ΟΙKΟΥMΕΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΤΡΙΚΚΗΣ ΘΕΣΣΑΛΙΑΣ ΚΑΙ ΑΡΕΘΑ ΤΟΡ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΣΥΛΛΟΓΗ ΕΞΗΓΗΣΕΩΝ ΕΚ ΑΓΙΩΝ ΑΝΔΡΩΝ ΕΙΣ THN TOT ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΑΠΟΚΑΛΥΨΙΝ. Ἐκ Τῦν Οἰκουμενίωι τῶλ Μακαρίωι Θεσσαλίασ θεοφιλῶσ Πεπονημένων Εἰσ Ἰωάννορ τοῦ Θεολόγορ, Σύνοψισ Σκολικὴ Σύνοψισ Δεουσησ οσον κατα Συνοψιν Χριστὲ ὁ Θεὸσ σύμπραξον Ἠμῖν a. Οτι καὶ τοῦτο τὸ σύγγραμμα ῥάμμα μύησις, τῆς ἀπὸ τοῦ ἐπὶ τὸ στῆθος ἀνακλἰσεως b τῆς ὑπερθέου σοφίας τοῦ ἠγαπημένου, ἅτε θεοπνεύστου ὃν καὶ ὠφέλιμον ἀναμφιλόγως, κατείληπται· ἀλλ’ οὐ τῶν νόθων, ὥς τινες πλάνῳ συγχροτούμενοι πνεύματι ἐληρώδησαν, εἰ μὴ καὶ γνήσιον, καὶ τοῦ τῆς βροντῆς ἐπάξιον υἱοῦ. εἴγε πιστέον Ἀθανασίῳ τῷ παμμεγίστῳ, ἐν τῇ ἐκθέσει τῶν κανονιζομένων τῆς παλαιᾶς τε καὶ νέας βιβλίων, τοῖς γνησίοις καὶ τοῦτο ἐγκρίνοντἰ ἀλλὰ καὶ Βασιλείῳ τῷ θείῳ τοῦτο ἐν τῇ περὶ Υἱοῦ συζητήσει συντόμῳ ἔδειξε, καὶ Γρηγορίῳ τῷ θείῳ τὸν λόγον ἐν τῷ συντακτηρίῳ αὐτοῦ λόγῳ· καὶ Μεθοδίῳ τῷ σοφωτάτῳ Ἐπισκόπῳ Πατάρων ἐν τῷ περὶ ἀναστάσεως· Κυρίλλῳ τε τῷ μεγάλῳ, ἐν τοῖς περὶ τῆς ἐν πνεύματ’ προσκυνήσεως καὶ λατρείας αὐτοῦ πόνοις· πρὸς τούτοις καὶ Ἱππολύτῳ τῷ Ῥώμης προέδρῳ, ἐν τῇ τοῦ εἰς τὸν Δανιὴλ ἑρμηνείᾳ λόγου· καὶ ἄλλοις δὲ πολλοῖς, ἵνα μὴ μακρολόγωμεν, οἷς εἰς νόθον καὶ ἀπόβλητον οὐκ ἔδοξεν ἀπερρῖφθαι, εἰ μὴ γνήσιον κριθῆναι· οὐκ ἃν τοιούτοις καὶ τοσούτοις ἀκριβασιαῖς τοῦτο δοκοῦν, εἰ μὴ τὸ μέτριον αὐτῷ ᾔδεσαν σπουδαζόμενον· εἰ a Hoc ProŒmium Œcumenii in Apocal. Commentarii quod vulgaverat Montfaucon. Bibl. Coisl. p. 277. ipse descripsi e Cod. Coisl. 224. adjecta lectionis varietate e Cod. Barocc. 