦ a ἔξωρον B. b Ἰουδ. γῆς B. c πνέειν sic B. πεσεῖν Edd. d τὸ B. e διασείσεως B. ’ μὴ B. ὅ ὂν, ὅμως Edd. h διέλαχον B. ’ δύσεως, ἄρκτου, μεσημβρ. B. k πληροῦν τὰς B. 1 Miilta iti hoc Sch. suppl. e Cod. B. m ἄγγ. αἰνίττεσθαι δοκεῖ καὶ ἀγαθῶν ἀγγελίαν σημαίνειν B. n κελεύειν B. ο ἑαυτῶν B. Ἴ’ Qiiae seq. om. Edd. usqiie ad ἐμφανίζοντα. ἐνδεδυκότος τὸ “ βαδὶν” ὃ χροιᾶς ἐκπληκτικῆς βούλεται δηλοῦν ὄψιν, καὶ τῶν καταστεναζόντων τὰ μέτωπα σφραγίζοντος, πρὸς τὸ μὴ συναπολέσθαι δίκαιον μετὰ ἀσεβοῦς, διὰ τῆς λανθανούσης τῶν δικαίων ἀρετῆς, καὶ οὕτως ὡς καὶ τοῖς ἁγίοις Ἀγγέλοις ἀγνώστου. τοῦτο κἀνταῦθα δείκνυται ἐξ ὑπερτέρας ἁγίας δυνάμεως ἐγκελεύσεως ταῖς τιμωρητικαῖς διαστελλομένης δυνάμεσι, μηδὲν δρᾶσαι εἰς τοὺς πλημμελήσαντας ἀνεπιγνωμόνως, πρὶν διὰ τοῦ σφραγισθῆναι ἐπιγνωσθέντας εἰς διάκρισιν τοῦ ὄντος ἀληθείας θεραπευτάς. τοῦτο δὲ εἰ καὶ μερικῶς πάλαι γεγένητο ἐπὶ τῶν τῷ Χριστῷ πεπιστευκότων, οἱ τῆς ὑπὸ τῶν Ῥωμαίων οὐ μετέσχον Ἰονδαίων πανωλεθρίας χρηματισμῷ θείῳ τῆς Ἰερουσαλὴμ ἐκτοπισθέντες, τοῦ μὴ μετασχεῖν τὰ αὐτὰ τοῖς ἀσεβέσιν, οὓς εἰς πολλὰς μυριάδας κατὰ τὸν μέγαν Ἰάκωβον συντελεῖν τῷ μακαρίῳ Παύλῳ τὸ πλῆθος αὐτῶν ἐμφανίζοντα, ἀλλ’ οὖν, ὡς εἴρηται, ἐν τῷ καιρῷ τῆς ἐπελεύσεως τοῦ Ἀντιχρίστου, ἡ σφραγὶς τοῦ ζωοποιοῦ σταυροῦ ἐκδηλοτέρους n ἀποφανεῖ τοὺς τοῦ ἁγίου βαπτίσματος ἐπιφερομένους σημείωσιν. Χριστοῦ γὰρ κλῆρος οὗτοι ο. διὸ καὶ εἴρηται ὑπὸ τοῦ Ἀγγέλου “ μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα. Μῆ ἀδικήσητε. Ἡ κτίσις ὡς δι’ ἡμᾶς γεγεννημένη, παιδευομένοις ἡμῖν κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ οὖν καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρύνεται. διὰ τούτων p δὲ μανθάνομεν καὶ τοὺς κατ’ ἀρετὴν βιοῦντας πρὸς συνεργίαν q δεῖσθαι τῆς r ἀγγελικῆς βοηθείας πρὸς τὰς s τῶν πειρασμῶν ἐπιφοράς. τι γάρ φησιν ὁ ψαλμῳδὸς Δαβὶδ, “ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. χειρὸς δεξιᾶς τῆς τῶν κατωρθωμένων ἡμῖν φάσκων ἀξιοτίμου ἐργασίας· κατὰ τοσοῦτον τῷ κρείττονι