ΚΕΦ. Ε. Περὶ φιλαδελφίας εἰς θεοσέβειαν. Ἀγαπητοὶ, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν. Ὠσπερ ἔγκλημα καὶ ψόγον φέρει τῷ μὴ αἱρουμένῳ τὸ αἱρετὸν, καὶ μὴ φιλοῦντι τὸ φιλητὸν, οὕτως ἔπαινον περιποιεῖ [ὁ] τοῖς ἀγαπῶσι τοὺς ἀξίους τὸ ἀγαπᾶσθαι τοῦ εἶναι ἀγαπητούς πότε δὲ τοῦτο ὑπαχθῆναι δυνατόν ; ἢ ὅτε αἴρει ὁ Σωτῆρ’ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἵνα ἀναδειχθῇ ὁ ἄνθρωπος, οἷος ὑπὸ Θεοῦ γέγονε, καθ’ ὁμοίωσιν καὶ εἰκόνα ἀποδειχθεὶς τοῦ πεποιηκότος; οὕτω γὰρ καὶ φανερωθεὶς ὁ ἄνθρωπος, εὐθὺς ὣν ἀγαπητὸς καὶ ἄξιος τοῦ ἀγαπᾶσθαι τυγχάνει. ἐπεὶ τοίνυν ὁ ἀποσταλεὶς Σωτῆρ’ τῷ κόσμῳ ἀγάπῃ τῇ πρὸς τὰ ἑαυτοῦ ποιήματα τοῦ Πατρὸς, ἐπὶ ἀναδείξει τοῦ κάλλους τῶν κατ’ εἰκόνα Θεοῦ γεγονότων, οἱ ταύτης τῆς δωρεᾶς τυχόντες ἀγαπητοὶ ὑπάρχουσιν, ὅθεν ἀλλήλους ἀγαπῶσιν· ἔχει γὰρ ἕκαστος καὶ τὸ ἀγαπητὸς καὶ τὸ ἀγαπητικὸς εἶναι, ἐντολὴν ἔχων τοῦ ἀγαπᾷν τὸν πλησίον. Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. καὶ ὅτι ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ μονογενῆ ἀπέσταλκεν εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι’ αὐτοῦ. ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Τοῦ Χρυσοστόμου. Ἀγάπην ποίαν φησι ; τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων· ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ γνώμης, καὶ τοῦ συναλγεῖν ἐκ καθαρᾶς καρδίας. ἔστι γὰρ ἀγάπη καὶ ἡ τῶν πονηρῶν· οἷον λῃσταὶ λῃστὰς φιλοῦσι, καὶ ἀνδροφόνοι ἀνδροφόνους. ἀλλ’ οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ’ ἀπὸ κακῆς. Ἀγαπητοὶ, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Τοῦτο ἡμῖν, φησι, κατορθώσει ἡ ἀγάπη· τὸ ἔνοικον ἡμῖν γενέσθαι Θεὸν, ὃν οὐδεὶς πώποτε τεθέαται. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν αὐτοῦ Σωτῆρα τοῦ κόσμου. ὃς ἐὰν ὁμολογήση ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ. ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῆ ἡμέρᾳ τῆς κρίσεως. Ὅρα πῶς ἄνω καὶ κάτω τὴν αἵρεσιν ἐκείνην ἀναιρεῖ τὴν πονηρὰν, τὴν λέγουσαν, ἄνθρωπον εἶναι ψιλὸν τὸν Ἰησοῦν Μάριας Υἱὸν, καὶ μὴ αὐτὸν ὁμολογοῦντας εἶναι τὸν Πατρὸς μονογενῆ Λόγον, ἐνανθρωπήσαντα διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν. Ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ. Καὶ πῶς ἐκεῖνος ἦν, ἣ ὡς αὐτὸς εἴρηκεν· “ ἔρχεται ὁ ἄρχων “ τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. ” οὕτω καὶ ἡμεῖς ὀφείλομεν εἶναι, μηδὲν εὑρισκόμενοι πρὸς τὸν κόσμον ἔχοντες. Τί οὖν ποιήσωμεν τοῖς προφήταις λέγουσιν ” ὅτι εἶδον τὸν “ Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ” ὁ δὲ Δανιὴλ πάλιν· “ ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε.’’ καὶ ὁ Μιχαίας· “ εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἱσραὴλ καθη- “ μένον ἐπὶ θρόνου αὐτοῦ. καὶ πολλὰς τοιαύτας ἐπισυναγαγεῖν ἐστὶ μαρτυρίας· πῶς οὖν, “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε,” φησίν ; ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς οἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόροις ἕκαστον ὁρᾶν. ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος. οὗτοι δὲ πάντες σχήματα ἔβλεπον διάφορα. τοῦτο γοῦν αὐτὸ δι’ ἑτέρου προφήτου ἐμφαίνων πάλιν, καὶ πείθων αὐτοὺς, ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· “ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ “ ἐν χερσὶ προφητῶν ὡμοιώθην. οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμὴν, ἀλλὰ συγκατέβην, φησὶ, πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. ὁ μέντοι Ἰωάννης, φησὶν, “ ὅτι Θεὸν οὐδεὶς ἑώρακε πάποτε·” τοῦτο γὰρ δῆλον ἢν, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων, “ ὁ μονογενὴς “ Υἱὸς, ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο,’’ ἀξιόπιστον εἰσάγει τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπη, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῆ ἀγάπῃ. Ὁ τὸν Θεὸν δεξάμενος, φησὶν, ὅς ἐστιν ἀγάπη, οὐ δέδοικέ τινα. τί δὲ καὶ φοβηθείη ὁ λαβὼν “ ἐξουσίαν περιπατεῖν ἐπάνω “ ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ;” Ἐρώτησισ μαξίμου. Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν ; ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται· πῶς οὖν “ ὁ φο- “ βούμενος οὐ τετελείωται;” Ἀπόκρισισ. Ἡ καλὴ τῶν θείων γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμὸν, τὸν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων 1 τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους, καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν, φοβουμένους ἐκάλεσε· τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τὲ καὶ τρόπων, οἶδεν ὀνομάζειν προκόπτοντας· τοὺς δὲ κατ’ γνωστικοὺς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας, κορυφὴν προαγορεύει τελείους. οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστραμμένος δι’ ὅλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν, καὶ πᾶσαν αὐτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις πράγμασιν ὑστερεῖ τινὸς καλοῦ τῶν εἰσαγομένοις πρεπόντων· κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος. οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινὸς ὑστερεῖ, κἂν τὴν αὐτὴν οὕτω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν. καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαστηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι. μηδενὸς μὲν, κατὰ τὸν μακάριον Δαβὶδ, διυστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ’ οὖν ἔτι λειπόμενοι τῆς κατὰ τῶν τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως· οἱ δὲ τῆς θεωρητικῆς ἐξιωθέντας m θεολογίας, καὶ πάσης φαντασίας ὑλικῆς τὸν Ι Sic. m ἀξιοθέντας