3. qui initio autem mutilus est. b ἀνακλήσεως cod. γὰρ μὴ τοῦτο, μηδὲ τὸ ἔντριτον σπαρτίον κατὰ τὸν Ἐκκλησιάζοντα Σολομῶντα ἄρρηκτον μένον οὐ ταχέως διαρραγήσεται, πολλῷ ἃν τὸ ἑξάπλοκον. Διὰ τῆς ἀποκαλύψεως οὖν ταύτης δείκνυσιν ὁ Χριστοῦ μαθητὴς, ὡς καὶ τὸ προφητικὸν καταπλουτεῖ χάρισμα, εἴπερ τῶν ἐνεστώτων καὶ τῶν παρῳχημένων τε καὶ μελλόντων γνῶσιν τὸ μετὰ χεῖρας σύγγραμμα θησαυρίζει· ὣν καὶ πᾶσα ἐγκύμων προφητεία, ὃ καὶ τοῖς παρ’ ἡμῖν θυραυλοῦσιν ἐν λόγῳ σοφοῖς. ἐπεὶ δέ τινες ηὐθαδίσαντο, ᾗ καὶ προλέλεκται νοθείας ἐγκλήματι τὸ θεοτελὲς τοῦτο χρησμῴδημα ἀχρειοῦν· παρ’ ὅσον ὁ θεόληπτος οὗτος τοῦ λόγου πατὴρ εἰωθὸς αὐτῷ θεολογία σεμνύνειν τῶν θεοπρεπῶν αὐτοῦ τόκων τὴν ἐκ βαλβίδος b αὐτῶν, ὡς ἃν εἴποι τις, πρόοδον. οὐ νῦν τοῦτο ποιεῖ· περὶ δὲ τὸ κἀς ἡμᾶς πρόσλημμα διὰ φιλανθρωπίαν ἄφατον τὴν περὶ ἡμᾶς, τὸ προοίμιον προσευκαιρεῖ. ἀναγκαῖον ἐκεῖνο ἐρεῖν, ὡς ἀδιάφορον εἰδὼς τὸ περὶ τὸ ἓν καὶ τὸ αὐτὸ ὑπάρξαν τῇ ἀπορρήτῳ ἑνώσει τῶν συνελθόντων ὁπωσοῦν ἑκατέρως χρῆσθαι· εἴτ’ ἀπὸ τῶν θειοτέρων τοῦ Σωτῆρος Χριστοῦ ἀρξάμενον, ἣ ἀπὸ τῶν ἀνθρωποπρεπῶν ἐν τοῖς πρώτοις αὐτοῦ γράμμασιν, ἀπὸ τῶν θεοπρεπεστέρω ἀρξάμενος ἐπὶ τὰ ἀνθρώπινά χωρεῖν οὐκ ἠνήνατο· ἀφ’ ὧν φάσκει “ καὶ ὁ Λόγος “ σὰρξ ἐγένετο, ἐν τῷ μετὰ χεῖρας αὖθις συγγράμματι ἀπὸ τῶν ἀνθρωποπρεπῶν ἀρξάμενος, ὡς ἃν μὴ δόξαι ἀπὸ τῶν θειοτέρων μόνων αὐτὸν γινώσκειν, οὐ μέντοι καὶ ἀπὸ τῶν ἀνθρωπίνων οὐκ ἠνέσχετο τοῖς ἀνθρωποπρέπεσιν ἐπαναπαῦσαι τὸν λόγον, ἀλλὰ κἂν τούτοις τὰ θεοπρεπέστερα προσνέμειν c οὐ κατοκνεῖ. δι’ ὧν καὶ τῷ ἀνθρωπίῳ d τοῦ Κυρίου τὰ ὑπὲρ ἄνθρωπον ἐνθεωρεῖσθαι βούλεται· ὃ καὶ Παύλῳ τῷ θείῳ σκοπὸς ἐν τῇ πρὸς Κολοσσαεῖς e “ ἐν αὐτῷ, ” περὶ τοῦ Χριστοῦ φάσκοντι, “ ἐκτίσθη τὰ πάντα, “ τάτε f ἐν οὐρανῷ καὶ τὰ ἐπὶ γῆς· πάντα δι’ αὐτοῦ ἔκτισται, “ καὶ αὐτός ἐστι πρὸ πάντων· καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν· “ καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· ὅς ἐστιν ἀπάρχη πρωτότοκος ἐκ τῶν νεκρὼν, ἴνα γένηται ἐν πᾶσιν b Hinc. inc. Cod. Barocc. c προλέγειν Cod. Bar. d τὰ ἀνθρώπινόν Bar. e Κολασσεῖς Coisi. f τάτε om. Coisl. αὐτὸς πρωτεύων. ἡ προσληφθεῖσα γὰρ αὐτῷ g σὰρξ ἐψυχωμένη νοερῶς, ἵν ἐκ δύο φύσεων ἀσυγχύτως νοοῖτο ὁ Ἐμμανουὴλ, συνημμένων