ΚΕΦ. Η. Περὶ ἀποθέσεως φαύλων πράξεων καὶ ἐπαναλήψεως τῶν ἐν πνεύματι καρπῶν κατὰ τὴν διαφορὰν τῶν χαρισμάτων. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε. Τοῦ ἁγίου Ἀθανασίου. Διὰ τοῦτο ὁ Ἀπόστολος οὐκ “ Χριστοῦ οὖν παθόντος θεότητι” ἀλλ’ “ ὑπὲρ ἡμῶν σαρκὶ,” ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Καὶ μετ’ ὀλίγα—Εἰ μὲν ἑτέρου τὸ i Cod. ἀπόνηψις. σῶμα, ἐκείνου ἃν λέγοιτο καὶ τὰ πάθη. εἰ δὲ τοῦ Λόγου ἡ σάρξ. “ ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ σάρξ ἐστι· οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι τὸ κατακριθῆναι, τὸ διψᾶν, καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστίν. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. “ βεβαπτίσμεθα γὰρ οὕτως “ εἰς τὸν αὐτοῦ θάνατον·” ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα. Σευήρου ἐκ τὴσ πρὸσ Φώτίον Ἐπιστολῆσ. Προδήλως δείκνυσι διὰ τοῦ προσδιορίσασθαι καὶ εἰπεῖν “ σαρκὶ,” ὡς ὁ αὐτὸς ἀπάθης ὑπῆρχε θεότητι καὶ οὐ συναισθανόμενος τῶν αἰκιῶν· καθὰ δὴ καὶ συναισθάνεσθαι πέφυκεν ἡ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου ψυχή. τὸ γὰρ θεῖον ἀπαθὲς, καὶ οὐδενὶ τῶν ἀλγύνειν πεφυκότων ὑποκείμένον, οὐδὲ κατά τι τῶν τῆς ἀπαθείας ἐξιστάμενον ὁρῶν· ἀλλ’ αὐτὸς τῶν παθῶν πάθος γινόμενον καὶ ἀμβλῦνον τοῦ θανάτου τὸ κέντρον, κἂν εἰ διὰ σαρκὸς παθητῆς τοῦτο συμπλέκοιτο. Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ Ἀνδρόνικον Κοινβιάρχην Ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ”—Καἰ ὡσαύτως, “ ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέ“ θάνε, δίκαιος ὑπὲρ ἀδίκων· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ “ Πνεύματι.” καὶ γὰρ κηρύξας τὸν Χριστὸν πεπονθέναι καὶ τεθανατῶσθαι σαρκὶ, σαφῶς ἔδειξεν, ὡς ὑπῆρχε καὶ αὐτὸς παθητὸς σαρκὶ καὶ ἀπαθὴς τῇ θεότητι· καὶ οὐ διαιρούμενος μετὰ τὴν ἄφραστον ἕνωσιν τῇ δυάδι τῶν φύσεων· ἀλλ’ εἷς ὢν Κύριος καὶ Χριστὸς καὶ Υἱὸς, καὶ ἓν πρόσωπον, καὶ ὑπόστασις μία, ἡ αὐτοῦ τοῦ Λόγου σεσαρκωμένη· παθόντος μὲν καὶ ἀποθανόντος ἑκουσίως, ᾧ γέγονεν ἄνθρωπος· μείναντος δὲ ἀπαθοῦς, ᾧ κατ’ οὐσίαν ὑπῆρχε πρὸ αἰώνων Θεὸς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Πνεύματι· καὶ τὸ πρὸς ἡμᾶς ὁμοούσιον καὶ ὁμοιοπαθὲς ἐν ἀληθείᾳ καὶ βουλήσει καταδεξάμενος. Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ τοὺσ ἐν Κωνσταντινουπόλει ὁρθοδόξουσ ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν “ σαρκί.” τοῦτο γὰρ οὐ κατὰ τὴν τῶν Δοκητῶν ψυχρολογίαν διαζευγνύντος ἐστὶν, ἀλλὰ καὶ μᾶλλον ἕνα καὶ ἀδιάτμητον εἰδότος, τὸν ἀτρέπτως σαρκωθέντα Λόγον μονογενῆ· καὶ γὰρ ἐπειδὴ περὶ ἀπαθοῦς κατὰ φύσιν Θεοῦ διελέγετο “ παθόντος ὑπὲρ ἡμῶν· τούτου χάριν ἀναγκαῖον ἡγήσατο τὸν προσδιορισμὸν, καὶ κατήγγειλεν αὐτὸν πεπονθέναι σαρκί. τοῦ αὐτοῦ δὲ ὄντος ἀπαθοῦς, καὶ ἑνὸς ἐξ ἀμφοῖν τοῦ Ἐμμανουὴλ, θεότητος λέγω καὶ ἀνθρωπότητος, χρειωδέστατα λίαν προσδιωρίσατο τὸν πεπονθότα, γινώσκειν μὲν ἀπαθῆ, πεπονθότα δὲ τῇ πεφυκυίᾳ πάσχειν σαρκί. Τοῦ Αὐτοῦ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, ” διὰ τοῦτο ἀναγκαῖον ὁ Πέτρος ἡγήσατο τὸν προσδιορισμὸν, εἰπὼν “ παθόντος σαρκὶ, ” ὡς περὶ ἑνὸς προσώπου, καὶ μιᾶς ὑποστάσεως, καὶ μιᾶς φύσεως τοῦ Θεοῦ Λόγου σεσαρκωμένης, διαλεγόμενος· εἰ γὰρ εἰς δύο διῄρητο, περιττὸν ἦν καὶ ἀπόπληκτον ἄγαν, καὶ ῥῆμα μεθύοντος νοῦ καὶ παραπαίοντος λογισμοῦ, τὸ τὸν παθητὸν λέγειν πεπονθότα σαρκί. ἀλλ’ ἐπείπερ ἦν Θεὸς ἀπαθὴς, καὶ δι’ ἡμᾶς ἀτρέπτως παθητὸς γενόμενος ἄνθρωπος, Χριστὸν ἡμῖν ἐκήρυξε παθητὸν σαρκί. Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτόν. ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόρρητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν· ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεικῶς μὲν ἀπάθης, παθητὸς δὲ κατὰ τὴν σάρκα. Ὅτι ὁ παθὼν ἐν σαρκὶ, πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἄγεσθαι, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Τουτέστιν ἀνθρωπίναις ἤτοι κοσμικαῖς· αἱ μὲν γὰρ κατὰ Θεὸν τῆς ψυχῆς εἰσὶ σωτηρία, κατὰ τὸ, “ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. αἱ δὲ μὴ τοιαῦται, ἀλλ’ οἷαι αἱ τῶν Ἰουδαίων, γίνονται τῆς ἐπιθυμίας, ὡς ὁ λαὸς ὁ ἐπιθυμητός n. Ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ βούλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους n ὡς ὁ λαὸς ἐπιθ. add. rec. m. in marg. ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. Σευήρου. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστι. δεῖ τῶν τοῦ ἐθνικοῦ βίου πράξεων ἀσελγῶν ἀπέχεσθαι, καὶ μὴ ἀνατρέχειν πρὸς τὰ παλαιὰ, μήτε ζηλοῦν ἐκείνους τοὺς ἐν κώμοις καὶ μέθαις ἀνεστρεφομένους. Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες. Σευήρου. Οἵ τινες ξενίζονται καὶ ἐκπλήττονται βλέποντες ὑμᾶς καθάπαξ εἰς τὸ ἀγαθὸν ἐπιστρέφοντας, καὶ μὴ συντρέχοντας αὐτοῖς “ εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν· καὶ οὐ μόνον τὸ ἀγαθὸν οὐ ζηλοῦσιν, ἀλλὰ καὶ πρὸς βλασφημίαν ἐκτρέπονται. Οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. Τινές φασιν ὅτι ζῶντας τὰς ψυχὰς ἐκάλεσε, καὶ νεκροὺς τὰ σώματα. ἀδύνατον γὰρ ψυχὴ ἐκτὸς τοῦ ἰδίου σώματος ἐλθεῖν εἰς κρίσιν· ὅμως ζῶντας ἐνταῦθα τοὺς δικαίους καλεῖ, διὰ τὸ πράξεις ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς, τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· καὶ γὰρ δικαίοις ἀλλὰ καὶ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐκηρύχθη τὸ εύαγγέλιον· ἵνα αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον κἀς ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες· καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἐξαρπάζοντες κρίσεως· ὥστε κρίνεσθαι μὲν ἐν σαρκὶ κατὰ ἀνθρώπους, τουτέστιν ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτὸν, ζῆν δὲ κατὰ Θεὸν ἐν πνεύματι. Σευήρου Ἐκ Τοῦ Κατὰ Ἀλέξανδρον. τουτέστι τῷ μέλλοντι, τῷ λόγου θᾶττον καὶ ἑτοίμως καὶ μετ’ εὐκολίας πάσης, οὐδενὸς ὄντος τοῦ ἐμποδίζοντος, πάντα γὰρ αὐτῷ γυμνὰ παραστήσεται, κρίναι δικαίους τε καὶ ἁμαρτωλούς· κρινεῖ γὰρ τότε καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὡς φησὶν αὐτὸς ὁ Σωτῆρ’, “ καὶ “ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ “ εὐωνύμων,” ζῶντας γὰρ τοὺς δικαίους καλεῖ· διὰ τὸ πράξεις L ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς, καὶ πρὸς ταύτην παρασκευάσασθαι· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· οὕτω που φησὶ καὶ ὁ προφήτης· “ προσκαλέσατε τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. τοὺς μὲν τοῦ οὐρανοῦ πράξαντας ἄξια προσαγορεύσας οὐρανὸν, γῆν δὲ ὀνομάσας τοὺς προσηλωθέντας καὶ προσπαγέντας τῇ γῇ· καὶ διὰ τοῦτο τοὺς