Cod. νοῦν καθαρὸν καταστήσαντες, καὶ εἰκόνα τῆς θείας ὡραιότητος ὅλην ἀνελλιπῶς φέρουσαν τὴν μίμησιν, ἔστωσαν ἡμῖν οἱ ἀγαπῶντες. οὐκ ἔστιν οὖν ὑστέρημα τοῖς φοβουμένοις, κατὰ τὸν μακάριον Δαβὶδ, ὡς φοβουμένοις· κἂν οὐκ ἔχῃ τὸ πλῆρες καὶ τέλειον τῆς ἀμέσου πρὸς τὸν λόγον ἑνῶσαν κατὰ τὸ ἴσον τοῖς ἀγαπῶσι τὸν Κύριον ὁ φοβούμενος. ἕκαστος γὰρ ἐν τῷ ἰδίῳ τάγματι καὶ τὴν ἠφορισμένην αὐτῷ μονὴν ἔχει τὸ τέλειον· κἂν ἄλλος ἄλλου κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς πνευματικῆς ἡλικίας ἐστὶν ὑψηλότερος· ἐπειδὴ διττός ἐστιν ὁ φόβος, κατὰ τὸ “ φοβήθητε δὲ μᾶλλον τὸν “ δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἀπολέσαι ἐν γεέννῃ,” καὶ κατὰ τὸ, “ ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος·’’ καὶ “ μέγας “ καὶ φοβερός ἐστιν ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ. ζητητέον, πῶς ἔξω βάλλει τὸν φόβον ἡ ἀγάπη, εἴπερ εἰς αἰῶνα αἰῶνος διαμένει ; πῶς δὲ φοβερός ἐστι διαμένων ὁ Θεὸς εἰς τοὺς ἀπείρους αἰῶνας ἐπὶ πάντας τοὺς περὶ κύκλῳ αὐτοῦ ; ἣ μᾶλλον ἐπειδὴ, καθὼς εἶπον, διττός ἐστιν ὁ φόβος· ὁ μὲν ἁγνὸς, ὁ δὲ οὐχ ἁγνὸς, οἷον ὁ μὲν ἐπὶ πλημμελήμασι κατ’ ἐκδοχὴν κολάσεως συνιστάμενος φόβος, αἰτίαν ἔχων τῆς οἰκείας γεννήσεως τὴν ἁμαρτίαν, ὡς οὐχ ἁγνὸς, οὐκ ἔσται διὰ παντὸς τῇ ἁμαρτίᾳ διὰ τῆς μετανοίας συναφανιζόμενος. ὁ δὲ ἁγνὸς φόβος, ὁ δίχα τῆς ἐπὶ πλημμελήμασι μνήμης ἀεὶ συνεστὼς, οὐκ ἀπογενήσεταί ποτε· διότι περιουσιωδῶς ἐμπέφυκέ πὼς τῷ φόβῳ πρὸς τὴν κτίσιν, ποιούμενος ἔκδηλον πᾶσαν αὐτοῦ τὴν φυσικὴν αἰδεσιμότητα τῆς ὑπὲρ πᾶσαν βασιλείαν τε καὶ δύναμιν ὑπεροχῆς. ὁ τοίνυν μὴ φοβούμενος τὸν Θεὸν ὡς κριτὴν, ἀλλ’ αἰδούμενος αὐτὸν διὰ τὴν ὑπερβάλλουσαν τῆς ἀπείρου δυνάμεως ὑπεροχὴν, οὐκ ἔχει δικαίως ὑστέρημα, τέλειος ὑπάρχων ἐν τῇ ἀγάπῃ, μετ’ αἰδοῦς καὶ πρεπούσης σεβασμιότητος ἀγαπῶν τὸν Θεόν. καὶ οὗτός ἐστιν ὁ κτησάμενος τὸν διαμένοντα φόβον εἰς αἰῶνα αἰῶνος· καὶ οὕτως οὐκ ἔστιν αὐτῶ ὑστέρημα τὸ παράπαν οὐδέν. συνᾴδουσιν οὖν ἀλλήλοις ὁ τε προφήτης καὶ ὁ Εὐαγγελιστής· ὁ μὲν λέγων, μὴ εἶναι τοῖς κατὰ τὸν ἁγνὸν φόβον τὸν Κύριον φοβουμένοις ὑστέρημα· ὁ δὲ, τὸν φοβούμενον ὡς κριτὴν, διὰ τὴν ῥερυπωμένην συνείδησιν, μὴ εἶναι τέλειον ἐν τῇ ἀγάπῃ· κατὰ ταύτην τὴν ἐκδοχὴν τυχὸν, καὶ “ ἐπὶ πάντας “ τοὺς περὶ κύκλῳ αὐτοῦ φοβερός ἐστιν ὁ Θεός·’’ ὡς ἐγκεκραμένην φόβῳ ποιῶν τὴν τῶν ἀγαπώντων αὐτὸν, καὶ περὶ αὐτῶν γενησομένην ἀγάπην. φόβου γὰρ καθ’ ἑαυτὴν κεχωρισμένη ἡ ἀγάπη, εἰς καταφρόνησιν πέφυκεν ὡς τὰ πολλὰ μεταπίπτειν, μὴ οἷον στομουμένης φόβῳ τῆς ἐξ αὐτῆς τικτομένης φυσικῶς παρρησίας. τί δὲ βούλεται τὸ περὶ κύκλῳ αὐτοῦ λεγόμενον, εἰ δοκεῖ, κατανοήσωμεν. ὁ γὰρ κυκλούμενος καὶ ἐμπρὸς n καὶ ὀπίσω καὶ ἐκδεξιῶν καὶ ἐξαριστερῶν ἔχει τοὺς περικυκλοῦντας αὐτόν. ἐπειδὴ τοίνυν καὶ ὁ Κύριος ἔχει τοὺς περικυκλοῦντας, νοήσωμεν τοὺς μὲν ὀπίσω, τοὺς διὰ τῶν