θεότητι καὶ ἀνθρωπότητι, τελείως ἐχούσης ἑκατέρας κατὰ τὸν οἰκεῖον λόγον, καὶ τὴν κατὰ ποιότητα φυσικὴν ἰδιότητα καὶ διαφοράν i. οὐ συγχυθέντων k οὐκ ἀλλοιωθέντων τῶν συνδεδραμηκότων, οὐδ’ αὖ διαιρουμένων l τῇ ὁλοκληρίᾳ τῶν φύσεων μετὰ τὴν ἄφραστον ἕνωσιν. ἵνα καὶ Νεστόριος καταισχύνοιτο, καὶ Εὐτυχὴς συναπόλοιτο m. ἀλλ’ ὅπως μὲν ᾖ τὸ περὶ τοῦ Σωτῆρος n ἐν τοῖς ἄλλοις θείοις ἀκριβὲς καὶ ἀπεξεσμένον δόγμα, ἐνδιατρίψας ὡς εἴρηται ἐνταῦθα τοῖς ἀνθρωπίνοις κατεχρήσατο ῥήμασιν· πλὴν οὔτε τὰ θεῖα τῶν ἀνθρωπίνων ἀπήλλακται, οὐκ ἔμπαλιν τὰ ἀνθρώπινα τῶν θείων, κατὰ τὸ μᾶλλον δὲ καὶ ἧττον ἡ χρῆσις πρόεισιν. g αὐτῶ om. Bar. h ὁ om. Bar. i ἀναφορὰν Bar. k συγχυσθέντων Coisl. l διῃρημένων Bar. m συναπόλλοιτο Codd. n τὸ π. τ. σωτ. ἀκριβὲς καὶ ἀπεξεσ. δόγμ’. ἐν τ. ἀλλ’. θ. Bar. ἘΚ τῦν Ἄνδρεα Τῶι Μακαριωτάτωι Ἀρχιεπισκόπωι Καισαρείασ Καππαδοκίασ Εἰσ τὴν Ἀποκάλυψιν θεαπέσεωσ, σύνοψισ σχολικὴ, παρατεθεῖσα ὑπὸ Ἀρέθα Ἀναξίου Ἐπισκόπου Καισαπείασ Καππαδοκίασ. Ἴστεονκ a ὅτι τὴν πᾶσαν πραγματείαν τοῦ παρόντος βιβλίου εἰς εἰκοσιτέσσαρας λόγους ὁ μακάριος οὗτος καὶ θεοσυνέργητος ἀνὴρ, καὶ εἰς ἑβδομηκονταδύο κεφάλαια οὐκ ἀσυνέτως τρισσούμενος γὰρ ὁ εἰκοστὸς τέταρτος ἀριθμὸς, γεννᾷ τὸν ἑβδομηκονταδύο. ὁ δὲ εἱκοσιτέσσαρα b διὰ τοὺς εἰκοσιτέσσαρας οὓς ἐνταῦθα ἡ Ἀποκάλυψις ἐχρημάτισεν, ἐλήφθη. οἳ σύμβολον βόλον τῶν ἀπ’ αἰῶνος καὶ μέχρι συντελείας εὐηρεστηκότων εἰσὶ Θεῷ. ἐτριπλασιάσθη δὲ οὗτος ὁ ἀριθμὸς ἐπὶ τῶν οὐκ ἀσκόπως, ἀλλὰ διὰ τοὺς εὐαρεστοῦντας Θεῷ τριμερῆ τὴν ὑπόστασιν ἐσχηκότας, ψυχῆς, σώματος, καὶ πνεύματος, εἰς οἰκείωσιν τῆς παντοκρατορικῆς κατασπεύσαι c τριάδος. περὶ δὲ τοῦ θεοπνεύστου τῆς βίβλου, ὁ ἐν ἁγίοις Βασίλειος, καὶ d Γρηγόριος ὁ θεῖος τὸν λόγον, καὶ Κύριλλος, καὶ Παπίας, καὶ Εἰρήναιος, καὶ Μεθόδιος e καὶ Ἱππόλυτος, οἱ ἐκκλησιαστικοὶ πατέρες, ἐχέγγυοι πιστώσασθαι. a ἰστέον om. B. b εἰκοστὸς τέταρτος Edd. c κατασπεῦσαι B. d ὁ ἐν ἡ. ασ. καὶ om. B. e Sic B. om. Edd.