ζηλουμένη, καθόσον αὐτῇ ἡμεῖς τὸ ἀξιόζηλον ἑτοιμάσομεν. ἀφ’ οὗ καὶ τὸ ἐσφραγίσθαι εὐτυχοίημεν εἰς γνώρισμα ἀσφαλὲς τοῦ κτησαμένου ἡμᾶς τῶν ἀβοηθήτων, οὐκ ἄλλον ἣ τὴν οἰκείαν ἐχόντων αἰτιᾶσθαι ῥᾳστώνην. n ἐκδηλωτέρους B. ο ὅτι τοῦ Χριστοῦ κλῆρος οὗτοι B. P Sic B. τοῦτο Edd. Q δεῖσθαι πρ. συνεργ. B. r τῆ; Otll. B. s πρὸ τῆς s πρὸ t ἐπιφορᾶς B. ΚΕΦ. ΙΘ. Περὶ τῶν σωζομένων ἐκ πληγῆς τῶν τεσσάρων ἀγγέλων χιλιάδων ρμδ. Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατοντεσσαρακοντατέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Ῥουβεὶμ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Γὰδ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Ἀσὴρ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Νεφθαλεὶμ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Συμεὼν, δώδεκα Χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς φυλῆς δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Ἰσάχαρ, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς φυλῆς δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Σαβουλὼν, δώδεκα χιλιάδες ἐσφραγισμένοι. ἐκ φυλῆς Βενιαμῖν, δώδεκα χιλιάδες ἐσφραγισμένοι. Πολλοὶ γὰρ ἦσαν καὶ ἀριθμὸν ὑπερβάλλοντες οἱ Χριστῷ πιστεύσαντες ἐκ τῶν Ἰουδαίων. καὶ μάρτυρες οἱ Παύλῳ τῷ θείῳ ἐν Ἱερουσαλὴμ γενομένῳ λέγοντες. “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες “ εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων u;” τούτους μὴ μετεχεῖν x τῆς ὑπὸ Ῥωμαίων πανωλεθρίας, ὁ χρηματίζων τῷ Εὐαγγελιστῇ φησιν. οὔπω γὰρ ἡ ὑπὸ Ῥωμαίων ἀπώλεια Ἰουδαίους κατειλήφει, ὅτε καὶ οὗτος ὁ Εὐαγγελιστὴς ἐχρησμῳδεῖτο y ταῦτα. οὐκ z ἐν ἀλλ’ ἐν Ἰωνίᾳ τῇ κατ’ Ἔφεσον. μετὰ γὰρ τὸ πάθος τοῦ Κυρίου δέκα καὶ τέσσαρα μόνα ἔτη a προσήδρευσεν ἐν Ἰερουσαλὴμ, ὅσα καὶ τὸ θεοδόχον τῆς τοῦ Κυρίου μητρὸς σκῆνος τῇ ἐπικαίρῳ b ταύτῃ ζωῇ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ ἀφθόρου τόκου αὐτῆς διετηρήθη. ᾗ καὶ συμπαρῆν ἅτε μητρὶ ὑπὸ τοῦ Κυρίου αὐτῷ παραδεδομένῃ. μετὰ γὰρ c τὴν ἀποβίωσιν ταύτης, οὐκ ἔτι d u Ἰουδ. τῶν πεπιστ. B. x μετασχεῖν 13. Y ἐχρησμοδεῖτο B. Z. καὶ οὐκ Edd. a ἔτη μόνα B. b ἐπικαίρῳ B. ἐνκαίρῳ Edd. c δὲ B. d μηκέτι B. τῇ Ἰουδαίᾳ ἐμφιλοχωρῆσαι, ἀλλὰ πρὸς Ἔφεσον μεταστῆναι αὐτὸν λόγος. καθ’ ἣν, ὡς εἴρηται, καὶ τὰ τῆς προκειμένης Ἀποκαλύψεως ἐνεργηθῆναι, τῶν μελλόντων οὖσαν δήλωσιν, καθ’ ὅτι μετὰ τὸe τεσσαρακοστὸν ἔτος τῆς ἀναλήψεως τοῦ Κυρίου κατὰ τῶν Ἑβραίων f ἡ θλίψις συνηνέχθη. ὅτι δὲ καὶg ἀριθμοῦ κρείττονες οἱ διασωθέντες δῆλον. οὐ μόνον γὰρ οἱ πιστοὶ διέφυγον τὸν ὄλεθρον τὸν ὑπὸh Ῥωμαίων, ἀλλὰ καὶ οἱ ἐν ἀγνοίᾳ τῷ σταυρῷ τοῦ Κυρίουi συνηργηκότες. j περὶ ὧν καὶ ὁ Χριστὸς ἔλεγε. “ Πατέρ, “ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τι ποιοῦσιν.” εἰ καὶ Κυρίλλῳ τῷ Ἀλεξανδρεῖ ἐν ιγ΄ τῶν κατὰ Ἰουλιανοῦ ἐλέγχῳ πρὸς νόθον τοῦτο τὸ ῥητὸν ἔδοξεν ἀποσκυβαλίσαι· ἀλλ’ εἰ ἐκεῖνος οὕτως, ἡμῖν οὐ τοῦτο δοκεῖ. ὅτι μηδὲ πάντες οἱ παρόντες Ἰουδαῖοι τῆς τόλμης τῷ ἀρχιερέων ἐκοινώνουν, οὓς πάντας εἰκὸς ὕστερον σφραγισθῆναι τῇ πίστει, καθὸ καὶ δούλους αὐτοὺς Θεοῦ ὁ Ἄγγελος καλεῖ. k Ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. Οὐ τῶ πόσω ἐναμίλλων τῷ ἐξ ἑκάστης φυλῆς τῶν σφραγισθένσφραγισθέντων τε καὶ πεπιστευκότων, τῷ ζηλῶ δὲ τὸ ἰσότιμον ἐχόντων τῆς πίστεως αἰνίττεται, κἂν εἰ μὴ τῷ ἀριθμῷ. τίς γὰρ ἡ ἀπὸ πάσης φυλῆς ἰσάριθμος ἔπιτε * * *. l Ἐκ φυλῆς Ἰούδα. Εἴτε οἱ τότε ἐξ Ἑβραίων ἐσφραγισμένοι πιστοὶ καὶ διαπεφενγότες τὴν Ῥωμαίων αἰχμαλωσ ίαν τὸν ἀριθμὸν τοῦτον πληροῦσιν, εἴτε, ὃ καὶ μᾶλλον πιστότερον, οἱ ἐν συντελεία οἱ ἐξ Ἰουδαίων σωζόμενοι, ὅτε, καθὼς καὶ Παῦλός φησι, “ μετὰ τὸ πλήρωμα τῶν “ ἑ * * εἰσελθεῖν πᾶς Ἰσραὴλ σωθήσεται”. οὐδέτερον ἀπαράδεκτον. Ἡ ἀκρίβειαm τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἔμφαινε ἱν δοκεῖ τὸν πολυπλασιασμὸν τοῦ ἀποστολικοῦ σπόρου δωδεκάκις δωδεκαπλασιαζομένουn ἐπὶ τὸν τέλειον τῶν χιλιάδωνo ἀριθμὸν, καὶ οὕτως τὰς ῥηθείσας χιλιάδας ἀποτελοῦντα. μαθηταὶ γὰρ ἦσαν τοῦ κόκκου τοῦ εἰς τὴν γῆν πεσόντος διὰ φιλανθρωπίαν καὶ πολύφορον e τὸ om. B. f ταῦτα