ἐντολῶν κατὰ τὴν πρακτικὴν ἀρετὴν ἀμέμπτως ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευθέντας· τοὺς ἐξαριστερῶν δὲ, τοὺς τὴν φυσικὴν ἐν πνεύματι θεωρίαν μετὰ τῆς τῶν κριμάτων εὐσεβοῦς ἀναλήψεως κατορθώσαντας· φησὶ γὰρ περὶ τῆς σοφίας ἡ τῶν Παροιμιῶν βίβλος. “ ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. τοὺς ἐκδεξιῶν δὲ, τοὺς καθαρὰν αἰσθητῆς φαντασίας τὴν ἄυλον δεξαμένους νῶσιν τῶν νοητῶν, “ ἐν γὰρ τῇ δεξιᾷ αὐτῆς,” φησιν, “ ἔτη ζωῆς. τοὺς δὲ ἐμπρὸς, τοὺς δι’ ὑπερβάλλουσαν περὶ τὸ θεῖον κάλλος ἐρωτικὴν τῆς κατὰ νοῦν ἐφέσεως ζέσιν, ἀξιωθέντας τῆς “ πρόσωπον πρὸς πρόσωπον ἀπολαύσεως· εἰ δὲ καὶ ἄλλος ἐστι περὶ τούτου λόγος μείζων καὶ ὑψηλότερος, ὑμῖν καὶ τοῖς κἀς ἡμᾶς θείοις ἀνδράσιν ἔστι ληπτός. Ἡμεῖς ἀγαπῶμεν αὐτὸν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς. Οὕτως ἀγαπᾶ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι τῆς κεφαλῆς, καθὼς ἐν Εὐαγγελίοις φησίν· οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ ἡμᾶς ἐνδείξηται. Ἐάν τις εἴπῃ, Ὅτι ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἐδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾷν ; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ. Ὁ γνησίως ἀγαπῶν τὸν Θεὸν, οὐ διὰ τὴν ἀπειλὴν τῶν κολάσεων n Leg. vid. ἐμπροσθεν. ποιεῖ τὰ Θεῷ ἀρεστὰ, ἀλλὰ τῷ τῆς ἀρετῆς φίλτρῳ καὶ τῇ ἀγάπῃ τῇ πρὸς τὸν Θεόν· οὐ μὴν ὁ διὰ τὸν γνήσιον φόβον ἑαυτὸν ἀσφαλιζόμενος, λιζόμενος, ὅς ἐστιν ἔρως τοῦ καλοῦ, ἢ πάλιν φόβῳ, τῷ μὴ ἐμπεσεῖν εἰς κόλασιν, ποιῶν τις τὴν ἐντολήν· διὸ περὶ αὐτοῦ ἐπάγων φησὶν, “ ὅτι ὁ φόβος κόλασιν ἔχει.” Ὁ ἀγαπῶν τὸν Θεὸν τὰς ἐντολὰς αὐτοῦ τηρεῖ. τὸ ἀγαπᾷν τὸν ἀδελφὸν αὐτοῦ θείων ἐντολῶν ἐστὶ πλήρωσις· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐφύλαξεν ἐντολὴν, μὴ φυλάττων δὲ, οὐκ ἀγαπᾷ τὸν Θεόν· ψεύστης οὖν ὁ λέγων ἀγαπᾷν μὴ ἀγαπῶν. ΚΕφ. ς. Περὶ θεολογίας Υἱοῦ ἐν δόξῃ Πατρὸς, καὶ περὶ νίκης τῆς κατὰ τοῦ πονηροῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς ζωήν. Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. Οἱ ἐκ Θεοῦ γεννώμενοι, ἐκ τοῦ κατορθοῦν κατ’ ἀρετὴν, τυγχάνουσιν οὗτοι καὶ τέκνα Θεοῦ καὶ φιλοῖ, καθάπερ καὶ Ἀβραάμ. Τοῦ τῆς ἀληθείας πάλιν ἅπτεται δόγματος, ἐκ βάθρων ἀναιρῶν τῶν αἱρετικῶν τὴν κακοπιστίαν. Ἤδει τοῦτο ὁ γεννώμενος ἐκ τοῦ Θεοῦ· πιστεύσας ὅτι Ἱησοῦς ἐστὶν ὁ Χριστὸς, ὑψηλὴν συγκατάθεσιν ἔχων περὶ τῆς τοῦ Χριστοῦ διαλήψεως, γεννᾶται. ἀλλ’ ἐκείνην τὴν πίστιν ᾗ κατ’ ἀρετὴν ἔργα συνέζευκται· ἣν καὶ ὁ Ἀβραὰμ ἔχων, λελόγισται δικαιοσύνην ἔχειν. κατὰ τοῦτο τὸ σημαινόμενον ἐκδεκτέον τὸ, “ ἄνδρα πιστὸν ἔργα εὑρεῖν·’’ σπάνιον γὰρ ὁ τοιοῦτος τὴν εὕρεσιν ἔχει· πολλῶν ὄντων τῶν ἄνευ ἔργων σπουδαίων νεκρὰν πίστιν ἐχόντων· ἥτις οὐδὲ ὅλως πίστις ὑπάρχει. ὁ οὕτως πιστεύσας ὡς γεννηθῆναι ἐκ Θεοῦ, ἔχει ζωὴν αἰώνιον, ᾗ φησιν ὁ Σωτὴρ, “ ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον ἤδη γεννᾶται τις ἐκ Θεοῦ κατορθῶν τὰ εἰρημένα. ἀποδοχῆς ἄξιον ὄντα ἀγαπᾷν δεῖ καὶ πρὸ αὐτοῦ τὸν γεννήσαντα αὐτόν. Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Τὴν ὑπόστασιν καὶ, ἵν οὕτω φράσω, ὕλην ἔχειν, ἧς δεῖ πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τήρησιν τῶν θείων ἐντολῶν εἶναί φησι· ἀναφέρουσι πρὸς τὸν Θεὸν τὸν κατ’ αὐτὰς ἐνεργοῦντα· ὅθεν οὐ κατωφερεῖς οὐδὲ βαρεῖαι τυγχάνουσιν. εἰ δέ τις προσελθὼν αὐταῖς, μὴ ὃν δεῖ τρόπον, λέγει αὐτὰς βαρείας, τὴν ἑαυτοῦ ἀσθένειαν ᾐτιάσατο· φίλον γὰρ τοῖς ἄγαν ἀποβάλλουσιν ἰσχὺν βαρέα νομίζεσθαι, καὶ τὰ πάνυ ἐλαφρὰ καὶ κοῦφα· ὅθεν οὐκ ἔγραψεν, “ αἱ ἐντολαὶ αὐτοῦ ἐλαφραὶ, ἀλλὰ “ βαρεῖαι οὐκ εἰσὶ, μόνου καὶ παντὸς ἀντιλαμβανομένου τοῦ ἀνωφεροῦς αὐτῶν τοῦ δικαίως τὸ δίκαιον διώκοντος πεῖρα γνῶντος· “ ὅτι ὁ Χριστοῦ ζυγὸς ἐλαφρός “ ἐστι,” χρηστότητα πολλὴν ἔχων ὑπάρξαι τὸ οὕτως προκόψαι τῇ πίστει ἐνεργεῖ καὶ εἰς δικαιοσύνην λελογισμένῃ· ἣν καὶ δεικνὺς ὡς ὑφεστηκυῖαν καὶ μένουσαν εἶπεν· “ αὕτη γάρ ἐστιν ἡ νίκη ἡ “ νικήσασα τὸν κόσμον,” ἣν ἔχομεν πίστιν οἱ προσηκάμενοι τὸν Ἰησοῦν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. οὕτω διατεθεὶς ἐκ τοῦ Θεοῦ γεννᾶται, καὶ τούτου τυχὼν, καταφρονεῖ τῆς ἐνύλου ζωῆς καὶ τῶν τοῦ κόσμου ἡδέων· καὶ ταύτῃ νικᾷ τὸν κόσμον, μεταβὰς ἀπ’ αὐτοῦ εἰς ὑπερκόσμιον πολιτείαν. Τί γὰρ ἐλαφρότερον τοῦ ἀγάπην ἔχειν μετὰ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ μετὰ τῶν ἀδελφῶν ἡμῶν ; “ ὁ γὰρ ζυγός “ μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι, φησιν ὁ Σωτήρ. Σκόπει πὼς κοῦφα ἐπιτάττει· οὐκ εἶπεν, “ ἐν φυλακῇ ἤμην καὶ ἀπηλλάξατέ με. “ ἄρρωστος ἤμην, καὶ ἀνεστήσατέ με, ἀλλ’ “ ἐπεσκέψασθέ με, καὶ ἤλθετε πρός με.” καὶ οὐδὲ ἐν τῷ πεινᾷν o ἐπαχθὲς τὸ κελευόμενον, οὐ γὰρ πολυτελῆ ζητείων τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνην καὶ τὴν ἀναγκαίαν τροφὴν τὸν ἄρτον. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον. Τὸ γεγεννημένον. αὐτὸς ἐφεξῆς ἐδήλωσε τὸ ῥῆμα τῆς πίστεως ἡμῶν λέγων, τὸ νικῆσαν τὸν κόσμον, τουτέστι πονηρίαν πᾶσαν καὶ ἀσέβειαν· ἡ γὰρ πίστις ἡμῶν πᾶσαν ἀγνωσίαν ἀπήλασε, καὶ ο πεινῆν Cod. πάντα σκότον ἐξήλασε· καὶ ποῖα ἡ πίστις, ἣ ὅτι “Ἰησοῦς ἐστιν ὁ “ Υἱὸς τοῦ Θεοῦ;” καὶ οὐ παύεται κηρύττων τὴν ἀλήθειαν πρὸς ἐντροπὴν τῶν αἱρετικῶν· ἵνα κἀν ὀψέ ποτε παύσωνται, πολλάκις πέρι τούτων ἀκούσαντες. Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ; Κυρίλλου. Καὶ οὔτε Ἕλλην οὔτε Ἰουδαῖος οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ’ ἡμᾶς πίστεως ἀπενεγκαμένης. Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος καὶ Πνεύματος Χριστὸς Ἰησοῦς. Τοῦ ἀίξαντος ἐκ τῆς πλευρᾶς αὐτοῦ, καὶ τοῦ αἵματος τοῦ καθαράντος τὴν ἁμαρτίαν καὶ ἁγιάσαντος τὸν λαόν. διὰ τοῦτο γάρ φησι, “ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν “ λαὸν, ἔξω τῆς πύλης ἔπαθε. καὶ “ Πνεύματος δὲ προσέθηκεν, ἵνα μάθωμεν, ὡς ὁ ἀνελθὼν εἰς τὸν σταυρὸν, Θεός τε ἦν ὁμοῦ καὶ ἄνθρωπος . Οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ’ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι. Τουτέστιν οὐκ ἄνθρωπος ἦν μόνον ὁ ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, ἀλλ’ ὁ Λόγος τοῦ Θεοῦ σεσαρκωμένος· ᾧ καὶ ἐμαρτύρησεν Πατὴρ, “ οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ σταυροῦ ὅτε ἐνόμισαν καὶ βροντὴν εἶναι,] ὅτε καὶ τὸ αἷμα αὐτοῦ ἔσταξεν ἐπὶ τὴν γῆν. Καὶ τὸ Πνεῦμα ἐστὶ τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμα ἐστὶν ἡ ἀλήθεια. ὅτι τρεῖς εἰσὶν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἓν εἰσίν. εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν. Ἡ φωνὴ τοῦ Πατρὸς ἡ ἐλθοῦσα ἐπ’ αὐτόν. “ Πνεῦμα γάρ φησιν ὁ Θεὸς, διὸ καὶ παρακατιὼν λέγει, ὡς τοῦ Θεοῦ ἡ μαρτυρία ἀληθής· ἐπὶ τοῦ μαρτυρήσαντος τῷ Υἱῷ δηλονότι. Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ἢν μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτὸν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. Μετὰ τῆς μαρτυρίας ἐκείνης καὶ ἄλλην μαρτυρίαν ἡμῖν δέδωκε, ζωὴν αἰώνιον διδοὺς τοῖς πιστεύουσιν εἰς τὸν Υἱὸν αὐτοῦ. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστίν. ὁ ἔχων τὸν Υἳὸν, ἔχει τὴν ζωήν ὁ μὴ ἔχων τὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει. ταῦτα ἔγραψα ὑμῖν, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε, ὅτι ζωὴν ἔχετε αἰώνιον, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ. καὶ αὕτη ἐστὶν ἡ παρρησία, ἣν ἔχομεν πρὸς αὐτὸν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν· καὶ ἐὰν οἴδαμεν, ὅτι ἀκούει ἡμῶν, ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήσαμεν παρ’ αὐτοῦ. Τοῦτο συνᾴδει τῷ εἰρημένῳ ὑπὸ τοῦ Σωτῆρος. “ δοῦλος ὁ γνοὺς “ τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν, δερή- “ σεται πολλάς.” τοῦτο παραπλήσιον καὶ ὁ Νόμος προστάσσει ἐπὶ δύο πορνευομένων, ὅτι ἡ μὲν τοῦ λαοῦ θάνατον ἔχει τὴν ζημίαν, ἐὰν δὲ ἱερέως θυγάτηρ τυγχάνῃ, οὐ ψιλὸν θάνατον, ἀλλὰ τὸν ἐπὶ πυρὶ ὑπομένει· καὶ ἡ αἰτία φανερά· ἡ μὲν γὰρ τοῦ λαοῦ, ἅπαξ τοῦ σαβάτου ἐρχομένη τοῦ νόμου κατήκουεν· ἡ δὲ ἀχώριστον εἶχε τὸν διδάσκαλον. διὸ καὶ χαλεπωτέραν τιμωρίαν ὑπομένει. εἰ δὲ δεῖ τ᾿ ἀληθὲς εἰπεῖν· πᾶν ἁμάρτημα ὡς πρὸς τὴν λογικὴν οὐσίαν παρόραμά ἐστι· τρόπον γάρ τινα παριδοῦσα, καὶ ἐπιλαθομένη ἑαυτῆς,ὑπενδοῦσα τὲ τοῦ πρὸς τὸ καλὸν τόνου,παρερρύη. ὅπως δὲ ἐὰν ἔχῃ εἰς κρίσιν ἄγεται ὑπὸ τοῦ Θεοῦ, κἂν ὡς ὁ Ἰωάννης εἶπε, τῶν ἁμαρτιῶν αἱ μὲν ὦσι πρὸς θάνατον, αἱ δὲ ὡς νόσοι ψυχῆς ὑπάρχουσιν, οἱ πείρᾳ τεχνικῇ μαθόντες πῶς ἐστὶν ἕκαστα κατορθοῦν τῶν σπουδαζομένων καλῶν, εὐέλπιδες γίνονται πρὸς τὸ καὶ ἄλλοτε ταῦτα ἀνύσαι. ἐπεὶ οὖν καὶ οἱ ἱεροὶ Ἀπόστολοι καὶ ὁ μακάριος Ἰωάννης οὗτος αὐτοῖς ἔργοις ἔγνωσαν, ὡς πολλάκις αἰτησάμενοι Θεὸν, τὸ αὐτοῖς φίλον καὶ θελητὸν ἐσχήκασι, θαρροῦσιν ὅτι ἑκάστοτε οὕτως αἰτούμενοι, τεύξονται τῶν ποθουμένων, ἐπινεύοντος τοῦ Θεοῦ· ἐκ τούτων δειχθήσεται τὰ ζητούμενα ὑπό τινων πῶς ἀληθὲς εἴη “ ὁ αἰτῶν λαμβάνει· τῆς καθόλου προτάσεως, οὐ πάντας ἁπαξαπλῶς τοὺς καὶ τὰ αὐτὰ αἰτουμένους, ἀλλὰ τοὺς κατὰ τὸ θέλημα τοῦ Θεοῦ, περιεχούσης, ἐγγίνεται ἡ τοιαύτη παρρησία τῷ ἀκατάγνωστον βίον ἔχοντι. σπάνιος δὲ ὁ τοιοῦτος. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν ; ὀλίγοι γὰρ οἱ οὕτως ἐν ἀρετῇ ὄντες ὡς εἰπεῖν, “ ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσατω μου Κύριος διὰ τοῦτο εἰσήκουσέ μου, ἐπειδὴ ἀδικίαν οὐκ ἐθεώρουν. ἀπεσιώπησε δὲ αὐτὸ, φόβῳ τοῦ μὴ περὶ αὐτοῦ νομισθῆναι, κατὰ τὸν εἰπόντα, “ οὐδὲν ἐμαυτῷ σύνοιδα. ἀλλ’ οὐκ ἐν τούτῳ “ δεδικαίωμαι.’’ λήψῃ εἰς τὰ προκείμενα, καὶ τὸ, “ ἐὰν ἡ καρδία “ ἡμῶν μὴ γινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν.’’ ΚΕΦ. Z. Περὶ ἀντιλήψεως τοῦ ἁμαρτάνοντος ἀδελφοῦ διὰ προσευχῆς καὶ περὶ τοῦ μὴ ἁμαρτάνειν. Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα τις ἐρωτήση· πᾶσα ἀδικία ἁμαρτία ἐστὶ, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον. Ἢ τῆς κακοπιστίας ἣ τῆς εἰς τὸ Πνεῦμα βλασφημίας, ὑπὲρ ἧς οὐκ ἔστιν αἰτῆσαι· ἐὰν γὰρ ἄνθρωπος, φησιν, εἰς ἄνθρωπον ἁμάρτῃ, καὶ δὴ προσεύχον p περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν, τίς προσεύξεται περὶ αὐτοῦ ; Ἀνάγκη πρὸς θάνατον ἁμαρτίαν ἐκείνην εἶναι, τὴν οὐκέτι δυνα- P Leg. vid. προσεύχου. μένην συγχωρεῖσθαι, οἷα ἦν ἡ τοῦ Ἰούδα, ἡ μετὰ πλείστας ἱεροσυλίας προδοσία Χριστοῦ. ὅταν γὰρ ἐπὶ τοῖς διὰ βίου πᾶσιν ἀδικήμασιν ἀμετανόητός τις ἁλοὺς, ἐπαυξήσῃ τὴν κακίαν, ἐν τέλει τὸ μέγιστον προσθείς· τότε καὶ πρὸς θάνατον ἡ ἁμαρτία, καὶ θανάτῳ καταλαμβάνεται, καθάπερ ἐκεῖνος. οὐδὲν δεῖ τούτου πρὸς τὰς ἀφέσεις, ἃς Χριστὸς δανείζεται τοῖς δυναμένοις μετανοεῖν, καὶ φέρειν καρποὺς ἀντὶ τῶν πονηρῶν ἀγαθούς· “ πᾶν μὲν γὰρ “ δένδρον, ” ὡς εἴρηκε, “μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς “ πῦρ βάλλεται,” ὃ δὲ δύναται καρπὸν καλὸν ἐνεγκεῖν, οὐκ ἐκκόπτει φιλανθρωπίᾳ Χριστός· καθάπερ ἐγνώκαμεν μυρίους μὲν ἀπενεχθέντας εἰς θυσίαν εἰδώλων, φόβῳ τῶν διωκόντων, αὖθις δὲ ἐπιστραφέντας καὶ μαρτυρήσαντας· ὣν καὶ τὰ σώματα τετίμηται παρὰ Χριστῷ· ὡς καὶ πρὸς τοῖς μνήμασιν αὐτῶν τοὺς δαίμονας βασανίζεσθαι· Θεοῦ σαφῶς δηλοῦντος, ὅτι καὶ δέχεται τοὺς ἐπιστρεφομένους καὶ τιμᾷ· πῶς οὐκ ἐναντίοι τῷ Θεῷ, οἱ τὴν ἐκ τῆς μετανοίας σωτηρίαν δευτέραν οὖσαν μετὰ τὴν τῶν καθαρῶν διαμεινάντων ἀπελπίζεσθαι νοοῦντες ; ὑπηρέται σαφῶς διαβόλου, τοῦ καὶ διὰ τῆς ἀνελπιστίας, καθάπερ καὶ διὰ τῆς καταφρονήσεως, ἀπόλλυσθαι τοὺς ἀνθρώπους ἐσπουδακότος. Σχόλιον. “ Ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον. ἐν ἀγνοίᾳ πλανώμενον. * Περὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος. Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, οὐχ ἁμαρτάνει· ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ, τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Εἰ γὰρ ἐκ τοῦ ποιεῖν δικαιοσύνην ἔχει τὸ ἐκ Θεοῦ εἶναι,, ὡς πολλάκις εἰρήκαμεν, ἅμα δὲ τὸ ἁμαρτάνειν καὶ ποιεῖν δικαιοσύνην ἀδύνατον, φανερὸν ἄρα ὅτι οὕτω διακείμενος καὶ ἐνεργῶν, δίκαιός ἐστι, καὶ οὐχ ἁμαρτάνει· εἶτα ἀσφαλιζόμενος, ὡς προαιρετικὸς καὶ οὐ φύσει υἱός ἐστι Θεοῦ ὁ ἄνθρωπος, ἁρμοδίως ἐπήγαγε τὸ “ ἀλλὰ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.” εἰ γὰρ διὰ τοῦτο ο πόνηρος οὐχ ἅπτεται αὐτοῦ, ὅτι τηρεῖ ἑαυτὸν, οὐκ ἐκ κατασκευῆς, ἀλλ’ ἐκ προσοχῆς ἔχει τὸ μὴ ἁμαρτάνειν. τηρῶν δέ τις ἑαυτὸν τὶ καὶ εὔχεται θεόθεν φυλαχθῆναι ; ἵνα ἄψαυστος πάντη μείνῃ ἄπο του πονήρου. Σευήρου. Ὁρᾷς ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστιν ἀπαθὴς, ἀλλ’ ὅτι τηρεῖ ἑαυτὸν, κατ’ ἐκεῖνό που τὸ εἰρημένον τῷ μακαρίῳ Παύλῳ, “ ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ· καὶ γὰρ ὡς ἀληθῶς ὁ φυλάττων ἑαυτὸν, καὶ τὰ τῷ Ἁγίῳ Πνεύματι δοκοῦντα πράττων, ἁμαρτάνειν οὐ δύναται. Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμὲν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν. Διὰ πολλῶν μαθόντες τοὺς φαύλους ἀνθρώπους δηλουμένους τῇ κόσμου φωνῇ, οὐ δεισιδαιμονοῦμεν κατὰ τοὺς αἱρετικοὺς, μήπως ἡ τοῦ Θεοῦ κτίσις κόσμος οὖσα ἐν τῷ πονηρῷ ἵδρυται. ἡ “ κόσμος ” φωνὴ ἐπὶ τῶν ἀνθρώπων κεῖται, ὡς προεῖπον, καὶ ἐνταῦθα καὶ ἐν εὐαγγελίοις. γράφει γὰρ ὁ Ἰωάννης· “ μὴ θαυμάζητε, εἰ “ μισεῖ ὑμᾶς ὁ κόσμος” φανερόν ἐστι πᾶν τῷ νοῦν ἔχοντι κόσμον μισοῦντα τοὺς ἁγίους, τοὺς πονηροὺς ἀνθρώπους σημαίνων. καὶ προσέτι “ αὐτοὶ ἐκ τοῦ κόσμου εἰσὶ, καὶ ὁ κόσμος “ αὐτῶν ἀκούει, ἀκούοντα γὰρ κόσμον τῶν ἀπατηλῶς λαλούντων, οὐ τὴν κτίσιν ἀλλὰ τοὺς ἐμπαθεῖς ἀνθρώπους σημαίνει. Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος. τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδὼλων. ἀμήν. Οὐκ ἐπαύσατο μέχρι τέλους τὸ δόγμα ἀναιρῶν τῶν πονηρῶν· ταύτην ἡμῖν τὴν ἀσφάλειαν ποριζόμενος. Ἣν “ δέδωκε διάνοιαν,” καθ’ ἣν γινώσκεται ὁ ἀληθινῶς ἐλθὼν Τίὸς τοῦ Θεοῦ. ἣ αὕτη ἐστὶ τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ “ ἔχομεν. ὁ ταύτην τὴν διάνοιαν καὶ τοῦτον τὸν νοῦν ἔχων γινώσκει τὸν κατ’ οὐσίαν ἀληθινὸν, καὶ ἔστιν ἐν αὐτῷ ἑνούμενος πρὸς αὐτόν· πραγματικῶς νόησιν αὐτοῦ ἔχων. πῶς δὲ δι’ ὅλης τῆς Ἐπιστολῆς τελειότητα μαρτυρήσας τούτοις οἷς γράφει, νῦν προτρέπει ἑαυτοὺς τηρεῖν ἀπὸ τῶν εἰδώλων; λέγομεν οὖν ἐπὶ ὅλῃ Ἐκκλησίᾳ ἐγράφη· εἰκὸς δὲ ἦν ἐν τοιαύτῃ συνόδῳ ἄρτι ἀφισταμένους τῆς εἰδωλοτατρίας εἶναι· ἐκείνων οὖν ἕνεκα τὴν λέξιν ἐχάραξεν. Τέλος τῆς Ἰωάννου καθολικῆς.