ΚΕΦ. Β. Περὶ ἀγάπης τῆς ἄνευ ἀσεβείας. Ἀγαπητοὶ, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰν, ἢν εἴχετε ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιὰ ἔστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ’ ἀρχῆς. Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν ἐστὶ τὴν γραφομένην ἐντολὴν ἀπ’ ἀρχῆς εἰναι, καὶ ἤκουσται τούτοις οἷς Ἐπιστολὴ γράφεται ; οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς Ἐπιστολῆς τὸ τέλος· “ τεκνία γάρ,” φησι, “ φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.” μήποτ’ οὖν ἐντολὴ d παλαιὰ καὶ ἀπ’ ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστιν ἡ κατὰ τὰς φυσικὰς ἐννοίας φυλακὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοινωνικὰ e ζῷα ὄντες ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ Σωτῆρ’ τὴν φυσικὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει· “ πάντα οὖν ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ “ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς·’ ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει, ἀφ’ ἧς οὐδὲν τῶν κακῶν ἣ ἀπατηλῶν χωρίσαι δύναται τὸν περιεχόμενον αὐτῆς. Κυρίλλορ. Περὶ ἀγάπης ὑμῖν διαλεγόμενος· τοῦτο γάρ ἐστι τὸ καθὼς ἐκεῖνος περιεπάτησεν ἐν ἀγάπῃ· ὡς γὰρ αὐτὸς ὁ Κύριος ἔλεγε, μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἐνδείξασθαι, ἣ ινα “ τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. ταύτην οὖν τὴν περὶ ἀγάπης ἐντολὴν οὐ καινὴν γράφω ὑμῖν· πάλαι γὰρ αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο. “ οὐ γὰρ πρέσβυς,” φησιν, “ οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν “ αὐτοὺς καὶ κήδεσθαι αὐτῶν. Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει. Ποῖα ἡ καινὴ ἐντολὴ τὸ φῶς εἰς τὸν κόσμον ἐληλυθέναι τὸν c Sic. d ἐντολὴν Cod. e κοινωνηκὰ Cod. Κύριον ἡμῶν Ἰησοῦν, δι’ οὗ, καὶ τοῦ διαβόλου παρῆλθεν ἡ δυναστεια, ὃς ἐστι σκότος νοητὸν. Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ ματῶν, ψεύστης ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί. Ὅστις λέγει, φησιν, ἑαυτὸν εἶναι Χριστοῦ, καὶ μισεῖ τὸν ἀδελφὸν αὐτοῦ, πῶς ὁ αὐτοῦ εἶναι λέγων μισεῖ τὸν ἀδελφὸν, ὑπὲρ οὗ ὁ Χριστὸς ἀπέθανεν ; ἣ οὕτως· ὁ λέγων ἑαυτὸν τοῦ Θεοῦ, καὶ μισῶν τὸν Χριστὸν, ὃς γέγονεν ἡμῶν ἀδελφὸς, γενόμενος ἄνθρωπος κατὰ τὸ εἰρημένον “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. οὐκ ἔστι τοῦ Θεοῦ, ἀλλὰ τοῦ διαβόλου· εἰ γὰρ ἦν τοῦ Θεοῦ, ἐφίλει τὸν ἀπεσταλμένον καὶ χρηματίσαντα αὐτοῦ ἀδελφὸν κάτα χάριν. Καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ. Ἀγνοοῦσι γὰρ οἱ μισοῦντες τὸν Χριστὸν, τοῦ πυρὸς τοῦ αἰωνίου κληρονόμοι γενόμενοι. τοῦτο δὲ αὐτοὺς πάσχειν ὁ διάβολος ποιεῖ, τοὺς ἔσω αὐτῶν σκοτίσας ὀφθαλμούς . * Παραίνεσις περὶ χάριτος ἑκάστου καθ’ ἡλικίαν, καὶ περὶ ἀποτροπῆς τῆς πρὸς τὸν κόσμον ἀγάπης. Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε ’τον πόνηρον. Νόει μοι ἡλικίας ἐνταῦθα κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νεανίσκων καὶ παιδίων καὶ πρεσβυτέρων. οὐ γὰρ ὁ Εὐαγγελιστὴς ἔλεγε, γράφω ὑμῖν παιδία τοῖς τετραέτεσιν ἣ πενταέτεσι τῶν συναγομένων· οὐ γὰρ δύναται συνιέναι τῶν λεγομένων· καὶ “ γράφω “ νεανίσκιο,” καὶ γράφω “ πατέρες,” ἀλλὰ κατὰ τὸν ἔσω ἄνθρωπον ἔστι τις παιδίον· γάλα ὑμᾶς ἐπότισε οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. καὶ ἐκεῖνα παιδία εἰσὶ περὶ ὧν λέγει. “ οὐκ ἠδυνήθην Q “ ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς σαρκικοῖς. ὡς νηπίους “ ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα.” ὁρᾷς κἂν πολιὰς ἔχῃ τὸ σῶμα, ἡ δὲ ψυχὴ τὰ τοῦ νηπίου φρονεῖ μήπω καταργοῦσα· τὰ τοῦ νηπίου νηπία ἐστὶν, οὕτως καὶ τῇ ἡλικίᾳ προκόψας νεανίσκος, καὶ ἄλλος ἀνὴρ καὶ ἤδη πρεσβύτης καὶ τέλειος. περὶ τούτου τοῦ πρεσβυτέρου ἐντολὴν λαμβάνει Μωυσῆς. “ ἔκλεξαι σὺ ἀπὸ “ παντὸς τοῦ λαοῦ ἄνδρας θεοσεβεῖς πρεσβυτέρους, οὓς καὶ αὐτὸς “ σὺ οἶδας, ὅτι πρεσβύτεροι εἰσιν. ” ἐπιστήμης χρεία καὶ νοητῶν ὀφθαλμῶν καθαρῶν, ἵνα ἴδῃ καὶ τὴν πολιὰν τὴν ἔνδον· πολιὰ γάρ ἐστι φρόνησις ἀνθρώποις, καὶ δόξα πρεσβυτέρων πολιά. Δεῖ πρῶτον παιδίον γενέσθαι καὶ νηπιάσαι τῇ κακίᾳ· καὶ ταύτῃ τὸν τῶν πρεσβυτέρων ἁμαρτιῶν ἀποθέσθαι βάρος· ἵνα ἀκούσῃς, “ γράφω ὑμῖν παιδία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ “ τὸ ὄνομα αὐτοῦ.” εἶτα τὴν τῶν παίδων τάξιν ὑπεξελθόντα, νεανιεύεσθαι κατὰ τῶν παθῶν, καὶ ἀκοῦσαι πάλιν, “γράφω ὑμῖν νεανίσκοι, “ ὅτι ἰσχυροί ἐστε.” προελθόντα δὲ καὶ γνώσεως ἀξιωθέντα θείας, πρὸς τὸν τῶν πατέρων ἀναβῆναι βαθμὸν, καὶ ἀκοῦσαι “ γράφω “ ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.’ αὕτη ἡ τάξις ἀρίστη καὶ ἀληθεστάτη πρὸς τὴν τοῦ πατρὸς φέρουσα προσ- ηγοριαν. Σευήρου. Ὁ Θεόλογος Ἰωάννης ἐπιστέλλων, τισὶ μὲν ἔλεγε γράφω ὑμῖν παιδία, τισὶ, “ γράφω ὑμῖν πατέρες καὶ ἄλλοις, “ γράφω ὑμῖν νεανίσκοι πρὸς τὸ μέτρον τῆς πνευματικῆς ἡλικίας ἁρμοδίως ἑκάστῃ τάξει διαλεγόμενος. καὶ παιδία μὲν καλῶν τοὺς εἰσαγωγικῶν μαθημάτων δεομένους καὶ γάλακτος· πατέρας δὲ τοὺς μέσως ἔχοντας τῆς θείας παιδεύσεως· νεανίσκους δὲ τοὺς κατὰ τῶν παθῶν τῆς ἀτιμίας στρατευομένους, καὶ κατὰ τοῦ διαβόλου τρόπαια φέροντας e. μετὰ γὰρ τοὺς πατέρας τοὺς νέα. νίσκους ὠνόμασεν· οὐ γὰρ κατὰ τὴν σωματικὴν ἡλικίαν