τοῖς Ἑβραίοις συνηνέχθη. g καὶ om.B. h τῶν B. i τοῦ Κύρ. τῷ στ. B. j Quæ seq. om. Edd. ad fin. Schol. k Hoc Sch. om. Edd. l Et hoc Sch. carent Edd. m ἡ γοῦν ἀκρίβεια B. n δώδεκα πολυπλασιαζ́ B. o τῆς χιλιάδος B. τῆς παγκοσμίου σωτηρίας τὸν καρπὸν βλαστάνοντος. ἐπισημαντέον δὲ τοῦτο ὡς ἡ φυλὴ τοῦ Δὰν, διὰ τὸ ἐξ αὐτῆς τὸν Ἀντίχριστον τίκτεσθαι m, ταῖς λοιπαῖς οὐ συντέτακται, ἀλλ’ ἀντ’ αὐτῆς ἡ τοῦ Λευῒ, ὡς ἱερατικὴ πάλαι εἰς μερισμὸν ἐχομένη. νῦν δὲ Ιωσὴφ ἀντὶ τοῦ Ἐφραῒμ τοῦ υἱοῦ αὐτοῦ τέθεικε. ἐκ δὲ τῆς ἑρμηνείας νείας τῶν ὀνομάτων τῶν ἄλλων ἐστι μαθεῖν τινὰ διάνοιαν καὶ προσαρμόσαι ἑκάστῃ τῶν φυλῶν, ὡς παραυτίκα παραθήσομεν σὺν τῷ Θεῷ. αὐτίκα γὰρ τὴν ἐξ Ἰούδα φυλὴν, ὃς ἐξομολόγησις ἑρμη- νεύεται, αἰνίττεσθαι λέγομεν τοὺς διὰ μετανοίας καὶ ἀγάπης τῆς πρὸς τὸν ἐξ αὐτοῦ βλαστήσαντα Χριστὸν σωζόμένους n. ἁρμόδιος δὲ ὁ ἀριθμὸς τούτοις ὁ λεχθεὶς τῶν ἱρ’ φυλαρχῶν, διὸ καὶ τοὺς μαθητὰς ἰσαρίθμους τούτων εἶναι τοὺς Κυρίου ἄρχοντας καὶ τοὺς φρατριὰς τῶν σωζομένων, περὶ ὣν καὶ προείρηται τὸ “ ἀντὶ τῶν “ πατέρων σου ἐγεννήθησαν υἱοί σοι. καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. ἐπείπερ δὲ ἐναυλον * * ἡ περὶ τῶν άρχιφύλων τοῦ Ἰσραὴλ ἐπαγγελία διασαφῆσαι πέρι τε κλήσεως αὐτῶν προφητικῶς τοῖς ὑπὸ τῶν τεκόντων ἐπιφημισθείσας, ὥς γε Μωϋαῆς ἐν τῇ βίβλῳ τῆς Γενέσεως ἱστόρκηκε, τὴν Λείαν καὶ τὴν Ῥαχὴλ τοῖς ἐξ ἑαυτῶν ὠδινωμένοις ἐνθεαστικῶς ἐξονομηνούσας. καὶ δὴ τὸν πατέρα τούτων Ἰακὼβ ἐπὶ τέλει τοῦ βίου μετὰ τῆς εὐλογίας τῶν ἐκγόνων καί τινας αὐτοῖς * σεῖς τῶν εἰς ἔπειτα ἀποκειμένων χρησμῳδοῦνται. οὐκ ἄκαιρον δὲ τούτων μνησθῆναι εἰς ανε * * πῆ παράθεσιν τῆς ὑποκειμένης ἐργασίας. τὴν δὲ τοῦ Ρουβεὶμ τῶν δηλοῦντος ὡς ὁρῶντος υἱοῦ, ἢ υἱοῦ ὁράσεως, τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ ὁρῶντας τῷ πνεύματι. τὴν δὲ Γὰδ, ὃ δηλοῖ πειρασμὸν, ἢ πειρατήριον, τοὺς διὰ θλίψεων καὶ πειρασμῶν ὡς χρυσὸν πεπυρωμένους τῷ δοκίμῳ τῆς πίστεως. τὴν δὲ τοῦ Ἀσὴρ, δι’ οὗ μακαρισμὸς σημαίνεται τοὺς τῇ τηρήσει τῶν θεοδι- δάκτων