ΙΩΑΝΝΟΥ ΕΠΙΣTΟΛΗ Α. ΥΠΟΘΕΣΙΣ. Ἐπειδη αὐτὸς ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράψας αὐτὸς καὶ ταύτην ἐπιστέλλει· ὑπομιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον· καὶ πρῶτον μὲν ὥσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀποδεικνὺς αὐτὸν ἀεὶ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ὡς ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. θεολογῶν δὲ ἐξηγεῖται, μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, ἀλλ’ ἐξ ἀρχῆς μὲν καὶ ἀεὶ τυγχάνειν αὐτὸν, νῦν δὲ πεφανερῶσθαι ἐν τῷ Κυρίῳ· ὅς τις ἐστὶ ζωὴ αἰώνιος καὶ Θεὸς ἀληθινός. καὶ τὸ αἴτιον δὲ τῆς αὐτοῦ παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησι, λέγων εἶναι τοῦτο· ἐπὶ τῷ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθερῶσαι ἀπὸ τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα καὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παιδία, πρὸς νεανίσκους, πρὸς γέροντας· ὅτι ὁ μὲν Θεὸς ἐγνώσθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενίκηται, καταργηθέντος τοῦ θανάτου· εἶτα λοιπὸν δι’ ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλήλους ἀγαπᾶν, καὶ ἀποδεικνὺς ὅτι δεῖ ἀλλήλους ἀγαπᾶν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. ἐξηγεῖται οὖν περὶ διαφορᾶς φόβου καὶ ἀγάπης, καὶ τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς καὶ μὴ θανατικῆς, καὶ διαφορᾶς πνευμάτων· καὶ λοιπὸν διαιρεῖ ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστὶ, ποῖον δὲ τῆς πλάνης· καὶ πότε μὲν γινωσκόμεθα τέκνα Θεοῦ, πότε δὲ διαβόλου· καὶ περὶ ποίας ἁμαρτίας ὀφείλομεν εὔχεσθαι ὑπὲρ τῶν ἁμαρτανόντων, καὶ περὶ ποίας οὐ δεῖ εὔχεσθαι· καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὐκ ἔστιν ἄξιος τῆς κλήσεως, οὐδὲ δύναται λέγεσθαι τοῦ Χριστοῦ· καὶ τὴν ἑνότητα δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυσι, καὶ ὅτι ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει· διακρίνει δὲ ἐν τῇ Ἐπιστολῇ ταύτῃ λέγων, καὶ τὸ ἴδιον τοῦ Ἀντιχρίστον εἶναι τὸ λέγειν μὴ εἶναι τὸν Ἰησοῦν Υἱὸν αὐτὸν τὸν Χριστὸν, ἵνα μὴ ᾖ δῆλον ὅτι, ὡς μὴ ὄντος ἐκείνου, ἑαυτὸν εἴπῃ εἶναι ὁ ψεύστης· παραινεῖ δὲ δι’ ὅλης τῆς Ἐπιστολῆς, μὴ ἀθυμεῖν τοὺς πιστεύοντας τῷ Κυρίῳ, εἰ μισοῦνται ἐν τῷ κόσμῳ, ἀλλὰ μᾶλλον χαίρειν, ὅτι τὸ μῖσος τοῦ κόσμου δείκνυσι τοὺς πιστεύσαντας μεταβεβηκέναι ἀπ’ αὐτοῦ τοῦ κόσμου, καὶ εἶναι λοιπὸν τῆς οὐρανίου πολιτείας. καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῦς πάλιν ὑπομιμνήσκει, λέγων ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ζωὴ οὐράνιός ἐστὶ καὶ Θεὸς ἀληθινὸς, καὶ ἵνα τούτῳ δουλεύωμεν ὦμεν καὶ φυλάττωμεν ὦμεν αὐτοὺς ἀπὸ τῶν εἰδώλων.