καὶ ἡ πνευματικὴ πάντως ἀκολουθεῖ. Εἴτις ὡμολόγησας τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τέκνον αὐτοῦ γένηται, κατὰ τὸ λεχθὲν παρ’ αὐτοῦ, “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, “ ἅ μοι ἔδωκεν ὁ Θεὸς,” οὗτος γινώσκει τὸν Πατέρα κατὰ τὴν e φέροντε. Cod. κυριακὴν φωνὴν τὴν λέγουσαν· “ οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. ἐγὼ εἰμὶ ἡ ὁδὸς, καὶ ἐγὼ εἰμὶ ἡ θύρα. Ἐγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν. Κυρίλλου ἐκ τοῦ ἐν πνεύματι λατρεύσεισ. Νεανίαι μὲν εἰς ἀνδρείας τύπον, φρονήσεως δὲ πρεσβύται, νηπιότητος δὲ τῆς ἐν Χριστῷ νοουμένης υἱοὶ καὶ θυγατέρες. Ὠριγένουσ ἐκ τοῦ ἄισματοσ τῶ ἀισμάτων τόμοσ α΄ . Ομώνυμά τινα τοῖς συμβαίνουσι κατὰ τὸν ἔξω ἄνθρωπον ἐστὶ, καὶ παρὰ τὸν ἔσω, καὶ ἀναλογίαν προσάλληλα ἔχοντα· οἷον κατὰ τὰς ἡλικίας, ἐστὶ παιδίον κατὰ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐπιδεχόμενον αὔξησιν ἐπὶ τὸν νεανίσκον φθάνει, ἕως οὗ χρηματίσας ἀνὴρ, γένηται πατήρ· χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασι διὰ τὴν γραφὴν τὴν παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Καθολικῇ Ἐπιστολῇ· τὰ τρία τάξας ὀνόματα ταῦτα· ὁμωνύμως δὲ καὶ ἀναλόγως τοῖς κατὰ τὸν ἔξω ἄνθρωπον τούτοις τρισί· καὶ εἴποιμι ἃν, ὅτι ἐστί τις παιδίον κατὰ τὸν ἔσω ἄνθρωπον ὅμοιον, ὁποῖός ποτ’ ἃν εἴη, ὅμοιος τοῦ τοιούτου ὁ ἔξω· οὕτω καὶ νεανίσκος κατὰ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον. ἀκόλουθον δὲ τούτοις ἐστι λέγειν, ὅτι τις καὶ ἔσω ἀνὴρ καὶ πατήρ. λέγει δὲ οὕτως ὁ Ἰωάννης· “ ἔγραψα ὑμῖν παιδία, ὅτι “ ἐγνώκατε τὸν Πατέρα· ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν “ ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν νεανίσκοι, ὅτι ἰσχυροὶ ἐστε, καὶ ὁ λόγος “ τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν. σαφὲς δ᾿ οἶμαι καὶ τῷ τυχόντι τυγχάνει, ὅτι τοῖς τὴν ψυχὴν παιδίοις καὶ νεανίσκοις καὶ πατράσι ταῦτα λέγει γράφειν. καὶ Παῦλος δέ που φησὶ, “ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς “ σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ “ βρῶμα. ὁ δὲ ἐν Χριστῷ νήπιος τὴν ψυχὴν τοιόσδε τις ὣν, οὕτως ὀνομάζεται, καθὼς καὶ ἀλλαχοῦ ὁ αὐτὸς Παῦλος φησὶν, “ ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς “ νήπιος ἐλογιζόμην. ” εἶτ᾿ ἐπεὶ μὴ ἔμεινεν ἐν τῷ νηπίῳ, φησὶν, “ ὅτε δὲ ἐγενόμην ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.” οὕτως ἀκούω καὶ τοῦ, “ μέχρι καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον “ ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.” οἶδε γὰρ καταντήσοντας πάντας τοὺς πιστεύοντας εἰς ἄνδρα τέλειον, καὶ μέτρα νοητῆς ἡλικίας. ὥσπερ δὲ παρὰ τὸν ἔσω ἄνθρωπον καὶ τὸν ἔξω ἄνθρωπον ταῦτα συμβέβηκεν ὁμώνυμα, καὶ ἀναλογίαν ἔχοντα πρὸς ἄλληλα, οὕτως εὕροις ἂν καὶ τὰ ὀνόματα τῶν μελῶν τοῦ σώματος μεταφερόμενα ἐπὶ τὴν ψυχήν. Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἐστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὅπως μὴ νομίσῃ τις τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς τῶν ἐν αὐτοῖς παρίστασθαι, ἐνταῦθα ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμήνευσε τίνα τὰ ἐν αὐτῷ τυγχάνει· ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλάβωμεν. ἔστι τοίνυν καὶ τὰ ἐν αὐτῷ ἐμπαθὴς καὶ ὑλικὴ διάθεσις, σημαινομένη δι’ ἐπιθυμίας σαρκὸς τῆς στρατευομένης κατὰ τῆς ψυχῆς, καὶ ὀφθαλμῶν ὄρεξις· δυνατὸν δὲ ἐκ τῶν προκειμένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου, οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων, τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλοζωεῖν προτιθέμενοι διατρίβειν παθητικῶς μεταχειρίζονται τὰ αἰσθητὰ, εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερφρονῶν ὑπερκόσμιος ἔσται, ποιῶν τὰ θελήματα τοῦ Θεοῦ, τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν Θεόν. Κυρίλλου. Καὶ τι τὰ ἐν τῷ κόσμῳ ἢ ματαιότης, ἣν ἐπ’ οὐδενὶ τῶν χρησίμων τηροῦσί τινες ; ἤγουν ἐμμόνως ὁρῶνται πράττοντες· ὁ περιττὸς καὶ ἀνόνητος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμικῶν ἐπιθυμιῶν χυδαιότης· ἐξίστησιν ἡμᾶς ὁ Χριστοῦ μαθητὴς οὕτω λέγων “ μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἑξῆς. Σευήρου. τούτου χάριν καὶ πρὸς τοὺς μαθητὰς ἐν Εὐαγγελίοις ὁ Κύριος ἔλεγεν. “ ὅτι ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου “ τούτου. δηλαδὴ τῆς κοσμικῆς ἡδυπαθείας καὶ διαχύσεως, ἧς ἄρχων ἐστὶν ὁ διάβολος· τῆς γὰρ ἀνθρωπείας φύσεως ὥσπερ καὶ τῆς ἄλλης πάσης κτίσεως καὶ ποιητὴς ὑπάρχει καὶ βασιλεὺς ὁ τοῦ Θεοῦ Λόγου f Χριστὸς, σὺν Πατρὶ καὶ τῷ Πνεύματι. Τοῖς ἐγνωκόσι Χριστὸν καὶ τῆς εὐαγγελικῆς μετειληφόσι παιδείας ἀναγκαία τῶν καλῶν ἔργων ἡ ἐπιτήδευσις· ταῦτα δὲ πράξομεν, εἰ τὸν κόσμον τοῦτον μισήσομεν. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί. Οὐδὲν γὰρ τῶν ματαίων καὶ φθορᾶς μεστῶν διαιωνίζει, ἀλλὰ πρόσκαιρά ἐστι καὶ σαθρὰ, καὶ πάσης ἀράχνης ἀσθενέστερα. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ὡς αὐτὸς εἶπεν ὁ Χριστὸς Ἰουδαίοις διαλεγόμενος· “ τοῦτο “ δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πιστεύητε εἰς ὃν ἐκεὶνος “ ἀπέστειλεν.’ καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶν τὴν αἰώνιον κλη- ρονομήσει ζωήν.