μακαρισμῶν τῆς ἀλήκτου τευξομένους μακαριότητος. καὶ πόρνην δικαιώσαντα δι’ ἐξομολογήσεως καὶ λῃστήν. τὴν δὲ τῶν Νεφθαλείμ, ἑρμηνευομένου συνετοῦ, ἢ στελέχους τῶν αἰωνίων ἀγαθῶν ἐξημμένους, τοὺς ἐν συνέσει τοῦ δεσποτικοῦ στελέχους ᾔτουν τοὺς ἐπερειδομένους o αὐτῷ, ὅς ἐστιν ὁ σταυρὸς τοῦ Χριστοῦ, m τικτομένου τοῦ Ἀντιχρίστου B. n Qiiifi scq. 0111. Edd. usque ad ἐργασίας. o ἐπεριδομένους Edd. καὶ ἐστεφανωμένους μετὰ συνέσεως, καὶ ἐν ἐκείνῳ τοὺς δαίμονας κερατίζοντας, κατὰ τὸ εἰρημένον “ ἔν σοι τοὺς ἐχθροὺς κερατιοῦ- “ μὲν.” τὴν δὲ τοῦ Μανασσῆ, ὃς ἀπὸ λήθης ἑρμηνεύεται, τοὺς ἐπιλανθανομένους τῶν πατριῶν διὰ Χριστὸν, κατὰ τὸ, “ ἐπιλάθου “ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. ὅπως ἐπ’ ἐπιθυμήσῃ βασιλεὺς τοῦ κάλλους σου τοῦ ψυχικοῦ, καὶ ἀξιώσῃ τῆς ἐν τῷ μυστικῷ γάμῳ ἱλήσεως. τὴν δὲ τοῦ Συμεὼν, ὅπερ ἐπακουσμὸν δηλοῖ, τοὺς τῶν θείων ἐντολῶν ὑπακούοντας δι’ ἀγαθῶν καὶ καθαρῶν πράξεων. διὸ καὶ τὸ θεῖον εὐήκοον αὐτοῖς προξενοῦσιν, ὥστε καταξιοῦσθαι ὑπ’ αὐτοῦ ἀκούειν, περὶ ὧν καὶ εἴρηται, “ ἀπὸ πράγματος “ ἐν σκότει διαπορευομένου οὗ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου οὐ “ πειραθήσεται.” τὴν δὲ τοῦ Λευῒ, ὃς προειλημμένον p σημαίνει, τοὺς ὑπὸ Θεοῦ προειλημμένουςρ εἰς ἐκλογὴν, κατὰ τὸ ψαλμικὸν λόγιον, καὶ ἐν ταῖς θείαις ἐγκατασκηνοῦν μέλλοντας αὐλαῖς, ὡς τῆς ὀγδόης τῆς μετὰ τὸν παρόντα αἰῶνα μέλλοντας ἱερατεύειν· ἥτις ὀγδόη, κατὰ τὸν μέγαν Γρηγόριον, καὶ πρώτη τῶν μετ’ αὐτὴν, καὶ ὀγδόη τῶν πρὸ αὐτῆς, ὑψηλῆς ὑψηλοτέρα· ἅτε τοῦ μέλλοντος αἰῶνος φέρουσα τύπον, οὗ καὶ ἡ Λευὶ φυλὴ τὸ τῆς τάξεως ἐνταῦθα ὄγδοον λαχοῦσα παρὰ τοῦ ταῦτα χρηματίζοντος. τὴν δὲ τοῦ Ἰσάχαρ, ὅπερ ἐστι μισθὸς, τοὺς τὰς ἀρετὰς πρὸς q τῶν μελλόντων ἐπάθλων τῆς λήψεως εἰς μισθὸν ὁριζομένους, καὶ δἰ αὐτὸ τὸ καλὸν, κἂν ἐπιπόνως ἀκαπηλεύτως ὅμως, αὐτὰς μετερχομένους. τὴν δὲ τοῦ Ζαβουλὼν, ὅπερ ἑρμηνεύεται ῥύσις προσειλημμένη τοὺς τὸν πλοῦτον τοῖς πτωχοῖς ἀπονέμοντας r, καὶ ὑπὸ Χριστοῦ προσλαμβανομένους. οἱ καὶ τὴν ῥύσιν τῶν ψυχικῶν