ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α. ΥΠΟΘΕΣΙΣ. ΓΑΥΤΗΝ a ὁ Πέτρος αὐτὸς τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις καὶ γενομένοις Χριστιανοῖς γράφει τὴν Ἐπιστολὴν διδασκαλικήν. ἐπειδὴ γὰρ ἀπὸ Ἰουδαίων ἐπίστευσαν ἐπιστηρίζει αὐτούς· καὶ πρῶτον μὲν ἐξηγεῖται καὶ ἀποδείκνυσιν ὅτι ἡ εἰς τὸν Χριστὸν πίστις ὑπὸ τῶν προφητῶν κατηγέλη, καὶ δι’ αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελίσθη τὰ πάντα, “ εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. εἶτα συμβουλεύσας ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέας τιμᾶν, γυναιξὶ τε καὶ ἀνδράσιν ὁμοφροσύνην παραγγέλλει· καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, σημαίνει ὅτι καὶ εἰς ᾅδην γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως· ἵνα καὶ οἱ προαποθανόντες ἀναστῶσι, καὶ κριθῶσι μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι· καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφείλουσιν ἅπαντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδιδόντες τῷ κριτῇ. καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν. ΚΕΦ. Α. Περὶ τῆς ἐν Χριστῷ ἀναγεννήσεως, καὶ περὶ ὑπομονῆς περασμῶν, καὶ περὶ σωτηριώδους πίστεως προκατηγγελμένης ὑπὸ τῶν προφητῶν. Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας. Καὶ οὗτος ὁ Ἀπόστολος τοῖς ἐκ περιτομῆς κηρύττειν προσταχθεὶς, εἰκότως οὐ τοὺς οἰκοῦντας τὴν Ἰουδαίαν μόνους πρὸς τὸ Εὐαγγέλιον καλεῖ, ἀλλὰ καὶ δι’ ἐγκυκλίου Ἐπιστολῆς τοῖς a Ἐπειδὴ Cod. Ν. C. sed ταύτην Barocc. et CEcum. ἁπανταχοῦ διασπαρεῖσιν Ἰουδαίους κηρύττειν σπουδάζει, ὡς δέον ὑπὲρ ἧς ἐδέξαντο πίστεως ἀθλεῖν, ὅτι δεῖ a καὶ μεγάλα τοὺς ταύτην φυλάξαντας διαδέξεται ἀγαθὰ καὶ ἄφθαρτα καὶ οὐράνια. Κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Ἴδου κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς ἑαυτὸν Ἀπόστολον ὠνόμασε τοῦ Χριστοῦ. καὶ τῆς ἀποστολῆς τὸν τρόπον ἡμῖν ἐξηγούμενος “ ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος “ Ἰηροῦ Χριστοῦ” πεπρᾶχθαι φησιν αὐτήν. ὅτε τοίνυν οἱ πιστεύσαντες εἰς αὐτὸν ἁγιαζόμεθα διὰ τοῦ Πνεύματος, ῥαντίζει δὲ ἡμᾶς καὶ τῷ αἵματι αὐτοῦ πρὸς ἀποκάθαρσιν, πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἁγιάζων μὲν ἰδίῳ Πνεύματι, καθαρίζων δὲ καὶ τῷ ἰδίῳ αἵματι τοὺς πιστεύοντας; “ Θεὸς γὰρ b ἦν ἐν σαρκί.” Εὐλόγητος ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δἰ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, Ἐπειδὴ ἀφθαρσίαν αὐτοὺς ἐσχηκέναι λέγει, καὶ ζωῆς ἐλπίδα, καὶ ἐν οὐρανοῖς ἀγαθὰ ταῦτα δὲ μείζονα ἣ κατὰ τὴν ἀνθρωπίνην ἀξίαν εἰσί· τούτου χάριν εὐλογεῖ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν πολὺν αὐτοῦ ἔλεον ἄγει, ἵνα τὸ πρᾶγμα πιστὸν ποιήσῃ· ὅταν γὰρ ὁ Θεὸς ὁ διδοὺς ἦν καὶ τὰ μείζονα καὶ πιστά. ἔχει δὲ καὶ πρὸς τὴν πρώτην διαθήκην ὁ λόγος ἀπότασιν, ὅτι ἐλπίδας ἐκείνη τοῖς πιστεύουσι γῆν τῶν Χαναναίων ἐδίδου. Εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, Ὠριγένουσ ἐκ τῆσ ἑρμηνείασ εἰσ τὸ κατὰ πρόγνωσιν Θεοῦ. Προεωρακὼς γὰρ ὁ Θεὸς τὴν πίστιν καὶ πρᾶξιν τῶν ἀνθρώπων κατορθωθέντα αὐτοῖς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, προγνωστικῶς καὶ ἐξελέξατο αὐτοὺς ἐν Χριστῷ πρὸ καταβολῆς ο κόσμου· τότε προορίσας αὐτοὺς υἱοὺς εἶναι μετουσίᾳ τοῦ Πνεύματος τῆς a Aut leg. δὴ, aut mox διαδέξασθαι corr. b θεὸς add. rec. m. superscr. c Cod. προκαταβολῆς. υἱοθεσίας. πρόγνωσιν γὰρ οὐκ ἄλλο τι ἡγητέον ἣ ἐσομένων θεωρίαν· ἥτις οὐκέτι πρόγνωσις ἀλλὰ γνῶσις ἐστὶν εἰς ὕπαρ ἡκόντων τῶν προεωραμένων. κἂν τοίνυν κατὰ πρόγνωσιν ἐκλεκτοὶ ἦσαν οἷς Πέτρος γράφει, ἀλλ’ οὐ νῦν ὑφεστηκόσιν αὐτοῖς ἡ προσφώνησις γίνεται· ἐκβάλλει οὖν τὸν μῦθον τὸν περὶ τῆς φύσεως καὶ η ἐγκειμένη νόησις. Τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως. Εἰπὼν ὡς μεγάλα ὑμῖν ἐχαρίσατο ὁ Θεὸς, καὶ ἐχαρίσατο Υἱοῦ· καὶ τίνες οἱ λαβόντες ἐρεῖ· τίνες δὲ οἱ ἐν δυνάμει Θεοῦ φρουρούμενοι· οὕτως γὰρ καὶ αὐτὸς προσηύξατο, “ Πατέρ’ Ἅγιε, “ τήρησον αὐτούς. Εἰ ἐν οὐρανοῖς τετήρηται εἰς τοὺς