ΚΕΦ. ς. Περὶ τῆς ἀνδρῶν πρὸς γυναικὸς συμπεριφορᾶς. Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Σευήου. Ἀνδρος γὰρ καὶ γυναικὸς ἡνωμένων ἁγνὴ καὶ ὁμόφρῶν φρῶν ἡ συζυγία διιππεύει πρὸς τὰς οὐρανίας πύλας θᾶττον ἣ πρὸς αἴσχη· εἰ γὰρ τῆς συναφείας, ἣν ἡ Ἐκκλησία συνῆπται Χριστῷ νυμφικῶς ἅμα καὶ μυστικῶς, εἰκόνα φέρουσιν, ἵσα τῇ Ἐκκλησίᾳ κατορθοῦν δύνανται προσευχόμενοι. Παραινέσας ὑπακοὴν ταῖς γυναιξὶ, καὶ τοῖς ἀνδράσι παραινεῖ τὴν πρὸς αὐτὰς ἔχειν μακροθυμίαν, εἰδότας ὡς ἀσθενέστερον σκεῦος τὸ τῶν γυναικῶν· καί τι ἐστιν ἀσθενέστερον· ἣ κοῦφον ἢ εὐπαράφορον, κα ταχέως εἰς μικροψυχίαν ἐρχόμενον· δεικνὺς δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν τὴν μακροθυμίαν, τῷ μὴ ἐκκόπτεσθαι τὰς προσευχάς· ευχάς· ὁ γὰρ περὶ τὴν οἰκίαν θόρυβος τῶν κατὰ Θεὸν ἔργων ἐμπόδιον. ΚΕΦ. Ζ. Περὶ τῆς πρὸς ἅπαντας ἐπιεικοῦς ἀνεξικακίας, ἧς τύπος ἡ ἐπὶ Νῶε τοῦ Θεοῦ φιλανθρωπία· ἐφ’ ἡμᾶς δὲ ἡ διὰ τοῦ βαπτίσματος τοῦ Χριστοῦ συμπάθεια. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι. Οὐκέτι κατὰ ἄνδρα καὶ γυναῖκα παραινεῖ, ἀλλὰ κοινῇ πᾶσιν ἐκτίθεται νόμον ἀγάπης, ἐξ ἧς φύεται πᾶσα ἀρετὴ, ἡ συμπάθεια, ἡ εὐσπλαγχνία, ἡ ταπεινοφροσύνη, καὶ αἱ ἄλλαι ἃς ἐφεξῆς ἐδήλωσεν. Φιλόφρονες· μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἣ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. Τί δέ ἐστι ταπεινοφροσύνη ; τὸ ἑτέρου ὀνειδίζοντος φέρειν· τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κατηγορίας· καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἃν εἴη ἀλλ’ εὐγνωμοσύνης. Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς. Τοῦ Ἁγίου Βασιλείου. Εἴτις, φησὶ, θέλει ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν ζῇ καὶ ἄλογα ζῷα, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην· “ νῦν γὰρ, φησὶν, “ ἀποθνήσκετε καὶ “ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ “ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν· οὐκοῦν ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ἡσυχίου. Ἐνταῦθα, τό τις, οὐχ ὡς ἀποροῦντος τοῦ προφήτου κεῖται, ἀλλὰ μακαρίζοντος, καὶ μᾶλλον προτρέποντος ἴσως καὶ ἀποροῦντος. οἱ γὰρ πολλοὶ οὐ θέλουσι τὴν ὄντως ζωὴν, ὑπὸ τῆς προσκαίρου δελεαζόμενοι· οὐδὲ ἰδεῖν ἀγαπῶσιν ἡμέρας ἀγαθὰς τὰς τοῦ μέλλοντος, τῇ κατὰ τὸν παρόντα βίον εὐημερίᾳ προσέχοντες. Τοῦ Ἁγίου Βασιλείου. Ὁμῶς δὲ καὶ ἡμέραι ἄλλαι εἰσιν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ προφήτης· “ τίς ἐστιν “ ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς· αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος τοῦ κόσμου μέρος ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι “ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ “ κεῖται·” τῆ φύσει τοῦ κόσμου συνεκμετρεῖται· μέρη δὲ τοῦ χρόνου τούτου αἱ ἡμέραι αὗται· διὰ τοῦτο φησὶν ὁ Ἀπόστολος “ ἐξαγο- “ ραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πόνηραι εἰσιν· οὐκοῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ ἀληθινῇ· ἄλλη δέ ἐστιν ἡ ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινες ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐτῶν φῶς αἰώνιον. Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ. Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, καὶ λόγου παντὸς ἀξίαν εἶναι φημὶ τὴν ὑφήγησιν· γέγραπται γὰρ “ ὅτι “ θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδον- “ ται τοὺς καρποὺς αὐτῆς.’ ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, “ εἰ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγω- “ γῆσαι καὶ ὅλον τὸ σῶμα. μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγχάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν. Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Τοῦ Χρυσοστόμου. Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πὼς ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾶ, τῷ τοῦ Ψεύδους δους πατρί· “ ψεύστης γάρ ἐστι,’’ καθὰ φησὶν ὁ Σωτῆρ’, “ καὶ ἐν “ τῇ ἀληθείᾳ οὐκ ἔστηκε.’’ παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἀρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια. Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Τοῦ Αὐτοῦ. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ’ ὅλως εἰς νοῦν δέξασθαι τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦται πὼς ἔννοιαι πλειστάκις· ἀλλ’ εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν οἶμαι τὸ ἔκκλινον ἀπὸ κακοῦ. Τοῦ Ἁγίου Βασιλείου. Στοιχειώδεις αἱ παραινέσεις καὶ εἰσαγωγαὶ εἰς εὐσέβειαν· ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τοῦ ἀγαθοῦ, ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ, ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα. Ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν. Τοῦ αὐτοῦ. Περὶ ταύτης τῆς εἰρήνης ὁ Κύριος ἔφη, “εἰρή- “ νῆν τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· “ οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν. διώξεις δὲ τὴν εἰρήνην οὐκ ἄλλως ἣ κατὰ σκοπὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως· ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη· ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴτε τὰ ἐπὶ τῆς γῆς. Διώκουσι τοίνυν τὸ δίκαιον· ἵν εὑρόντες ἁρπάσωσιν· οὗτοι δ’ ἃν εἰεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τουτέστι τὸν Χριστόν· εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος αὐτοὺς εἰς τοῦτο τοῦ Θεοῦ καὶ πατρὸς· Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἄξιοι γὰρ ἐπισκοπῆς οὐ τοὺς ταῖς ἁμαρτίαις ἐνεχομένους ἀλλὰ γὰρ ἤδη κεκαθαρμένους g. Ἐπεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ Θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι· ἐπιβλέπουσι δὲ ἐπὶ τοὺς δικαίους· ἀλλὰ καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν· τούτου χάριν, φησὶν, εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε. Οὐκοῦν οὐδένα καιρὸν ὁ Θεὸς τῶν δικαίων ἀφίσταται, ἀλλ’ ὅταν ἡ τοῦ δικαίου χεὶρ τὴν ἐλεημοσύνην ἐργάζηται, ἔχει τοῦ Θεοῦ τὸν ὀφθαλμὸν ἐπιβλέποντα· καὶ ὅταν ἡ γλῶσσα προσεύχηται, ἕλκει τὸ δεσποτικὸν ὠτίον πρὸς ἀκρόασιν, τοῦ Κορνηλίου τὴν εὐχὴν κερδαίνουσα, “αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου “ σαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.” g Aliquid hic deesse videtur. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Ἡσυχίου. Ἵνα ἣ μετανοοῦντας προσδέξηται, ἣ ἐπιμένοντας τιμωρήσηται. Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβήθητε, μηδὲ ταραχθῆτε. Εἰς μὲν γὰρ τὸν τῶν γάμων θεσμὸν παρανομούσας καὶ αὐτὰς ἐκβάλλειν ἐκέλευσεν ὁ Σωτῆρ’, τούτου δὲ μὴ συμβαίνοντος πάντα τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν προσέταξεν. Τοῦ χρυσοστόμου. τὸν γὰρ ἑαυτὸν μὴ ἀδικοῦντα παραβλάψαι δύναται. Δείκνυσιν ὡς οὐδὲν αὐτοὺς κατ’ ἀρετὴν οἱ ἐξ ἐθνῶν πειρασμοὶ βλάπτουσιν· ὅπουγε καὶ μακαρίους παρασκευάζουσιν ὑπομένοντας εὐχαρίστως. Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. “ Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. ὥσπερ τὸ μεγαλύνειν τὸν Θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν αὐτῷ δηλοῖ· ἀλλ’ οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν Κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαίνει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττόμεθα. εἰ γὰρ τῆς ἁγιότητος αὑτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθάπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ’ ἐν τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ τοῦ τοῦτο ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ Θεοῦ ἁγιότητος. ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται· ὅθεν εἴρηται· “ μεγαλύνει ἡ ψυχή “ μου τὸν Κύριον.” καὶ “ μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. ὡσαύτὸ τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν. ταῦτα δὲ οὐ δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ Θεὸς οὐ δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. Ἒστι μὲν προφητικὴ ἡ φωνὴ, λέγει δὲ ὡς οὐδεὶς φόβος ἔστιν h ἐκτουτουτο Cod., accentiis tantum (acutus ut videtur), notatus erat super primum u, corrector dein erasit, et circumflexum apposuit super duobus υ. ἐν ὑμῖν, ὃς δυνήσεται ἡμᾶς ἀναγκάσαι μὴ Κυρίον ὁμολογεῖν τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν, ἀλλ’ ἁγιάσετε. δεικνὺς ὡς αὐτὴ ἡ ὁμολογία ἁγιασμός ἐστι τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος. Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου· συνείδησιν ἔχοντες ἀγαθὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν λαλῶσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. Διδύμου. Δεῖ γὰρ οὕτως παρεσκευασμένους εἶναι πρὸς γνῶσιν τῆς πίστεως, ὡς ἐν παντὶ καίρῳ ἀπαιτουμένους ἧμας ’τον περ αὐτῆς λόγον εὐχερῶς ἀποκρίνεσθαι· ἀποκρινομένους δὲ πραότητα ἐπιδείκνυσθαι καὶ φόβον Θεοῦ· ὁ γὰρ τὸν περὶ τοῦ Θεοῦ λόγον λαλῶν, οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος τοῦ Θεοῦ. Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας· ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐπειδή τινες θαυμάζουσι πῶς ὁ μὲν Σωτῆρ’ ἔφη, “ μὴ μεριμνή- “ σητε πῶς ἣ τι λαλήσετε, ὁ δὲ Ἀπόστολος ἐνταῦθα “ ἕτοιμοι “ πρὸς ἀπολογίαν, οὐκ ἔστιν ἐν ἀντιλογίᾳ· ἀλλὰ τὸ μὲν περὶ μαρτυρίου εἴρηται, τὸ δὲ περὶ διδασκαλίας· ὅταν μὲν γὰρ ἐν συλλόγῳ φίλων ὁ ἀγὼν ᾖ, κελευόμεθα μὴ μεριμνᾶν· ἄτοπον γὰρ μὴ εἶναι ὃ διδάσκειν ἐπαγγελόμεθα· ὅταν δὲ δικαστήριον ᾖ φοβερὸν, καὶ δῆμοι λυττῶντες, καὶ πάντοθεν δέος, τὴν οἰκεία, ἐπηγγείλατο παρέξειν ῥοπήν· καὶ γὰρ μέγιστον ἦν, ἀνθρώπους τῶν ἰχθύων ὀλίγον κατὰ τὴν ἀφωνίαν διαφέροντας, τυράννων καθεζομένων, καὶ πάντων παρεστώτων, καὶ ξιφῶν γεγυμνωμένων, καὶ πάντων ἐκείνοις συμμαχούντων, εἰσελθεῖν δεδεμένους καὶ εἰς γῆν κύπτοντας δυνηθῆναι ῥῆξαι φωνήν· ὥστε εἰκότως οἱ μὲν τῆς θείας ἀπολαύουσι ῥοπῆς· οἱ δὲ διδάσκονται τῷ τῆς ἀμαθίας μὴ ἐκδιδόναι ἑαυτοὺς ὕπνῳ· σοφοὶ γὰρ εἶναι ὀφείλουσιν οἱ τῆς σοφία, φοιτηταί· καὶ γὰρ ἡ πράξις τότε ἐπαινετή ἐστιν, ὅταν λογισμῷ ἐπιτελῆται· τὸ γὰρ ἄνευ συνέσεως καὶ ἐξετάσεως δοκεῖν τι εἰδέναι μέμψιν φέρει· “ γνῶσις γὰρ ἀσυνέτων ἀδιεξέταστοι λόγοι. πάλιν αὐτοῖς παραινεῖ μὴ λυπεῖσθαι ἐφ’ οἷς ἀδίκως πάσχον· σιν, εἰρηκὼς δὲ, “ εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ,” παθεῖν ἡμᾶς ἐδίδαξε τὰς θλίψεις οἰκονομικῶς διὰ γυμνασίαν ἡμῶν γινομένας κατὰ συγχώρησιν Θεοῦ, καὶ εἰς τοῦτο ἐπαλείφων ἡμᾶς. πάλιν τὸν Χριστοῦ θάνατον ἐξηγεῖται καὶ τὴν ἀνάστασιν. ὅρα δὲ πῶς ἡμῖν ἐκήρυξε τὸ μυστήριον. εἰπὼν γὰρ “ θανατωθεὶς μὲν σαρκὶ, “ ζωοποιηθεὶς δὲ Πνεύματι,’’ ὅμοιον ὡσεὶ λέγοι, ἀποθανὼν μὲν ὑπὲρ τῆς κατεχομένης ἡμῶν σαρκὸς τῇ φθορᾷ· ἐγερθεὶς δὲ ὡς Θεὸς, τὴν γὰρ θεότητα διὰ τοῦ Πνεύματος ὠνόμασε “ Πνεῦμα “ γὰρ ὁ Θεὸς,’’ φησὶ τὰ θεῖα λόγια· οὐδαμοῦ γὰρ διαιρεῖ τῆς ἰδίας σαρκὸς τὸν λόγον. Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῆ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασι ποτὲ, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἢν ὀλίγαι, τουτέστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι’ ὕδατος. Κυίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἥν τινες ἀντιτίθεντες λέγουσιν· εἰ ἐπωφελὴς ᾖ ἡ ἐνανθρώπησις, τι δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων· ἰδοὺ γὰρ “ καὶ τοῖς ἐν φυλακῇ “ πνεύμασι πορευθεὶς ἐκήρυξεν ;” ἵνα λύσῃ τούτους, ὅσοι ἔμελλον· εἰ κατ’ ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοἴτησεν· οὗτοι γὰρ αὐτὸν καὶ ἐν τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν. Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ μονογενὴς ἐφώνει μετ’ ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων τοῖς ἐν δεσμοῖς, ἐξέλθετε i, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε. i ἐξέλθατε Cod. Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυξεν· ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν· ἔστι γὰρ τὰ πλείω τῆς καθ’ ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν, οὕτω καὶ διὰ τῆς εἰς ἅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν· αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς βλέπειν οὐκ ἴσχυον· ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῶ πάντας ἐλευθερῶσαι τό γε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα· καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύμενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Σευήρου. Ἀλλ’ οὐ πᾶσι τοῖς ἐκεῖσε κατεχομένοις, ἀλλὰ μόνοις τοῖς πιστεύσασι καὶ ἐπεγνώκοσιν αὐτὸν τὴν ἄφεσιν ἐδωρήσατο. ἐπέγνωσαν δὲ αὐτὸν οἱ δι’ ἀγαθῶν ἔργων τῆς κακίας ἑαυτοὺς ἐκκαθάραντες, καθ’ ὃν ἐν σαρκὶ χρόνον ἐβίωσαν· πάντες γὰρ καὶ οἱ δικαίως πολιτευσάμενοι, πρὶν ἐπιφανῆναι τοῖς καταχθονίοις Χριστὸν, ὑπὸ τῶν δεσμῶν τοῦ θανάτου κατείχοντο, καὶ τὴν αὐτοῦ κἀκεῖσε παρουσίαν ἀνέμενον, ἀποκεκλεισμένης αὐτοῖς τῆς ἐπὶ τὸν παράδεισον ὁδοῦ διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως· ὅτι δὲ οὐ πάντες οἱ ἐν τοῖς ὑποχθονίοις ὄντες ἀπώναντο τῆς ἐκεῖσε Χριστοῦ καταβάσεως, ἀλλ’ οἱ πεπιστευκότες μόνον, δηλοῖ μὲν Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ, προτείνας ἐν ἐπαπορήσει k τὴν πρότασιν, ὡς ἀξίαν ζητήσεως, τῇ ἐπαγωγῇ δὲ δοὺς τὴν τοῦ ἀληθοῦς ἐπικράτειαν· ἔφη γὰρ οὕτως· “ κἂν εἰς ᾅδου κατίῃ, “ συγκάτελθε· γνῶθι καὶ τὰ ἐκεῖ μυστήρια, τίς ἡ οἰκονομία τῆς “ διπλῆς καταβάσεως, τίς ὁ λόγος. ἁπλῶς σώζει πάντας ἐπι- “ φανεὶς, ἣ κἀκεῖ τοὺς πιστεύοντας.” Ἰγνάτιος δὲ ὁ θεόφορος καὶ μάρτυς οὕτω φησί· “ πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς k Sic, “ αὐτοῦ, οὗ καὶ προφῆται, μαθηταὶ ὄντες τῷ Πνεύματι, ὡς διδάσκα“ λον αὐτὸν προσεδόκων· καὶ διὰ τοῦτο ὃν δικαίως ἀνέμενον, παρὼν “ ἤγειρεν αὐτοὺς ἐκ νεκρῶν.