καρπῶν, ᾔτουν τὴν φθορὰν ἣν τίκτει κενοδοξία, τῇ μνήμῃ τοῦ πυρὸς τῆς γεέννης ἰατρεύουσι. τὴν δὲ τοῦ Ἰωσὴφ, ὅπερ ἐστιν Ἰαὼν προσθήκη s, οἱονεὶ θείου ὀνόματος προσθήκην, τοῦτο γὰρ φασὶ σημαίνειν τὸ Ἰαῶθ, τοὺς ἐν προσθήκης μέρει πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν ἀναληφθέντας t, καὶ τὰ χρειώδη τῶν βίου παρὰ τοῦ ἀψευδοῦς δεσπότου λαμβάνοντας. τὴν δὲ τοῦ Βενιαμὶν, ὅπερ υἱὸς ὀδύνης ἢ υἱὸς ἡμέρας ἑρμηνεύεται, τοὺς διὰ τὸ πλῆθος τῶν ἐν καρδίᾳ ὀδυνῶν, ὡς Δαβὶδ μελῳδεῖ, ἐναμίλλους τὰς θείας παρακλήσεις u ἀντιλαμβά- P προσηλημμένος B. q πρὸ B. r ἀποκτωμένους B. s ἀγαθῶν προσθήκη Edd. qui seqq. om. usque ad Ἰαώθ. t ἀναληφθέντας om. B. u περιχρίσεις Edd. νοντας, ὡς καὶ υἱοὺς φωτὸς καὶ ἡμέρας χρηματίζειν. ταῦτα μὲν ἐκ τῆς τῶν ὀνομάτων τῶν Ἑβραικῶν ἀναπτύξεως παρατέθειται. σκοπητέον δὲ ὡς τοῦ Δὰν τὴν ὀνομασίαν, καὶ τοι φυλάρχου καὶ αὐτοῦ ὑπάρχοντος, οὐκ ἐμνήσθη ὁ ἐνθεάζων. στοχάζεσθαι οὖν ἐκ τούτου δίδοται, ὡς οὐ μόνον διὰ τὸ τὸν Ἀντίχριστον ἐξ αὐτοῦ τεχθησόμενον ὑπειλῆφθαι, ὡς καὶ Ἰακὼβ ὁ πατριάρχης ὄφιν αὐτὸν ἐπὶ ὀδοῦ καθήμενον δάκνοντα πτέρναν προεδήλωσεν, ἀλλὰ καὶ ὅτι βαρὺ τὸ κρίνειν ἀλλότριον οἰκέτην. τί γάρ φησιν ὁ Κύριος ; “μὴ κρίνετε, ἵνα μὴ κριθῆτε·’’ ἐπεὶ οὖν τὸ Δὰν εἰς τὴν Ἑλλάδα γλῶσσαν ἀναπτυσσόμενον κρίσιν παρίστησιν, ᾔτουν κατὰ κρίσιν, οὐκ ἐδικαίωσεν ὁ χρὴ χρηματίζων ἐκ ταύτης τῆς φυλῆς καὶ κατ’ ἐκεῖνον καιρὸν εἰς μοῖραν λαμβάνειν, καὶ ὁπηνίκα τὸ ἐβδελύχθαι αὐτὴν αὐτόχρημα πάρεστι, καὶ κλέος αὐτῇ κἂν ἐπάρατον καὶ ψευδὲς ἐκπορίζῃ αὐτῇ u. x Ταῦτα περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐσφραγισμένων εἰς σωτηρίαν· ἢ κατὰ τὴν ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενεχθεῖσαν y πανωλεθρίαν, ἐκδίκησιν οὖσαν τῆς τοῦ Κυρίου μιαιφονίας . ἢ καὶ κατὰ τὴν τελευταῖαν τοῦ Ἀντιχρίστου ἐπιδημίαν, ἐν ᾗ καὶ ἡ τοῦ Δὰν φυλὴ τῆς σωτηρίας ἐκβέβληται, ἄτε μαιεύουσα τὸν Ἀντίχριστον, καὶ ὐπ’ αὐτοῦ συγκροτουμένη, καὶ τούτῳ προσανέχουσα, καὶ καύχημα τοῦτον προβαλλομένη καὶ κλέος ἀκλέες καὶ ὀλέθριον.