μὲν ἄνω καλουμένους ὡς μεταρσίους καὶ ὑψηλοὺς, τοὺς δὲ βρίθοντας κάτω πάντως εἰς γῆν, καὶ διακρινομένους τοῦτον ’τον τρόπον. καὶ οὐκ ἕξουσιν ἀπολογίαν ὡς μὴ τυχόντες τῆς προσηκούσης προνοίας· “ εἰς τοῦτο γάρ,’’ φησι, “ καὶ νεκροῖς εὐηγγελίσθη,” καὶ τὰ ἑξῆς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν Πνεύματι. πάντων δὲ τὸ τέλος ἤγγικε. Νεκροὺς ἐνταῦθα καλεῖ τοὺς ἐν τοῖς ἔθνεσιν ὑπὸ τῶν κατηριθμημένων ἁμαρτιῶν νενεκρωμένους· οὓς καὶ εὔχεται ὁ Ἀπόστολος ἐπιστρέψαντας λόγον ἄμεμπτον ἀποδοῦναι “ τῷ ἑτοίμως ἔχοντι “ κρῖναι ζῶντας καὶ νεκρούς·” ζῶντας δὲ καὶ νεκροὺς πάλιν φησὶ τοὺς δικαίους καὶ ἁμαρτωλοὺς, οἷς ὁ θεῖος λόγος ἐπιδημήσας εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν· οἱ τινες ἁμαρτωλοὶ προσδεξάμενοι αὐτοῦ τὰς ἐντολὰς κρίνουσιν ἑαυτοὺς κατὰ ἀνθρωποὺς σαρκὶ, τουτέστιν ἐν τῷ ἀνθρωπίνῳ τούτῳ βίῳ τὴν ἑαυτῶν σάρκα καταδικάζουσιν ἐν νηστείαις καὶ χαμευνίαις καὶ δάκρυσι καὶ τῇ λοιπῇ κακοπαθείᾳ. ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τὸ ἀποστολικὸν λόγιον ἐνθυμούμενοι τὸ φάσκον, “ εἰ καὶ “ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ερώτησισ Τί Ἐστιν Εἰσ Τοῦτο Καὶ Νεκροῖσ Εὐηγγελίσοη, Να Κριθωσι Μεν Κατα Ανθρωπον Σαρκι, Ζωσι Δε Κατα Θεὸν Πνεύματι· Πῶσ Οἱ Νεκροὶ Σαρκὶ Κρίνονται; Ἔθος ἐστὶ τῇ γραφῇ τοὺς χρόνους μεταλλάσσειν, καὶ εἰς ἄλλους μετεκλαμβάνειν· καὶ τὸν μέλλοντα ὡς παρωχηκότα, ὡς μέλλοντα· ο καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετὰ τὸν o Leg. vid. καὶ παρωχηκ. ὡς μέλλ’. χρόνον ἐκφωνεῖν, ὡς ἐστὶ δῆλον τοῖς αὐτῆς πεπειραμένοις. φασὶν οὖν τινὲς νεκροὺς λέγειν ἐνταῦθα τὴν γραφὴν τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιίας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους, τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους, τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας, τὴν δίκην ἔτισαν, οἷς εὑηγγελίσθη, λέγει, τὸ μέγα τῆς σωτηρίας κήρυγμα· κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς· ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος καὶ εἰς ᾅδην Σωτῆρος πιστεύσαντες. ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη κριθεῖσι κατὰ ἄνθρωπον σαρκὶ, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι· ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρουμμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας· οἷς εἰκότως κατὰ ἀλήθειαν δι’ αὐτῶν τῶν ἔργων δίδοται τὸ θεῖον Εὐαγγέλιον· καὶ σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὴ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωὴν ἀποθνήσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι κατὰ τὸν θεῖον Ἀπόστολον καὶ τοὺς ἀμφ’ αὐτὸν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωὴν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται· θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες. εἴτε οὖν διατρίβειν ὁ Θεὸς ἡμᾶς βούλεται φησὶ, τοῦ καλῶς ἀγωνίζεσθαι προνοώμεθα, εἴτε ἐντεῦθεν ἤδη ἡμᾶς ἀπαλλάξαι, σκοπῶμεν περὶ τοῦ καλῶς καὶ ἱλαρῶς καὶ συνειδότι ἀγαθῷ διοδεῦσαι ἐπὶ τὸ Ἰησοῦ ἀποκείμενον τοῖς ἁγίοις τέλος· ὁ αὐτὸς γὰρ τέλος. ὥστε ἂν τοῦ ζητουμένου τέλους παρ’ Ἕλλησιν, ὅτι πότερόν ἐστιν ἡδονὴ, ἢ ἐπιστήμη, ἢ θεωρία, ἢ ἀρετὴ, ἢ ἀδια- φορία, ἣ ὁτιδήποτε λέγουσι φιλοσόφων παῖδες, ἡμᾶς εἰπεῖν ὅτι τὸ τέλος ἐστὶν ὁ Χριστός· μεταβαλὼν δὲ εἰς τὰς δυνάμεις αὐτοῦ τὸ Χριστὸς ὄνομα, ἔτι μᾶλλον ὄψει τὸ τέλος χρηματίζει τῶν μετὰ Θεὸν λόγων, καὶ ζωὴ καὶ φῶς, καὶ δικαιοσύνη, καὶ τὰ λοιπά. Σετήρου. Νεκροὺς οἶδεν ἡ θεία γραφὴ τοὺς ἁμαρτωλοὺς καὶ νενεκρωμένους τὴν ψυχὴν ταῖς ἁμαρτίαις ἀποκαλεῖν, ὡς ἔνθα Παῦλος Ἐφεσίοις ἐπιστέλλων φησὶ “ καὶ ἦμιν τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν “ ἀγαπῆν αὐτοῦ, ἣν ἀγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς “ παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. Καὶ μετ’ Καὶ πάλιν ἐκ τοῦ ἐναντίου νεκροὺς τοῖς ἱεροῖς γράμμασι προσαγορεύειν ἔθος τοὺς διὰ τῶν τῆς δικαιοσύνης ἔργων τὸ σῶμα νεκροῦντας ἀπὸ τῶν τῆς ἁμαρτίας παθῶν καὶ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς, κατὰ τὸ εἰρημένον τῇ πρὸς Ῥωμαίου Ἐπιστολῇ, “ τὸ “μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο- “ σύνην.” καὶ πάλιν, “ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Τοῦ Αὐτοῦ. Καὶ δικαίοις ἀλλὰ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐνεκηρύχθη τὸ Εὐαγγέλιον, ἵν αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον καθ’ ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες, καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἁρπάζοντες κρίσεως· ἐπεὶ καὶ “ φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. ὥστε κεκρίσθαι μὲν σαρκὶ κατὰ ἀνθρώπους, ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτῶν, ζῆν δὲ κατὰ Θεὸν πνεύματι· οὕτω γὰρ καὶ Παῦλος φησὶν, “ εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανα- “ τοῦτε ζήσεσθε. Επειδὴ ἀσεβεῖς ἦσαν οἱ προαπελθόντες, οἱ δὲ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τούτου χάριν κἀκεῖ ἐκήρυξεν ὁ Σωτῆρ’, ἴνα πιστεύσαντες καὶ αὐτοὶ τῆς ἔπι του κριτοῦ παραστάσεως, γένωνται ἄξιοι ἐν τῷ τῆς ἀναστάσεως καιρῷ, ὅτε κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξε, ζῶσιν οὖν πνεύματι ἅτε συγχωρηθέντες καὶ ἀνεθέντες τῶν δεσμῶν διὰ τῆς εἰς τὸν Ἰησοῦν πίστεως. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες. Τῶν γὰρ ἐφ’ ἡμῖν κειμένων, καὶ ὧν ἐσμὲν κύριοι, μὴ ποιεῖν τι, πάσης ἀδικίας ἔχει γραφήν. οὐ γὰρ μόνον ἐπὶ τῆς τῶν χρημάτων κτήσεως, καὶ τῶν ἔξωθεν ὑπόχρεως ἐστιν ὁ πλέον ἔχων τοῖς ἐνδεέσι τὴν χρείαν πληροῦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ φύσεως πλεονεκτημάτων καὶ τῶν τοῦ Πνεύματος δωρεῶν, οὐκ ἄν τις εἴποι τοῦ ἔχοντος ἴδιον εἶναι τοῦτο, ὅπερ ἔχει, μᾶλλον ἣ τοῦ πλησίον καὶ ἐν ἐνδείᾳ καθεστηκότος καὶ μετέχειν ὀφείλοντος· “ εἰ τις γὰρ “ διακονεῖ ὡς ἐξ ἰσχύος,” φησὶν, “ ἧς χορηγεῖ ὁ Θεὸς, καὶ τὰ ἑξῆς. Ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πάσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Τοῦ Χρυσοστόμου. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύσῃς μὴ δὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγ- ματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ μὴ δὲ δέξῃ, “ ὁ δεχόμενος ὑμὰς φησιν, ἐμὲ δέχεται ἔαν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπε- δέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τίη ἔχων οἰκογενεῖς. ἀλλ’ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι’ ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα. Ὅσα ἀπὸ φιλοξενίας εὐεργετηθῆναι συμβαίνει διδάσκει ὁ Λὼτ, ὡς μόνος τῶν ἐν Σοδόμοις κατοικούντων, διὰ τὸ ἥμερον καὶ φιλόξενον, ἠξιώθη μετὰ τῶν τέκνων διαφυγεῖν q τὴν ἀπώλειαν. q Cod. διαφυγὴν. Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροί, πρόθυμοι, οὐχ ὡς δίδοντές τι μᾶλλον, ἀλλ’ ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαι εἶτα πρὸς τοῦτο καὶ ’τον τῆς φιλοξενίας κερδανοῦσι μισθόν· δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητήτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται· μὴ ξένον r τοῦτον νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀρρωστίας σωματικάς· ἀλλ’ ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε. ΚΕΦ. Θ. Ὅτι κοινωνίᾳ τῇ πρὸς Χριστὸν κρατεῖν χρεὼν τῶν φυσικῶν παθῶν, ἐλπίδι τε τῆς εἰς αὐτὸν φέρειν τὰς παρ’ ἑτέρων βλάβας. Ἀγαπητοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γενομένη, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χάρητε ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· Κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. Διδάσκει αὐτοὺς πρὸς τοὺς ὑπὲρ τῆς πίστεως ἐγκαρτερεῖν διωγμοὺς καὶ τὰς λοιπὰς τοῦ βίου δυσκολίας. Τοῦ Ἁγίου Βασιλείου. Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα δυσχεραίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσιν. Tουτεστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Εκκλησίαν. τοῦτο γὰρ καὶ ὁ Σωτῆρ’ ἔλεγεν, “ ἐρεῖ πρῶτον τοῖς “ ἐκ δεξιῶν.” Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοῦργος, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστι- r In marg. πρόξενον sec. man. qusedam certe exciderunt. ανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ· ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ; Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ Θεοῦ κρίμα, διαβαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων Θεοῦ οἴκων ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τι χοὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ Εὐαγγελίῳ τοῦ Θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτὴν πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ, φάσκων ἄφευκτον ἀπαντήσεσθαι τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν, ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι, τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος, τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν, καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων ; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῶ σύνοιδεν, ἀλλ’ οὖν εἰδὼς ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει ἀγωνιᾷ· δύναται δὲ ἀσεβὴς εἶναι ὁ ἔξω Θεοῦ πάντη τυγχάνων· ἁμαρτωλὸς δὲ ὁ περιεχόμενος μὲν Θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς ἀσεβὴς εἴη, τὴν διαφορὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι, τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς Θεόν. Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται. Παραίνεσίς ἐστι σπουδῆς καὶ ἐπιμελείας περὶ τὸ σωθῆναι. Ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ κτιστῇ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιια. Οὐδεμίαν θλῖψιν ἔχων οὐδὲ ἱδρῶτα ὑπὲρ ἀρετῆς. Δίκαιος ὁ ἐν πράξει καθήκων, συμβαίνει δὲ τοῦτον φύσει καὶ οὐκ ἐπιστήμῃ τοῦτο ποιῶν· ἀσεβὴς ὁ τὸν ὄντα Θεὸν μὴ σέβων· ἁμαρτωλὸς δὲ ὁ περὶ τὰς πράξεις πονηρός.