Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. Ἀγαπητοὶ, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῆ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Καὶ τίνα τρόπον ἀρνήσεται τις τῶν ἅπαξ πεπιστευκότων εἰς a τὸν Κύριον b Ἰησοῦν Χριστόν ; καίτοι παρεδεξάμεθα τὸν τῆς ἐνανθρωπήσεως λόγον· ἀλλ’ εἰ φαμὲν ὅτι ἕτερος μέν ἐστιν ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἕτερος δὲ κατ’ ἰδίαν c ὁ ἐκ γυναικὸς, ἠρνησάμεθα τὸν ἕνα d δεσπότην. εἷς γὰρ Κύριος Ἰησοῦς καθ’ ἕνωσιν οἰκονομικὴν, τὴν πρός γε φημὶ τὸν ἐκ Θεοῦ Λόγον, εἰς τὴν τῆς θεότητος δόξαν ἀναφοιτώσης αὐτοῦ τῆς σαρκός· σαρκός· εἷς e οὖν ἄρα Χριστὸς καὶ Υἱός· ἔστι γὰρ οὗτος τῶν ὅλων δεσπότης. Κυρίλλου. Ὁμοῦ μὲν ἀσφαλιζόμενος ἡμᾶς, ὁμοῦ δὲ καταστίζων τοὺς αἱρετικοὺς ταῦτα φησί. οὐκοῦν οὐ ξενιστέον ἐπὶ τῇ τῶν αἱρετικῶν πλάνῃ τὲ καὶ κακοπιστίᾳ· τοῦ Ἁγίου Πνεύματος προμηνύσαντος ἡμῖν διὰ τῶν Ἁγίων προφητῶν τε καὶ Ἀποστόλων τὴν τούτων ἔγερσιν· μᾶλλον γὰρ ἡμᾶς διὰ τῆσδε τῆς προφητείας ἀσφαλεστέρους ἐποίησεν, ὥστε μὴ ταῖς σοφιστίαις τούτων ἁλῶναι.