ž” Καὶ μετ’ ὀλίγα—l Καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐφάνη Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν· οὕτω καὶ διὰ τῆς εἰς ᾅδου καταβάσεως, τοὺς πιστεύσαντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν. αἱ γὰρ τῶν εἰδωλολατρίαις καὶ κώμοις καὶ μέθαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἷον ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς οὐκ ἰσχύουσιν· ἵνα πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι τόγε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα, καὶ μετὰ τοῦ φιλανθρώπου τὸ δίκαιον ἐνδεικνύμενον· ἵν οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τῶν ὅλων Θεὸν ἄπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Ἀμμωνίου. Ἠρώτησέ με ὁ σχολαστικὸς Καισάριος, εἰ κατελθόντος εἰς ᾅδου Ἰησοῦ τοῦ Θεοῦ Λόγου, πασῶν τῶν ψυχῶν ἐλύθη τὰ δεσμά; καὶ εἶπον, ναί. εἶτα οὖν φησι. καὶ ὁ Ἰούδας λελυμένος ἦν ; καὶ εἶπον, καὶ πάνυ. οὐ γὰρ οἷόν τε ἦν, τοῦ παμβασιλέως παρόντος, τὸν τύραννον καὶ αὐτὸν χειρωθέντα, λέγω δὴ τὸν θάνατον, ἔτι τοὺς αἰχμαλώτους κατέχειν. τί οὖν ὁ Κύριος ἐποίησέ, φησιν; ἐκήρυξεν ὡς ἐπὶ γῆς, καὶ τοῖς ἐν ᾅδου πᾶσι, τὴν εἰς αἰώνιον σωτηρίαν ἄγουσαν ὁδὸν, ὥστε πιστεύειν εἰς τὸν Πατέρα καὶ εἰς αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ ἀποθανόντα ὑπὲρ ἡμᾶν, καὶ κατελθόντα εἰς ᾅδου, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ τοὺς μὲν πιστεύσαντας ἀνήγαγε σὺν ἑαυτῷ· τοὺς δὲ ἀπιστήσαντας εἴασε κάτω πάλιν ἐν τῇ πρώτῃ καταστάσει· εἶτα πάλιν εἶπε μοι. καὶ πῶς οἷόν τε ἦν τοὺς ἐν ᾅδου διὰ μετανοίας ἐλευθερωθῆναι, “ ἐν δὲ “ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;” ἣ τάχα ἡ ἐξομολόγησις ἐπὶ τῶν μεταμελομένων ἐφ’ οἷς ἔπραξαν, καὶ ἐξομολογουμένων τὰ ἴδια πλημμελήματα χώραν ἔχει, ὅπερ τότε οὐ γέγονε· ψιλὴ γὰρ πίστις ἔσωσε τοὺς ἐν ᾅδῃ πιστεύσαντας. καὶ ἔστι μὲν σαφὲς ἀνάγνωσμα ἐν ταῖς Καθολικαῖς, ὅτι ἐκήρυξεν ἐν ᾅδου τοῖς ἀπειθήσασιν 1 Quœæ seq. usq. ad v. διαβιώσαντες jam allata fuere anonvnio auct.p.67,5. ἀνθρώποις, ἐκήρυξε δὲ οὐχὶ μάτην, ἀλλ’ ἵνα τοὺς πιστεύσαντας τῷ κηρύγματι λυτρώσηται· ὥσπερ καὶ ἐπὶ τῆς γῆς ὣν, τοὺς πιστεύσαντας ἠλευθέρου τῶν προτέρων ἁμαρτημάτων διὰ τῆς θείας ἀναγεννήσεως, ἐπὶ τὸ ἀρχέτυπον αὐτοὺς ἀναστοιχειῶν. εἶτα πάλιν είπε μοι. καὶ τῷ Ἰούδα ἐκήρυξε, καὶ ἔδωκεν αὐτῷ ἄδειαν τοῦ ἐκ μετανοίας συναναβῆναι αὐτῷ ; καὶ εἰπον· οὐ νομίζω. καὶ γὰρ περιττὸν ἦν τῷ εἰδότι κηρύξαι, ὅπουγε καὶ τοῖς μέλλουσι βαπτίζεσθαι προσάπαξ αἱ μυσταγωγικαὶ κατηχήσεις γίνονται· ὁ δὲ Ἰούδας οὐ μόνον ὅτε κατηχήθη τὸ μυστήριον καὶ κατεδέξατο, ἀλλὰ καὶ ἄλλοις αὐτὸς ἐκήρυξε, καὶ θείας χάριτος ἠξιώθη, ὥστε καὶ δαίμονας ἐκβάλλειν καὶ ἰάσεις ποιεῖν· ὕστερον δὲ διὰ τοῦ αὐτεξουσίου τῆς ἑαυτοῦ γνώμης μετατραπεὶς ἐξώκειλεν· ὃς οὐδὲ ἐλεγχθεὶς παρὰ τοῦ Κυρίου, ὅτι σύ με ἔχεις παραδοῦναι, ᾐσχύνθη, οὔτε νιπτόμενος τοὺς πόδας μετὰ τῶν ἕνδεκα παρὰ τοῦ Ἰησοῦ, ἐπὶ τῷ ἐλεγμῷ διετράπη, ἀλλ’ ἔμεινε τῷ ἑαυτοῦ σκοπῷ. καὶ μή μοι τὶς εἴπῃ, ὅτι ἄκων ἔπραξε τὸ κακόν· τοῦτο γὰρ οὐδεὶς Χριστιανῶν λέγειν ἀνέχεται· τάχα δὲ οὐδὲ ἄλλης θρησκείας ἄνθρωπος. ἀλλ’ οὔτε αὐτὸς ὁ Ἰούδας τοῦ πταίσματος τὴν αἰτίαν εἰς ἄλλον ἀνήγαγεν, ἀλλ’ εἰς ἑαυτόν. ἀμέλει γοῦν ὕστερον συνεωρακὼς τὸ πταῖσμα, ὃ ἐποίησεν, ἑαυτὸν ἐτιμωρήσατο καὶ ἀπήγξατο· καὶ ἐν τούτῳ δεικνὺς τὸ φονικὸν ἑαυτοῦ τῆς ψυχῆς κίνημα· οὐ γὰρ ἠρκέσθη ὅτι ἐφόνευσε τὸν Κύριον, ἀλλὰ καὶ ἑαυτὸν ἀνεῖλεν· οὐ φόνῳ τὸν φόνον ἐξιλεούμενος· ᾔδει γὰρ ὅτι ὁ ἑαυτὸν φονεύων τιμωρεῖται ὡς ὁ ἄλλον φονεύων· ἀλλὰ μεστὸς ὢν ὑποψίας, καὶ μὴ ἀνεχόμενος ὀνειδισθῆναι ὡς προδότης, ἀγχόνῃ ἐχρήσατο. οὐκ ἠγνόει γὰρ ὅτι ἐπίμονος μετάνοια τὸν Θεὸν δυσωπεῖ, ἀλλ’ ὡς ὑπερόπτης οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, ὅπερ ποιήσας καὶ Παῦλος ὁ τὸν Στέφανον φονεύσας δυνάμει ἠλεήθη· καὶ Πέτρος ὁ ἀρνησάμενος τὸν Χριστὸν, καὶ διὰ μετανοίας καὶ δακρύων συγχωρηθείς. Διδάξας ἡμᾶς ὡς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Χριστὸς, διδάσκει ὅτι καὶ τὴν εἰς ᾅδου πορείαν πεποίηται, τὰς τῶν πάλαι τεθνηκότων ψυχὰς ἀνάξων ἐκεῖθεν· εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, ἐξέλθετε· καὶ ὡς ὁ Εὐαγγελίστης ἔφη, “ πολλὰ σώματα τῶν “ κεκοιμημένων ἁγίων ἀναστάντα εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, “ καὶ ἐνεφανίσθησαν πολλοῖς.· διὸ καὶ ὁ Παῦλος κηρύττων Χριστὸν οὕτω φησὶν, “ ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς “ ὑπεράνω τῶν οὐρανῶν, ινα πληρώσῃ τὰ πάντα.” Ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν. Τουτέστιν οὐ τύπος ἦν ἐκεῖνο τὸ ὕδωρ. ὥσπερ γὰρ ἐκεῖνο τοὺς μὲν πονηροὺς ἐκόλασε, τοὺς δὲ ἀγαθοὺς διεφύλαξεν, οὕτω καὶ τοῦτο, τοὺς μὲν πονηροὺς ἀποπνίγει δαίμονας· σώζει δὲ τοὺς προσιόντας αὐτῷ. δείκνυσι δὲ καὶ πόσον εἰς δύναμιν τὸ βάπτισμα· ὅπουγε ψυχῆς ἁμαρτημάτων ἐστὶν ἀπόνιψις· καὶ πῶς αὐτοῦ δεόμεθα διδάσκει· πῶς δὲ, ἣ ὁμολογοῦντες τὴν ἀνάστασιν τοῦ Κυρίου ; Δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς τὸν οὐρανὸν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων. Ὅρα πάλιν ὡς σαφῶς ἡμῖν τὴν οἰκονομίαν ἐκτίθεται, μνημονεύσας γὰρ θανάτου καὶ ἀναστάσεως, καὶ τῆς εἰς οὐρανὸν ἀνόδου μέμνηται· καὶ ὃς ἐστὶν ἐν δεξιᾷ τοῦ Πατρός· ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν παθεῖν καὶ ἀπωλεσαί τι τῆς δόξης, ἀκούσας γενόμενον ἄνθρωπον καὶ ἀποθανόντα, τούτου χάριν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν λέγει· καὶ ὡς πᾶσα αὐτὸν ἡ τῶν ἄνω πληθὺς προσκυνεῖ· τὸ δὲ “ ὑποτα- “ γέντων” πάλιν διὰ τὴν οἰκονομίαν εἴρηται.