ΚΕΦ. Δ. Περὶ ἀγαπῆς τῆς πρὸς τὸν πλησίον καὶ διαθέσεως μεταδοτικῆς. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία, ἢν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται, ἕπεται δὲ τῷ οὕτω γεννηθέντι ἀγαπᾷν τοὺς ἀδελφοὺς, ὁ μὴ ἔχων δικαιοσυνῆν τὸ μὴ ποιεῖν αὐτήν· μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν· οὐ κατ’ ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἔξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι ἐκ Θεοῦ τούτούτους διὰ χοικὴν φύσιν. Οὐ καθὼς Κάιν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. Ἀνοσιεύεται γὰρ, καὶ πρωτόλειον ὧσπέρ τι καὶ ἀπαρχὴν τῷ θανάτῳ δίδωσι τὸν ὁμαίμονα λαὶ τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδάσκαλος ἦν. Καὶ μὴ θαυμάζετε ἀδελφοὶ, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. ἡμεῖς οἴδαμεν, ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν, μένει ἐν τῷ θανάτῳ. πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι m Cod. ὁμαίμωνα. π πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν. ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε. Τὸν λόγον τοῦ Θεοῦ δεξάμενοι, αὐτὸς γὰρ εἶπεν· “ ὁ ἀκούων “ μου τοὺς λόγους καὶ τηρῶν αὐτοὺς, οὐκ ὄψεται θάνατον, ἀλλὰ “ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.” Καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. ὃς δ’ ἂν ἔχη τὸν βίον τοῦ κόσμου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ ; Τοῦ Χρυσοστόμου. Ὅταν ἴδῃς πένητα μὴ παραδράμῃς, ἀλλ’ εὐθέως ἐννόησον, τίς ἃν ἦς, εἰ σὺ ἐκεῖνος· τί οὐκ ἃν ἠθέλησας πάντας σοι ποιεῖν ; Τουτέστιν ἐν εὐπορίᾳ καθέστηκεν. Τέκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσση, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ. Τοῦ Χρυσοστόμου. Ῥητὰ προκείμενα ὁ προϊστάμενοσ ΕΝ ΣΠΟΥΔΗΙ. Οὐ γὰρ ἀρκεῖ προστῆναι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον ἀλλὰ μετὰ φαιδρᾶς καὶ χαιρούσης ψυχῆς. * Περὶ συνειδήσεως ἐν πίστει Ἰησοῦ Χριστοῦ. Καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμὲν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν· ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα. Εὰν, φησὶν, ἁμάρτωμεν, οὐ λανθάνομεν, οὐδὲ διαφευξόμεθα· εἰ γὰρ ἁμαρτάνοντες, τὴν καρδίαν ἑαυτῶν λαθεῖν δυνάμεθα, ἀλλὰ νυττόμεθα ὑπὸ τοῦ συνειδότος, πόσῳ μᾶλλον τὸν Θεὸν πράττοντές τι τῶν φαύλων δυνηθῶμεν λαθεῖν; Ἀγαπητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινὡσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν. Κυρίλλου. Ἕως εἶ κατὰ τὸν βίον τοῦτον, ὁδὸς γὰρ ὁ βίος ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσδέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν· ἃ οὐκ ἂν ἔπαθες, εἴγε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ’ εὐνοίας προσφερομένους καταδεχόμενος. τοῦτο γὰρ καὶ ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησὶν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν “ ἔχομεν πρὸς τὸν Θεόν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ἐν τούτῳ μὲν ἐν τῷ κατορθοῦν τὰς ἐντολάς· τίς δὲ ὁ μένων ἣ ὁ Θεὸς ; καὶ πόθεν δῆλον, ἐκ τοῦ δοῦναι ἡμῖν τὸ Ἅγιον ἑαυτοῦ Πνεῦμα. * Περὶ διακρίσεως πνευμάτων ἐφ’ ὁμολογίᾳ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως. Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Εἰ ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ ὁ Θεὸς ἀγάπη ἐστι, τις ἂν εἴη ὁ ἐξ αὐτοῦ προερχόμενος ἣ αὐτὸς ὁ Λόγος ; ἐάν τις τοίνυν ἔχῃ τὴν ἀγάπην, Χριστὸν ἔχει ἐν ἑαυτῷ, ἤγουν ὁ εἰπὼν “ ὁ Θεὸς ἀγάπη “ ἐστὶν,” οὗτος πάλιν οἶδεν ἀγάπην ἐκ Θεοῦ, ἥντινα οὐκ ἄλλην εἶναι νομιστέον, ἢ τὸν μονογενῆ, ὥσπερ Θεὸν ἐκ Θεοῦ, οὕτως καὶ ἀγάπην ἐξ ἀγάπης ὄντα· ὅνπερ γὰρ τρόπον πρὸ τῆς Χριστοῦ παρουσίας, ὄντων ἐν τῇ Ἰουδαίᾳ Θεοῦ προφητῶν, πολλοὶ ἐτύγχανον ὑποκρινόμενοι τὴν προφητείαν, ὡς χρείαν εἶναι ἐπιστήμης ἐπιστατικῆς· τίνες τῶν λεγόντων, “ τάδε λέγει Κύριος, Πνεῦμα Ἅγιον καὶ Θεοῦ λόγον εἶχον· καὶ τίνες ὑπὸ πονηροῦ κινούμενοι, τοῦ ψευδοῦς ἦσαν προφῆται· οὕτω καὶ μετὰ τὴν ἐπιδημίαν τῶν Ἀποστόλων ἐν χριστῷ λαλούντων καὶ Πνεῦμα Ἅγιον ἐχόντων, ὃ δέδωκεν ὁ Κύριος, πολλοὶ ψευδαπόστολοι προεβλήθησαν ὑπὸ τοῦ διαβόλου, ὑποκρινόμενοι τὴν εὐαγγελικὴν διδασκαλίαν. ἀναυκαῖον ἔχειν ἐκεῖνο τὸ χάρισμα τοῦ Ἁγίου Πνεύματος, ὃ ὠνόμασται διάκρισις πνευμάτων, ἵνα ἐπιστήμην ἔχωμεν δοκιμάζειν τὰ πνεύματα, ὥστε τῷ μὲν πιστεύειν, τῷ δὲ ἀνθίστασθαι. χαρακτηριστικὸν λέγει τοῦ Ἀντιχρίστου i, οὗ ἀκηκόαμεν ὅτι ἔρχεται, ἤδη δὲ ἐν τῷ κόσμῳ ἐστὶ, τὸ διὰ ψευδοπροφητῶν καὶ πνευμάτων λύειν τὸν Ἰησοῦν, ἐν τῷ μὴ ὁμολογεῖν αὐτὸν ἐν σαρκὶ ἐληλυθέναι. τοῦ λέγειν “ καὶ νῦν πραγματικῶς ἀκουστέον· πολλοὶ γὰρ γλώσσῃ μόνῃ λέγουσιν. Μετὰ τὴν ἀνάληψιν Χριστοῦ τὴν εἰς οὐρανοὺς εὐθὺς πολλοὶ ψευδοδιδάσκαλοι γεγόνασι, διαφόρους βλασφημιῶν εἰσάγοντες αἱρέσεις· ἃς ἐν μέρει διδάσκει νῦν. Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί· καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, τοῦ Θεοῦ οὐκ ἔστι. Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ κατεληλυθέναι τὸν Κύριον· ὧν ἐπεβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι. Ἐὰν οὖν ἁμαρτάνων λέγω, ὅτι Ἰησοῦς Χριστὸς ἐν σαρκὶ ἐλήλυθε, καὶ ταῦτα φρονῶν λέγω, ὅτι ἐπεδήμησεν ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐν σαρκὶ, ἄρα ἐκ Θεοῦ Πνεῦμα ἔχω ; οὐκ ἐνδέχεται ἄλλως παραδέξασθαι τὸ ῥητόν· λέγει ὁ Ἰωάννης· “ πᾶν πνεῦμα Ἰησοῦν Χριστὸν ὁμολογοῦν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί. ἐπαπορήσας οὖν ὁ βουλόμενος καὶ ἐξετάζων καὶ ἐρευνῶν τί βούλεται ὁ Ἀπόστολος λέγειν· “πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν i Cod. χριστοῦ. “ Χριστὸν ἐληλυθότα ἐν σαρκὶ, ἐκ τοῦ Θεοῦ ἐστι, διὰ τὸ τὴν διαθήκην τοῦ Θεοῦ εἰρῆσθαι μένειν ἐπὶ τῆς σαρκὸς τοῦ Ἀβραὰμ καὶ τῶν μετ’ αὐτόν· εἴποι ἃν κατανοήσας τὸ “ πάντοτε τὴν νέκρωσιν “ τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες.” ἐννοήσας τὸ, “ ζῶ “ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ χριστὸς,” διὰ τοῦ παραδέξασθαι Χριστὸν Ἰησοῦν ζῶντα ἐκ ἐμοὶ, διὰ τοῦ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν. ὁμολογῶν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, οὐκ ἐκείνῃ μόνῃ τῇ ἰδίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἐν τῇ ἐμῇ. “ οὐ γὰρ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται “ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. εἴπερ οὖν βούλει λέγεσθαι ὅτι πᾶν πνεῦμα Θεοῦ ἔχεις, ὁμολόγησον Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἵνα λέγοιτο καὶ περὶ σοῦ τὸ, “ ἡ διαθήκη μου “ ἔσται ἐπὶ τῆς σαρκός ὑμῶν.” Καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται. Τοῦ Χρυσοστόμου Ῥητὰ Προκείμενα Μήτισ Ἡμᾶσ Ἐσαπατησηι Κατα Μηδενα Τρόπον Οτι Εαν Ελθηι Η Αποστασια Πρῶτον καὶ Ἀποκαλυφθπηι ὁ Ἄνθρωποσ Τῆσ Σμαρτίασ ὁ Υἱὸσ Τῆσ Ἀπωλείασ, Καὶ Τὰ ἑξῆσ. Περὶ τοῦ Ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μέγα ἀποκαλύπτει μυστήριον. τί ἐστιν ἡ ἀποστασία ; αὐτὸν καλεῖ τὴν ἀποστασίαν, ὡς πολλοὺς μέλλοντος ἀπολλύναι καὶ ἀφιστᾶν, “ ὥστε’’ φησὶν “ σκανδαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκ- “ τοὺς, καὶ “ ἄνθρωπον ἁμαρτίας” αὐτὸν καλεῖ· μυρία γάρ φησιν ἐργάσεται, καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. καὶ “ υἱὸν τῆς ἀπωλείας αὐτὸν φησὶ, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι, καὶ ἑτέρους ἀπολλύειν. τίς δὲ οὗτός ἐστιν ; ἄρα ὁ Σατανᾶς ; οὐδαμῶς· ἀλλὰ ἄνθρωπός τις, πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν. ὁ ἄνθρωπος γάρ ἐστι, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἣ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρίαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεος τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσλύμοις, ἀλλὰ τὸν καθ’ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέγοντα, ἀλλὰ πειρώμενον k ἀποδεικνύναι· καὶ γὰρ ἔργα k Cod. πειρόμενον. μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστὰ τοῖς ἐξ αὐτῶν πλανωμένοις. Καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη· ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστὲ, τεκνία, καὶ νενικήκατε αὐτούς. Προώδευσεν γὰρ αὐτοῦ αἱ αἱρέσεις· προοδοποιοῦσι καὶ οἱ Μανιχαῖοι, οἱ νῦν ἀρτιφανεῖς Παυλικίανοι, θεὸν αὐτὸν εἶναι δια- γορευοντες. Ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν Ὁ Θεὸς δηλονότι καὶ Πατὴρ διὰ τοῦ Υἱοῦ καὶ τοῦ Παρα- κλήτου. Ἤ ὁ ἐν τῳ κόσμῳ. “ Ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ” λέγει δὲ τὸν Σατανᾶν. κόσμον γὰρ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους φησίν. Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει· ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμέν· ὁ γινώσκων τὸν Θεὸν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γιώσκομεν τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης. “ Αὐτοὶ” τίνες ἣ οἱ αἱρεσιῶται καὶ οἱ Μανιχαῖοι ; διὰ τοῦτο βλασφημοῦσι, φησὶν, ἐκ τῆς πονηρᾶς αὐτῶν γνώμης πονηρὰ προχεόμενοι ῥήματα.