πιστοὺς ἡ κληρονομία, ψυ- χρεύονται τινες οἰόμενοι αὐτὴν ἀπολήψεσθαι ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἐν ὅλοις χιλίοις ἔτεσιν οἰόμενοι τρυφὴν λήψεσθαι τὰ ἆθλα τῆς βασιλείας. οὓς καὶ ἐρωτητέον, ὅτι ἔχουσι περὶ σωματικῆς τρυφῆς εἰπεῖν ὡς ἀφθάρτου καὶ ἀμαράντου μάλιστα, ὅτι καὶ περιγράφουσιν αὐτὴν παυσαμένου τοῦ χιλιοστοῦ ἐνιαυτοῦ· πρὸς τούτοις συναπτέον τὰ ῥητὰ δηλοῦντα ἐν βασιλείᾳ οὐρανῶν εἶναι τὴν κληρονομίαν· καὶ ὡς οὐχ ὑποπίπτει διὰ τὸ νοητὴ εἶναι αἰσθήσει θνητῶν. Εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ, ἐν ᾧ ἀγαλλιᾶσθε. Πιστωσάμενος πάντας ὅτι τὰ οὕτω μεγάλα ληψόμεθα διὰ τοῦ τὸν Πατέρα εἰπεῖν τὸν αὐτὸν διδόντα· πιστοῦται καὶ δι’ ἑτέρου τὸ διὰ τοῦ ἰδίου Υἱοῦ αὐτὰ ἡμῖν χαρίσασθαι· καὶ οὐχ ἁπλῶς τοῦ Υἱοῦ, ἀλλὰ διὰ τῆς ἀναστάσεως τοῦ Υἱοῦ. εἰ γὰρ αὐτῷ πάντα ἡμῖν χαρίσηται, τίνα τὰ διδόμενα λέγει ; κληρονομία ἄφθαρτος καὶ ἀμίαντος· καὶ τὸ ἔτι μεῖζον, ὅτι οὐδὲ ἐν γῇ αὕτη ἡ κληρονομία, ἀλλ’ ἐν οὐρανοῖς. Τοῦτό ἐστι δηλοῦντος, ὡς δεῖ ὑπομένειν τὸν πόνον τὸν ὑπὲρ τοῦ κηρύγματος· ὅπου γε ἐγγὺς τῶν ἱδρώτων ἡ ἀμοιβή. Ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ, λυπηθέντας ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν, καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· ὃν οὐκ εἰδότες ἀγαπᾶτε. Τοῦ Χρυσοστόμου. Οἱ δίκαιοι θλίβονται, ἵνα στεφανωθῶσιν· οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τιννύουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστήσωσιν· οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, καὶ μισήσῃς τὴν ἀρέτην. Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. Κυρίλλου. Δεῖνόν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία, μέγιστον δὲ ἀγαθὸν ἡ πίστις· πρόξενος πάσης σωτηρίας καθεστῶσα. Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες, εἰς τίνα ἢ ποῖον καιρὸν δήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας. Παρατηρητέον ὡς τὸ λαλῆσαν ἐν προφήταις Ἅγιον Πνεῦμα Χρίστου λέγει ὁ Ἀπόστολος. οὐκ ἄρα κατὰ τοὺς αἱρετικοὺς ἄνθρωπος ψιλὸς ὁ Χριστὸς, ἀλλὰ καὶ σαρκωθεὶς Θεὸς ὁμοούσιος τῷ Πατρί. “ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.’’ Διὰ μὲν Ἠσαίου φησὶν, “ ὡς πρόβατον ἤχθη.’’ διὰ δὲ Ἰερεμίου. “ δεῦτε ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ·’’ καὶ διὰ Μωΰσεως “ ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τὴν ζωὴν κρεμαμένην ἐπὶ ξύλου.” Διὰ τοῦτο ἔλεγεν ὁ Σωτῆρ’, “ πολλοὶ προ- “ φῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.’’ Οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτὰ, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἀγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ. Τὰ θεῖα μυστήρια εἰς ἃ ὑμεῖς μυστικῶς ἐσθίετε. Θεοδωρήτου Ῥητὰ Προκείμενα “ ὁ Οὐρανὸσ τοῦ Οὐρανοῦ “ τῶι Κυρίωι.” Εἰς τοῦτον τὸν οὐρανὸν “ οὐδεὶς ἀναβέβηκεν εἰ μὴ “ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐπεὶ κᾳκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων. “ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ.’’ ἢ ὁ Πέτρος φησὶν, “ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύ- “ ματι Ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ.’ ἔνθα γὰρ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Ἅγιον Πνεῦμα. ἀλλ’ ἐπίστησον ἀκριβῶς· μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν· οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν καὶ καταφορὰν γινομένην ὑπολαβών· Θεοῦ γὰρ προηγουμένην, ἵνα οὕτως εἴπω, ὑπεροχὴν καἰ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία. Ὦτε ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον ἀυτῶν. Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Ὦν τὴν ἔκβασιν ἐπεθύμησαν ἄγγελοι ἰδεῖν. Ἐπεὶ τινὲς ἐλάττονα τίθενται τὴν ἐπαγγελίαν καὶ σωτηρίαν τῶν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἁγίων, οἰόμενοι πλεύν τι ἐσχηκέναι τοὺς μετὰ ταύτην τῷ ἑωρακέναι τὸν Κύριον αἰσθητῶς, καὶ τὰ ὑπ’ αὐτοῦ πραχθέντα σημεῖα, δεικτεὸν ὡς ἐσφαλμένη ἐστιν ἡ ὑπόληψις αὐτῶν. πῶς γὰρ ἐλάττων τινὸς τῶν μετὰ τὴν ἐπιδημίαν ὁ Ἀβραάμ τὴν ἡμέραν τοῦ Κυρίου ἑωρακὼς, πάντων τῶν τελειουμένων κατὰ Κύριον, εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχομένων ; πῶς δὲ ἐλάττων Μωϋσῆς καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ Κυρίῳ μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ εἶδον αἰσθητῶς τὸν Κύριον ; οὐ γὰρ προκριτέον ποιεῖ τῶν τὴν νοητὴν ἐπιδημίαν ἐσχηκότων τὸν ἑωρακότα τὴν κατὰ σάρκα. πολλοὶ γοῦν τῶν ἑτεροδόξων συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ δόξῃ, πόθον ἔχοντες ἐκ παντὸς τρόπου διαβάλλειν τὴν παλαιὰν διαθήκην· καὶ τοῦτο δὲ λελέξεται, ὅτι εἰ καὶ μὴ εἶδον ἣ ἤκουσαν αἰσθητῶς ἃ ὁ Κύριος εἶπεν, ἀλλ’ οὖν ἔρωτα αὐτῶν θεῖον εἶχον· “ πολλοὶ γὰρ προφῆται καὶ “ δίκαιοι ἐπεθύμησαν ἰδεῖν. Εἴτις ἐκλάβοι τὴν ζητουμένην ὑπὸ τῶν προφητῶν σωτηρίαν κατὰ τὸ τέλος εἶναι ὃ ἐπὶ πᾶσιν ὀρεκτὸν τυγχάνει· αὐτοῦ μὲν γὰρ χάριν τὰ ἄλλα πάντα γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα· οὐκ ἀποφαίνει περὶ τῶν ἁγίων ἀγγέλων καὶ ἁπλῶς πάντων τῶν μακαρίων λογικῶν τὸ προκείμενον ἐκλαβεῖν· πάντων ὄρεξιν ἐχόντων παρακύψαι εἰς τὰ κατὰ τὸ τέλος πράγματα. ΚΕΦ. Β. Περὶ ἐλπίδος καὶ ἁγιασμοῦ, τῆς τε ὀφειλομένης ἐπὶ τῇ υἱοθεσίᾳ ἀσφαλοῦς ἀναστροφῆς. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Εἰπὼν τὸ μέγεθος τῶν ἀγαθῶν τῆς δωρεᾶς τοῦ Πατρὸς τὰ παθήματα τοῦ Χριστοῦ, τὴν περὶ αὐτὸν τοῦ Ἁγίου Πνεύματος προμήνυσιν, τῶν προφητῶν τὸ κήρυγμα, τῶν ἀγγέλων τὸν πόθον, ταῦτα πάντα εἰπὼν, γενναίως ἀντέχεσθαι τῆς πίστεως παραινεῖ. Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς προπρότερόν ἐν τῆ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις. Τοῦτο φησὶ, ὡς αὐτοῦ τοῦ Κυρίου τοῖς πιστεύουσι εἰς αὐτὸν ἑαυτὸν ἀποκαλύπτοντος καὶ φανεροῦντος. Ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάση ἀναστροφῇ γενήθητε. Ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ Ἁγίῳ Θεῷ κολλᾶσθαι σπουδάζοντας. Διότι γέγραπται, Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Τὴν οἰκείωσιν ἀπαιτεῖ τὴν πρὸς ἑαυτόν· αὕτη γὰρ σώζει· διὸ καὶ ὄντως ἅγιοι νῦν διὰ Χριστοῦ ἐπὶ τῇ ὄντως ζωῇ. Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε. Εἰ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, τι δεῖ νοεῖν περὶ τοῦ προκειμένου ; εἰ γὰρ ὁ Πατὴρ ἐστὶν ὁ σημαινόμενος, πῶς κριτὴς οὗτος κρίνων κατὰ τὸ ἑκάστου ἔργον ; εἰ δὲ ὁ Υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβὼν, πῶς Πατὴρ τυγχάνεῖ; πρὸς ἃ λεκτέον, εἰ Πατρὸς καὶ Υἱοῦ μία θεότης, κρίνοντος τοῦ Υἱοῦ, ὁ Πατὴρ ὁ κρίνων ἐστίν· ἀλλὰ καὶ ὁ Υἱὸς δύναται πατὴρ εἶναι τῶν γεννησας γεννήσας αὐτοὺς μετουσίᾳ ἁγιότητος πολλάκις γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς ἐκάλεσε, καὶ ἄλλοις εἶπε, τῷ μὲν, “ τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. τῇ δὲ, “ θύ- “ γατερ, ἡ πίστις σου σέσωκέ σε.” καὶ ταῦτα διελέγχει τοὺς διακόπτοντας τὴν θεότητα. Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἣ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ, ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν. Ὅρα διὰ πόσων ἀσπίλους εἶναι παρασκευάζει· πρῶτον μὲν διὰ τοῦ γραφικοῦ· δεύτερον διὰ τοῦ ἀναγκαίου, ἐπειδὴ τὸν Θεὸν ἐπικαλοῦνται Πατέρα, καὶ δεῖ τῆς υἱοθεσίας ἄξια ποιεῖν· τρίτον διὰ τῆς αἰτίας δι’ ἧς τὰ μύρια ἐλάβομεν ἀγαθὰ ἀυτὴ ’δε ἐστι τὸ δοθῆναι ὑπὲρ αὐτῶν τὸ τίμιον αἶμα Χριστοῦ. Τοῦ Χρυσοστόμου. Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου· εἶτα γεγονότας ἡμᾶς τοῦ διαβόλου, ἐξωνεῖται ὁ Σωτῆρ’ τῷ ἑαυτοῦ αἵματι, τουτέστι τὸ, “ τιμῆς ἠγορασθῆτε.’’ ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτο τινὶ, ἵνα αὐτὸν παιδεύσῃ· εἶτα ἐὰν ἴδη αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἣ νῦν. δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεή. καὶ πῶς ἐσμὲν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια ; ὡς μὲν δημιουργήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα c ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ἦς ἁμαρτωλὸς, c Scr. erat γενόμενα sed. mut. rec. m. et scr. γενόμενοι. ὁ διάβολος γάρ σε κτᾶται· ἐκείνου εἶ κτῆμα. ἄνθρωπος τῆς ἁμαρτίας, υἱὸς τῆς ἀπωλείας, ἐκεῖνος ἀγοράζει σε, οὐ τιμίῳ αἵματι ἀλλὰ ἀτίμῳ· ἁμαρτίᾳ γὰρ ἀγοράζει· ἀγοράζει πορνείᾳ· ἀκάθαρτος γάρ ἐστιν. ἀγοράζει φόνῳ· μιαίφονος γάρ ἐστιν· “ ἀνθρωπόκτονος γὰρ ἦν ἀπ’ ἀρχῆς. καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε· ” καὶ ταῦτα αὐτοῦ ἐστι τὰ νομίσματα. Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῆ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς. Τοῦ θανάτου μνησθεὶς τοῦ Χριστοῦ, οὐκ ἐσιώπησεν, ἀλλ’ εὐθὺς ἐπήγαγε καὶ τὴν ἀνάστασιν· εἰ δὲ ἀκούεις τὸν Πατέρα ἐγείροντα τὸν Υἱὸν, μὴ θορυβηθῇς ὡς αὐτοῦ ἑαυτὸν μὴ δυναμένου ἐγεῖραι. ἄκουε γὰρ λέγοντος τοῦ Χριστοῦ. “ λύσατε τὸν ναὸν τοῦτον, καὶ “ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. καὶ πάλιν τοῦ Λουκᾶ περὶ αὐτοῦ. ὡς “ παρέστησεν ἑαυτὸν ζῶντα καὶ πάλιν τοῦ Χριστοῦ. “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν “ λαβεῖν αὐτήν. λέγει οὖν τοῦτο ὁ Ἀπόστολος, ἵνα μάθωμεν ὅτι κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστίν. Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος καὶ μένοντος εἰς τὸν αἰῶνα. τοῦ Εὐαγγελίου λέγοντος, “ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· “ οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι,” φησὶν ὁ Κύριος Ἰησοῦς Χριστός. Διότι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε. Τοῦ ἁγίου Βασιλείου. βούλομαι σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα. ἵνα ὅπου περ ἂν εὑρεθῇς καὶ ὁποιωδήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. πρῶτον μὲν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως· μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, “ ὅτι πᾶσα σὰρξ ὡς χόρτος καὶ “ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος· σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος καὶ ἀνυπόστατος τὴν ὁρμήν. αὔριον ὁ αὐτὸς ἐλεεινὸς, ἣ τῷ χρόνῳ μαρανθεὶς, ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων, δορυφορία φίλων προσποιητῶν, τὴν ἀπ’ αὐτοῦ χάριν θεραπευόντων, πλῆθος συγγενείας καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶντε ἐπισιτείων καὶ τῶν κατὰ τὰς ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προιὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος, ἐπίφφθονός ἐστι τοῖς ἐντυγχάνουσι· πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν τινὰ δυναστείαν· ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς ἢ ἐθνῶν ἐπιμέλειαν· ἣ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ· τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἐπαγωγὰς, τὰ δεσμωτήρια ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν οἰκείων συναθροίζεται φόβος· καὶ τι μετὰ τοῦτο ; μία νὺξ, ἢ καὶ πυρετὸς εἷς πλευρίτης ἣ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ’ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα· καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη· ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ άδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης. Εὐσεβίου Καισαρείασ. Αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις, καὶ τοῦ τὴν εἰκόνα τοῦ χοικοῦ φοροῦντος ἀνθρώπου, λέγω δὴ τοῦ φιλοσωμάτου καὶ τοῦ κατὰ σάρκα ζῶντος. ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται· εἰτα οὐκ εἰς μακρὰν ὑπὸ τῆς ῥευστῆς καὶ φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει καὶ ἡ γραφὴ λέγουσα, “ καὶ “ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.” Θεοδωρήτου. Ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαὸς “ ἐξηράνθη ὁ “ χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος.” τῶν ἐθνῶν ἁπάντων προθεσπίσας τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν· φύσει μὲν γὰρ χόρτου, φησὶν, ἔοικε τῶν ἀνθρώπων τὸ γένος· ἄνθη δὲ χόρτου ἡ ἐπιγινομένη δόξα καὶ δυναστεία· καὶ καθάπερ τοῦ χόρτον ξηραινομένου τὸ ἄνθος ἐκπίπτει, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος, καὶ ἡ δυναστεία καὶ ἡ ὑπερηφανία σβέννυται. Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο ’δε ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἄνωθεν ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ’ ὅμως καὶ ταύτην τὴν ἀπείθειαν ἰδὼν ὁ τῶν ὅλων Θεὸς ἐπιμένει προτρέπων εἰς σωτηρίαν. ΚΕΦ. Γ. Περὶ τοῦ ἐπαξίως τῆς υἱοθεσίας ζῆν ἐν Χριστῷ πρὸς ὠφελεἴαν καὶ τῶν ἔξωθεν εἰς δόξαν Θεοῦ. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς, Μετὰ τὸ εἰπεῖν τὴν δύναμιν τοῦ κηρύγματος διδάσκει καὶ ὁποίους εἶναι δεῖ τοὺς αὐτὸ δεχομένους. Σευήρου. Εἰ μὴ γὰρ ὁ λόγος μείνας ἐν οἷς ἦν· ἀμείνων γὰρ τροπῆς ὡς Θεὸς ἐκ μήτρας αὐτῆς ἑνωθεὶς σαρκὶ καθ’ ὑπόστασιν. ψυχὴν ἐχούσῃ τὴν νοερὰν καὶ τῆς ἐμῆς γενέσεως τὰς ὠδῖνας. καὶ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον διὰ τῆς ἰδίας κυοφορίας εὐλόγησε, καὶ τῆς κατὰ σάρκα γεννήσεως, οὐκ ἐλύθη τὸ “ ἐν “ λύπαις τέξῃ τέκνα, τὸ τῆς πικρᾶς γεύσεως ἐπιτίμιον· εἰ μὴ γαλακτοτροφίας ἠνέσχετο, οὐκ ἃν ἡμεῖς πρὸς τὰ “ ἀρτιγεννῆ “ βρέφη τὸ λογικὸν ἄδολον γάλα’’ ἐπεποθήσαμεν, καθώς φησιν ὁ θεσπέσιος Πέτρος. Ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε· ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν. Εἰ καὶ τελείους ἡμᾶς ὁ θεῖος βούλεται νόμος, ἀλλὰ κατὰ ἀνάβασιν καὶ προκοπὴν πρὸς τὴν τελείωσιν, φθάσαντας πρότερον γάλα ποτιζομένους, “ ὡς ἀρτιγέννητᾳ βρέφη,’’ καὶ ἐν αὐτῷ εἰς σωτηρίαν αὐξανομένους· εἰς τοῦτο γὰρ βλέπει καὶ τὸ τῷ Παύλῳ ῥηθὲν, “ μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῆ κακίᾳ νηπιάζετε, “ ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε· οὐ γάρ ἐστιν, οὐκ ἔστι, μὴ ἀποσμήξαντας τὴν κακίαν καὶ νηπιάσαντας, πρὸς ἁγνείαν ἐλθεῖν, ἣ φρεσὶ τελειωθῆναι, ἣ εἰς ἄνδρα τέλειον, ἐργάτην ἀνεπαίσχυντον, ἀναβῆναι. Τὴν στοιχειώδη λέγει διδασκαλίαν τῶν λογίων τοῦ Θεοῦ. Εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Τοῦ ἁγίου βασιλείου. Πανταχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. ἐπειδὴ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις, ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς γίνεσθαι· ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται τις παραστῆσαι τοῖς ἀπείροις, ὃς ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου ἄρτου ἐναργῶς παραδοθῆναι διδασκαλίαις, ἐὰν μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλεῖον βασανίσαντες. δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν χρηστότητα τοῦ Κυρίου. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον. Τῶν γραμματέων καὶ Φαρισαίων καὶ παντὸς αὐτῶν τοῦ συνεδρίου, περὶ ὧν εἴρηται “ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος “ ἐγενήθη εἰς κεφαλὴν γωνίας.” Καὶ αὐτοὶ ὡς λιθοῖ ζῶντες ἐποικοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Θεοδωρήτου. τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους· διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους· διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ. Διότι περιέχει ἐν τῇ γραφῇ, Ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν. Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν πολυτελῆ καὶ ἔντιμον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποκαλεῖ, τῇ τῆς θεότητος δόξῃ καὶ ὑπεροχῇ διαπρέποντα· ἀκρογωνιαῖον δέ φησιν, ὡς διὰ πίστεως μιᾶς κατασφίγγοντα πρὸς ἑνότητα πνευματικὴν τοὺς δύο λαοὺς, τὸν ἐξ Ἰσρα(??)λ καὶ τὸν ἐξ ἐθνῶν· ἀλλ’ “ ὁ πιστεύων, φησιν, “ ἐπ’ αὐτῷ “ οὐ μὴ καταισχυνθῇ.” ἄθρει δὲ πῶς ἀνίησι τοῖς τεθλιμμένοις τὸ ἐλεύθερον, καὶ φησὶ, “ τίθημι τὸν ἐκλεκτὸν λίθον εἰς τὰ θεμέλια “ Σιών·’’ καὶ τί τὸ ἐντεῦθεν ὄφελος ; “ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ “ μὴ καταισχυνθῇ.” Ἀπειθοῦσι δὲ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν- τες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου. Ὥσπερ ὁ Κύριος φῶς ὢν ἀληθινὸν εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ τῆς παρουσίας αὐτοῦ τυφλοὺς, τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας, οὕτω καὶ λίθος ἐκλεκτὸς ἔντιμος ὢν, τιμὴν παρέχει τοῖς διὰ πίστεως οἰκοδομουμένοις αὐτῷ, θεμέλιος αὐτῶν βέβαιος ἀποδειχθεὶς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος ἀλλὰ προσκόμματος λίθος καὶ σκανδάλον πέτρα νομιζόμενος προσχῶσι τοῖς ἐξουθενήσασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δὲ εἶσι γραμματεῖς καὶ Φαρισαῖοι. Τοῦ Χρυσοστόμου. τοῦτο τὸ ῥητὸν εἰς τὸν Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων, “ οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ “ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.’’ Καὶ μετ’ ὀλίγα—“ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες, “ ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις,’’ καὶ πάλιν· “ οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.’’ Διδύμου. Ὁ δι’ ὑμᾶς γεγονὼς λίθος ἀποδεδοκιμασμένος, “ὃν “ ἀπεδοκίμασαν οἱ οἱκοδομοῦντες,” μετὰ τὴν ἐκείνων ἀποβολὴν, ἐτέρας γωνίας κεφαλὴ γέγονε. Καὶ μετ’ ὀλίγα—Ἀκρογωνιαῖον αὐτὸν ὠνόμασεν Ἡσαΐας, καὶ ἐκλεκτὸν καὶ ἔντιμον λίθον, διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομίας· ζῶν δ’ ἂν εἴη ὡς ἀληθῶς ἐκλεκτὸς λίθος ὁ τοῦ Θεοῦ Υἱὸς, ἅπασαν τὴν κατὰ Θεὸν οἰκοδομὴν συνδέων· καὶ τὰς δύο γωνίας, τῆς τε παλαιᾶς οἰκοδομῆς τῶν ἐκ περιτομῆς, καὶ τῆς νέας ἐξ ἐθνῶν, ὑπὸ μίαν συνάπτων γωνίαν· τοῦτον μὲν οὖν τὸν λίθον, οἱ ἐκ περιτομῆς πάλαι πρότερον οἰκοδομοῦντες γραμματεῖς καὶ νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, ἐξ αὐτῶν ἀπέβαλον καὶ ἀπεδοκίμασαν· ὁ δὲ γέγονεν ἀρχὴ καὶ κεφαλὴ γωνίας ἑτέρας τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, καὶ γέγονε παρὰ Χριστοῦ δῶρον αὐτῇ μέγιστον κεχαρισμένον. Ὅσοι προσκόπτουσι τῷ λίθῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν. Ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης καὶ τῆς φαύλης προαιρέσεως· αὕτη γὰρ αὐτοὺς εἰς αὐτὴν ἤνεγκε τὴν μερίδα. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες. Ὑμεῖς δὲ γένος ἐκλεκτὸν b —Κατὰ τὴν παλαιὰν τοῦ νόμου διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν, καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος. μετ’ ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ ἀμφότερά ἐστι. τούτων οὕτως οἰκοδομηθέντων, ἀναγκαῖον τοὺς σπαρέντας ὑπ’ αὑτοῦ, ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος, ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον. τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος, ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν, καὶ ὡς ἐξ c ἱερέως ἱεράτευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντας ἀπὸ τοῦ καλοῦντος ἁγίου ὄντος, ἐπὶ τὸ ἅγιοι ἔσεσθε οἱ αὐτοὶ πρὸς τό d ἄγιον ἔθνος ὑπάρχειν, καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι. περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ’ οὐ τῶν ἐξοστρακιζομένων. ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώμην, μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι’ ἣν ψυχὴ καὶ καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν. b Ηæc rubr. scripta sunt, c ἐξ suppl. rec. d τῶ corr. rec. m. Σευήρου. τουτέστι κη ἐξαίρετον ἐν περιουσίᾳ καὶ κτήματι λελογισμένος. ἐπειδὴ κτίσματα μὲν τοῦ πεποιηκότος ἅπαντες ἄνθρωποι· κτήματα δὲ οἱ διὰ τῆς ἐπιγνώσεως εἰσποιηθέντες ὑπὸ Θεοῦ, καὶ τὰ τῆς αὐτοῦ δεσποτείας ἄξια πράττοντες, καὶ ὑπ’ οὐδενὸς ἣ πάθους ἣ ἁμαρτίας ἣ νόθου θεοῦ δεσποζόμενοι. Οἱ γὰρ πιστεύοντες εἰς Χριστὸν τοῦτο ἔσχομεν ὅπερ αὐτός· ἐπειδὴ γὰρ αὐτὸς καὶ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς, καὶ ἀρχιερεὺς γέγονε, τούτου χάριν καὶ ἡμεῖς τὰ αὐτὰ πεπλουτήκαμεν· ταῦτα δὲ ἔχοντες καὶ ἔθνος ἅγιον γεγόναμεν, καὶ λαὸς εἰς περιποίησιν, τουτέστιν εἰς ἀποχήν· εἰσήλθομεν γὰρ εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἀγαπητοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσῶσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Πανταχοῦ μετὰ τὸν δογματικὸν τὸν ἠθικὸν εἰσάγει· μετὰ τοίνυν τὸ εἰπεῖν τὰ ὑπάρξαντα ἀγαθὰ διὰ Χριστοῦ, ἐπὶ τὸ δεῖν ὀρθῶς βιοῦν παρακαλεῖ. Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ πείθεσθαι τυγχάνοντες, εἰκότως ἀγαπητοὶ προσαγορεύονται τῶν διὰ τὸ ἀνθρώπινον ποθουμένων ἀγαπωμένων, ἀλλ’ οὐκ ἀγαπητῶν ὄντων. ἐπεὶ τοίνυν οὕτω διάκειμαι πρὸς ὑμᾶς οὑς γράφω τὴν ἐπιστολὴν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν. στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς· ἔχθραν πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία. ΚΕΦ. Δ. Περὶ τῆς πρὸς ἄρχοντας ὑποταγῆς καὶ φιλαδελφίας κοὶ θεοσεβείας. Ὑποτάγητε οὖν πάση ἀνθρωπίνη κτίσει διὰ τὸν Κύριον· εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι· εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἔστι τὸ θέλημα τοῦ Θεοῦ. “ Ἀνθρωπίνην κτίσιν,’ τὰς ἀρχὰς λέγει τὰς χειροτονουμένας ὑπὸ τῶν βασιλέων· ταύταις οὖν δεῖ ὑποτάσσεσθαι “ διὰ τὸν “ Κύριον’’ εἰ δὲ διὰ τὸν Κύριον ὑποταττόμεθα, τὸν εἰπόντα· “ ἀπό- “ δότε τὰ τοῦ Καίσαρος Καίσαρι, ὅτε τι ἔξω τοῦ θελήματος τοῦ Κυρίου προστάττουσιν, οὐχ ὑπακούσωμεν. Τοῦ Χρυσοστόμου. ῥητὰ προκείμενα· ὁ ἀντιτασσόμενοσ τῆι έξουῖαι τῆι τοῦ θεοῦ διαταγῆι ἀνθέστηκεν. Οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή· καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ ὑποταττέσθω. Καὶ μετ’ ὀλίγα — Ἵνα γὰρ μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τὴν τῶν οὐρανῶν βασιλείαν ἀπολαβεῖν μέλλοντας — ἄρχουσιν, ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὑποτασσόμενος πείθεται. ᾿Αγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν. Τοῦτό φησιν, ἐπειδὴ τινὲς διαβάλλοντες ἔλεγον, ἐπὶ ἀνατροπῇ τῆς πολιτείας ἐληλυθέναι Χριστὸν, πάντων καταφρονεῖν διδάσκοντα τῶν ἐπὶ γῆς· ὅταν οὖν ἴδωσιν ὑμᾶς, φησὶ, διὰ συνείδησιν Θεοῦ ὑποτασσομένους τοῖς ἄρχουσι, τότε φιμοῦνται· εἰδότες ὡς οὐκ ὀρθῶς ἡγήσαντο τὴν τοῦ Χριστοῦ πολιτείαν διασύροντες. Ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. πάντας τιμήσατε· τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε. Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οἱ ἄρχοντες, φησὶν, ἐν αὐλίσματι δικαιοσύνης τοὺς νόμους ἔχοντες· ὅσα μὲν δικαίως καὶ νομίμως ποιήσουσιν, οὐ περὶ τούτων ἐτασθήσονται, ὅσα δὲ κατὰ περιτροπὴν τοῦ δικαίου ἀδίκως καὶ ἀνόμως καὶ τυραννικῶς ἐπιτελέσουσιν, ἐν τούτοις καὶ ἀπολοῦνται, τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἅπαντας ὁμοίως ἐξικνουμένης· ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ οὐχ ὑπὸ τοῦ διαβόλου ὥς τινες φασὶν, ἵνα φοβούμενοι αὐτὴν οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ καταπίνωσιν. ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως ἀνακρούουσι τὴν πολλὴν τῶν ἀνθρώπων ἀδικίαν· καὶ κατὰ τοῦτο, καὶ “ αἱ οὖσαι “ ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσὶ λειτουργοὶ Θεοῦ, καθὼς Παῦλος φησί. φανερὸν οὖν ὅτι ψευδόμενος ὁ διάβολος ἔλεγεν “ ὅτι “ ἐμοὶ παραδέδοται, καὶ ᾧ ἃν θέλω δίδωμι αὐτάς· οὐ γὰρ τῇ τούτου κελεύσει βασιλεῖς καθίστανται. οἱ μὲν γὰρ αὐτῶν εἰς ἐπανόρθωσιν καὶ ὠφέλειαν τῶν ὑποτεταγμένων γίνονται, καὶ συντήρησιν δικαιοσύνης, οἱ δὲ εἰς φόβον καὶ τιμωρίαν καὶ σωφρονισμὸν καὶ ἐπίπληξιν, οἱ δὲ καὶ εἰς χλευασμὸν ὕβριν τε καὶ ὑπερηφανίαν, καθὼς καὶ ἄξιοί εἰσι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ὡς προέφημεν. Κακίας ἐστὶ τὸ ἀπειθεῖς εἶναι καὶ ἀνηκόους τοῖς ἄρχουσιν· ἵνα τοίνυν μὴ λέγωσιν, ὅτι ἠλευθερώθημεν ἀπὸ τοῦ κόσμου· οὐρανοπολῖται γεγόναμεν· καὶ σὺ πάλιν ἡμᾶς τοῖς τῆς γῆς ἄρχουσιν ὑπα- κούειν προτρέπεις ; τούτου χάριν φησὶν, ὑπακούετε ὡς ἐλεύθεροι· τουτέστι πειθόμενοι τῷ ἐλευθερώσαντι καὶ προστάξαντι τοῦτο ποιεῖν· οὕτω γὰρ οὐ δόξητε τῆς κατὰ γνώμην κακίας, τουτέστι τοῦ ἀπειθοῦς καὶ ἀνηκόου, ἔχειν προκάλυμμα τὴν ἐλευθερίαν, δι’ ἧς ἀναίνεσθε τῶν ἀρχόντων τὴν ὑποταγήν. e Καὶ μὴ ἔξωθεν μὲν πρόβατα, ἔσωθεν δὲ λύκοι. * Περὶ δούλων ὑποταγῆς καὶ ἀνεξικάκου ὑπομονῆς διὰ Χριστόν. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς· τοῦτο γὰρ χάρις παρὰ Θεῷ, εἰ διὰ συνείδησιν ἀγαθὴν ὑποφέρει τὶς λύπας, πάσχων ἀδίκως· ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε· ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεἶτικὸν μενεῖτε, τοῦτο χάρις παρὰ τῷ Θεῷ. Οὐ τὸν παθητικὸν φόβον ἔχειν προστάττει πρὸς τοὺς δεσπότας τοῖς οἰκέταις, ἄλογος γὰρ οὗτος, καὶ ἐν τοῖς ἀλόγοις ζώοις ὑφισ- τάμενος, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ ὀρθῷ λόγῳ γινόμενον· οὗ κύριον ὄνομα ἡ εὐλάβεια. ὁ γὰρ διὰ Χριστὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ φοβούμενος δεσπότην, σὺν εὐλαβείᾳ αὐτῶ ὑποτάττεται τοῦ e Schol. ad ν. ἐπικάλυμμα. διὰ κακίαν καὶ ἄλλας βασάνους φοβουμένου δεσπότην, τὸν παθητικὸν ἔχοντες φόβον· τούτῳ τῷ σημαινομένῳ κέχρηται· καὶ μεθ’ ἕτερα — πρὸς τὰς γυναῖκας φήσας ἐποπτεύοντες, τουτέστιν οἱ ἄνδρες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν, σύνηθες γὰρ τοῦτο πολλαχοῦ τῆς θείας γραφῆς. Τοῦ Χρυσοστόμου. φησὶν ὁ ἀπόστολος Παῦλος· “ οἱ δοῦλοι ὑπακούετε τοῖς κάτα σάρκα κυρίοις. συνέχως τοῦτο φησι τι λέγεις, ὦ μακάριε Παῦλε ; ἀδελφός ἐστι, μᾶλλον δὲ ἀδελφὸς ἐγένετο, τῶν αὐτῶν ἀπήλαυσεν· εἰς τὸ αὐτὸ σῶμα τελεῖ, ἀδελφὸς ἐγένετο, οὐ τοῦ Κυρίου αὐτοῦ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· τῶν αὐτῶν ἀπολαύει πάντων· καὶ λέγεις, “ ὑπακούετε “ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου· διὰ γὰρ τοῦτο φημὶ, εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, “ ὑποτασσόμενοι ἀλλήλοις ἐν “ φόβῳ Χριστοῦ·’’ εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι, πολλῷ μᾶλλον τὸν οἰκέτην· οὐ γὰρ δυσμένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν, καὶ εἴκειν τῷ f πλησίον· καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ φόβου καὶ τρόμου ἐδούλευον. Καὶ πάλιν—Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις τῆς γυναικὸς καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία πρόσκαιρος καὶ βραχεία· ὅπερ γὰρ ἃν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι· καὶ πάλιν πάλιν—Μὴ Μῆ γὰρ ἐπειδὴ πιστὸς εἶ, νομίσῃς ἐλεύθερος· τοῦτό ἐστιν ἐλευθερία, τὸ μᾶλλον δουλεύειν· ὁ γὰρ ἄπιστος ἃν μὲν ἴδῃ διὰ τὴν ἀπιστίαν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ, ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις. καὶ γὰρ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι. Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Μέγα ἐπιτάξας τοῖς οἰκέταις τὸ ἀδίκως πάσχοντας ὑποφέρειν, f τὸ Cod. ὅρα πόθεν αὐτοὺς παραμυθεῖται ἐκ τῆς μακροθυμίας τοῦ Χριστοῦ· ὁμοῖον οὖν ὡσεὶ λέγε οὐ λόγοις ὑμᾶς πείθω ὑποφέρειν ἀδικουμένους· αὐτόνομοι τὸν δεσπότην θεάσασθε, καὶ παραμυθίαν τοῦ πράγματος ἕξετε. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Λέγω δὴ τὸ δι’ ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον καὶ ἀνεπίληπτον ἐν λόγῳ καὶ ἔργῳ. οὐδεὶς οὖν καθαρὸς γέγονεν ἀπὸ ῥύπου· οὐδ’ εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ, ἣ μόνος αὐτὸς. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι ματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, μενοι, τῆ δικαιοσύνῃ ζήσωμεν. Σευήρου. Καὶ μάλα εἰκότως· ὁ γὰρ προσφέρων ἑαυτὸν ὑπὲρ ἁμαρτιῶν οἰκείαν μὲν ἁμαρτίαν οὐκ ἔχει, φέρει δὲ ἐν ἑαυτῷ τὰς ἐκείνων πλημμελείας, ὑπὲρ ὧν εἰς θυσίαν προσάγεται· τοῦτο δηλοῦνος λοῦντος ἐναργέστατα καὶ τοῦ τύπου τοῦ νομικοῦ· ποίαν γὰρ ἰδίαν ἁμαρτίαν εἶχεν ὁ ἀμνὸς ἢ ὁ χίμαρος, ὁ ὑπὲρ ἁμαρτιῶν θυόμενος, καὶ ἁμαρτία διὰ τοῦτο καλούμενος ; Οὗ τῷ μώλωπι ἰάθητε· ἦτε γὰρ ὡς πρόβατα πλανώμενα· νώμενα· ἀλλ’ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Εὐσεβίου. Ἐπειδὴ καὶ μώλωπας εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ του σώματος καὶ τραύματα, τυπτόμενον καὶ μαστιγούμενον καὶ τὰς ὄψεις ῥαπιζόμενον, τήν τε κεφαλὴν καλάμῳ παιόμενον· πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν· “τῷ γὰρ μώλωπι αὐτοῦ “ ἰάθημεν· τίνες δὲ ἡμεῖς, ἀλλ’ ἢ οἱ πάλαι πλανηθέντες καὶ μὴ λογισάμενοι αὐτὸν, μὴ δὲ συνιέντες τίς ποτε ἦν ; θεοδωρήτου. Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος· ὁ ἰατρὸς ἐδέξατο τὴν τιμὴν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως.