ΩΑΝΝΟΥ ΕΠΙΣTΟΛH Γ. ΥΠΟΘΕΣΙΣ. Εστιν ἡ Ἐπιστολἠ περὶ φιλοξενίας. καὶ πρῶτον μὲν ἀποδέχεται τὸν Γάϊον μαρτυρούμενον παρὰ πάντων ἐπὶ φιλοξενίᾳ, καὶ προτρέπει τῇ αὐτῇ προθέσει ἐμμένειν καὶ προπέμπειν καὶ δεξιοῦσθαι τοὺς ἀδελφούς. πάλιν τὲ αὐτοῦ μὲν τὴν προφορὰν ἀποδέχεται· αἰτιᾶται δὲ Διοτρεφῆ, ὡς μήτε αὐτὸν παρέχοντα τοῖς πτωχοῖς, ἀλλὰ καὶ κωλύοντα τοὺς ἄλλους, καὶ πολλὰ φλυαροῦντα, τοὺς δὲ τοιούτους λέγει ἀλλοτρίους εἶναι τῆς ἀληθείας, καὶ μὴ εἰδέναι τὸν Θεόν. Δημήτριον δὲ συνίστησι μαρτυρῶν αὐτῶ τὰ κάλλιστα. ΚΕΦ. Α. Εὐχὴ ὑπὲρ τελειώσεως καὶ εὐχαριστίας ἐφ’ ὁμολογίᾳ φιλοξενίας a τῶν ἀδελφῶν διὰ Χριστόν. Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. ἀγαπητὲ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. Καὶ ταύτην τὴν Έπιστολὴν γράφει, συνιστῶν τινας ἀδελφούς· γράφει δὲ Γαίῳ· μαρτυρεῖ δὲ αὐτῷ φιλοξενίαν πολλὴν, ἣν καὶ μεγάλων ἐπαίνων ἀξιοῖ. τὸν γὰρ ἀγαθοποιοῦντα ἐκ τοῦ Θεοῦ εἰναι λέγει· πλεῖον δὲ αὐτὸν διεγείρει, καὶ ἐξ ὧν διαβάλλει τὸν μὴ τοῦτο ἐγνωκότα ποιεῖν Διοτρεφῆ. ἐπαινεῖ δὲ καὶ Δημήτριον τὸ αὐτὸ πράσσοντα, καὶ μαρτυρίαν αὐτῷ τῆς ἀρετῆς παρέχεται πιστήν. σύντομος δὲ αὕτη ἡ Ἐπιστολὴ διὰ τὴν προειρημένην αἰτίαν ἐν τῇ β΄ Ἐπιστολῇ. a Sic B. et ŒŒŒŒŒcum. φιλοξένων Ν. Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῆ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς· μειζοτέραν τούτων οὐκ ἔχω χαρὰν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. ἀγαπητὲ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, οἳ ἐμαρτύρησάν σου τῆ ἀγάπῃ ἐνώπιον Ἐκκλησίας· οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν· ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γενώμεθα τῆ ἀληθείᾳ. Παιδεύων ἡμᾶς μὴ ἀναμένειν τοὺς δεομένους πότε πρὸς ἡμᾶς ἔλθωσιν, ἀλλ’ αὐτοὺς ἐπιτρέχειν καὶ καταδιώκειν· οὕτως ὁ Λὼτ, οὕτως ὁ Ἀβραὰμ ἐποίησαν. Μένει ἐν τῇ εὐαγγελικῇ διδασκαλίᾳ ὁ κατ’ αὐτὴν φρονῶν καὶ πράττων, ἀπάγει δὲ ἑαυτὸν ἀπ’ αὐτῆς ὁ ἐναντίως αὐτῆς ἐνεργῶν καὶ δοξάζων· εἶτα ἐπεὶ διὰ πρακτικοῦ καὶ θεωρητικοῦ γίνεταί τινος ὁ Θεὸς, ὁ τῶν ὅλων κτίστης, ὡς τοῦ Ἀβραὰμ, εἰπὼν αὐτῷ, “ ἐγὼ “ Θεὸς σός.’’ ὁ ἔξω τῆς ὀρθῆς πίστεως καὶ τῆς τηρήσεως τῶν Χριστοῦ ἐντολῶν ἄθεος ἐστιν, ἑαυτὸν ἀποσχοινίσας τοῦ ἔχειν Θεόν. ἀθέου δὲ ὄντος τοῦ ἀπαγαγόντος ἑαυτὸν τῆς θείας παιδεύσεως τῷ εἰρημένῳ τρόπῳ, ὁ μένων ἐν αὐτῇ Πατέρα καὶ Υἱὸν ἔχει. ἐν τῷ γὰρ τηροῦντι τὸν λόγον αὐτοῦ, εἶπεν ὁ Υἱὸς, ἐλεύσεσθαι ἅμα τῷ Πατρὶ ἐπὶ τῷ μεῖναι παρ’ αὐτῷ, γενομένῳ ἁγίῳ ναῷ, οἰκοδομηθέντι ἐκ τηρήσεως τῶν θείων ἐντολῶν· διττοῦ ὄντος τοῦ ἔχειν Θεόν τὸ μὲν ἕτερον κοινὸν πάντων τῶν κτισμάτων, ταὐτὸν σημαῖνον τὸ ἔχειν κτίστην· τὸ δὲ ἕτερον λοιπὸν μόνων τῶν διὰ καλοκαγαθίας θερα- πευόντων αὐτόν· καθὸ σημαινόμενον “ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ “ καὶ Ἰακὼβ,” καὶ συνόλως τῶν Ἑβραίων εἴρηται. ἐπίστησον καὶ τοῖς οὕτω λεχθησομένοις. “ ὁ ἔχων τὸν Υἱὸν,” φησὶ, “ καὶ τὸν “ Πατέρα ἔχει.’’ καὶ ἔμπαλιν, ὡς πείθεσθαι ἐκ τούτου τῆς θεότητος τὸ ὁμοούσιον· ἐπεὶ γὰρ ὁ Πατὴρ ἐν Υἱῷ, ὁ ἔχων τὸν Υἱὸν, ἔχει καὶ τὸν Πατέρα. ἀλλὰ καὶ πάλιν καὶ ἀντιστρέφει· ὁ ἔχων τὸν Πατέρα ἔχει καὶ τὸν Υἱὸν, ὄντα ἐν τῷ Πατρί. εἴτις ἐνίστασθαι βουλόμενος λέγοι· καὶ ὁ τοὺς μαθητὰς ἔχων ἔχει τὸν Υἱὸν, καὶ ὁ τὸν Υἱὸν τὸν Πατέρα, κατὰ τὸ “ ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. οὐχ ὃν δεῖ τρόπον ἐνιστάμενος· περὶ γὰρ διδασκαλίας εἴρηται ταῦτα· ἐπείπερ ὁ δεξάμενος τοὺς Ἀποστόλους, συγκαταθέσει τῇ πρὸς τὴν διδασκαλίαν, αὐτὸν ἐδέξατο, δι’ αὐτῶν Υἱὸν καὶ Πατέρα διδάσκοντας. Καὶ ἑτέρως. Ἐπεὶ καὶ ὁ μένων ἐν τῇ διδαχῇ ἔχει τὸν Πατέρα καὶ τὸν Υἱὸν, ἔμενον δὲ οἱ Ἀπόστολοι ἐν τῇ διδαχῇ, ὡς καὶ κηρύττειν αὐτὴν, ὁ δεξάμενος αὐτοὺς ὄντας ναὸν Θεοῦ, δι’ αὐτοῦ τοῦ δέχεσθαι αὐτοὺς, ἔχει τὸν ἐν αὐτοῖς Υἱὸν καὶ Πατέρα. * Περὶ τῆς Διοτρεφοῦς φαυλότητος καὶ μισαδελφίας. Ἔγραψα ἂν τῇ ἐκκλησίᾳ· ἀλλ’ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπ’ ἐπιδέχεται τοὺς ἀδελφοὺς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. ἀγαπητὲ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν· ὁ ἀγαθοποιῶν, ἐκ τοῦ Θεοῦ ἐστίν· ὁ κακοποιῶν, οὐχ ἑώρακε τὸν Θεόν. Μηδεμιᾶς κοινωνίας οὔσης φωτὶ πρὸς σκότος, ἢ συμφωνίας Χριστοῦ πρὸς Βελίαρ, ὁ ἀγαθοποιῶν πρακτικῶς, Θεὸν τὸν Χριστὸν ἔχων ὑπάρχοντα φῶς ἀληθινὸν, πόρρω τοῦ σκότους καὶ τοῦ Βελίαρ ἐστίν. ἀλλὰ καὶ ἐπεὶ ἐναντίον τὸ ἀγαθοποιεῖν τῷ ποιεῖν τὸ κακὸν, ὁ κακοποιὸς δι’ αὐτοῦ τοῦ οὕτως ἐνεργεῖν, ἐκ τοῦ Βελίαρ καὶ τοῦ σκότους ὣν, οὐχ ἑώρακε τὸν Θεὸν, οὐδὲ κατὰ πόσον γνῶσιν αὐτοῦ ἔχων. “ πᾶς γὰρ ὁ ἁμαρτάνων, οὐχ ἑώρακε τὸν Θεὸν, οὐδὲ ἔγνωκεν “ αὐτόν· ἐπεὶ δὲ τὸ ὁρᾶν σῶμα ἣ μὴ ὁρᾶν, τῷ χρᾶσθαι ὄψει καὶ μὴ χρᾶσθαι γνωρίζεται ὁρωμένου τοῦ μαθητοῦ. καὶ τῷ κακοποιοῦντι, ἐὰν ὄψιν ἔχῃ· μὴ βλεπομένου δὲ τοῦ στερουμένου ὄψεως, κἂν ἀγαθοποιὸς ᾖ· ἀντιρρήτως οὓς ἅμα δείκνυται· εἴγε ἀγαθοποιοῦντι, διὰ τὸ καθαρὰν καρδίαν ἔχειν, ὁρᾶται, καὶ ὄψεως λείπεται οὐχ ὁρώμενος τῷ κακοποιοῦντι, ὀξυωπέστατος b ᾖ,παρόσταται τὰ ἐναντία εἶναι, b ὀξυπέστατος Cod. καὶ διὰ τοῦτο ἀσυνύπαρκτα τὸ κακοποιεῖν καὶ ἀγαθοποιεῖν· καὶ “ ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν, καὶ παραπλησίως γεγραμμενων. ΚΕΦ. Β. Περὶ Δημητρίου ᾧ μαρτυρεῖ τὰ κάλλιστα. Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων, καὶ ὑπ’ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι. Ὡς οἶμαι οὗτός ἐστιν ὁ τοὺς ἀργυροῦς ναοὺς ποιῶν τῆς Ἀρτεμίδος, ὁ στασίασας ποτὲ κατὰ Παύλου τοῦ Ἀποστόλου. ΚΕΦ. Γ. Περὶ ἀφίξεως αὐτοῦ πρὸς αὐτοὺς ἐν τάχει ἐπ’ ὠφελείᾳ. Πόλλα εἶχον γράφειν, ἀλλ’ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν· εἰρήνη σοι· ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ’ ὄνομα. ἀμήν. Τέλος τῆς Ἰωάννου καθολικῆς γ΄ Ἐπιστολῆς.