ΚΕΦ. Ε. Περὶ ὑπακοῆς γυναικῶν, καὶ ὁμονοίας τῆς πρὸς τοὺς ἄνδρας, ἐπὶ σωτηρίᾳ τῇ ἐν πνεύματι εἰς τύπον Σάρρας. Ὁμοίως αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴτινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἣ ἐνδύσεως ἱματίων κόσμος· ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελὲς. Εὐσεβίου. Δύο ταῦτα ταῖς γυναιξὶ παραινεῖ, τό τε τοῖς ἀνδράσιν ὑπακούειν, καὶ καλλωπισμοῦ καὶ περιεργίας ἀλλοτρίας γίνεσθαι· ὡς ὅγε ὁ ἔξωθεν κόσμος οὐδὲ κόσμος ἐστιν, ἀλλὰ περιττότης· κόσμος δὲ ἁρμόδιος γυναικὶ ἡ πρὸς τὸν ἄνδρα ὑπακοή· καὶ ὅτι ἀληθὴς ὁ λόγος ἐκ παραδειγμάτων πιστοῦται ἐκ τῶν ἁγίων γυναίκων, ἐκ τῆς Σάρρας αὐτῆς· ἧς τέκνα αὐτῆς γενέσθαι· ὥσπερ γὰρ οἱ μιμούμενοι τὴν πίστιν τοῦ Ἁβραὰμ, πατέρα τὸν Ἁβραὰμ ἐπιγράφονται, οὕτως αἱ μιμούμεναι τὴν ὑπακοὴν τῆς Σάρρας αὐτῆς θυγάτερας ἀναγράφονται. Οὕτω γὰρ ποτὲ καὶ αἱ ἅγιαι γυναῖκες, αἱ ἐλπίζουσαι εἰς τὸν Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα· ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Προτρέπεται τὰς γυναῖκας μιμεῖσθαι τὰς ἁγίας, καὶ μάλιστα τὴν Σάρραν· πείθων αὐτὰς οὕτω τοῖς ἀνδράσιν ὑποτάττεσθαι ὡς ἐκείνη τῷ Ἀβραὰμ, ἧς καὶ τέκνα αὐτῆς γεγονέναι φησὶ, διὰ τὸ ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ, καὶ ἔχων αὐτοῦ τὴν πίστιν, τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ ἀγαθὰ πράττουσαι πισταὶ γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ ἀλληγορίαν σκόπει πῶς τις γίνεται τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνον· κατὰ τὸν Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. εἶτα ἀγαγὼν αὐτὰς εἰς τὰς δύο διαθήκας, μεθ’ ἕτερά φησι κατὰ πνεῦμα γεγενῆσθαι, ἐλευθέραν εἰπὼν τὴν ἄνω Ἱερουσαλὴμ συνᾴδει τοῦτο· “ἐμρλέψατε ἐμβλέψατε εἰς Ἀβρὰμ τὸν πατέρα ὑμῖν, καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς. οὐ γὰρ δυνατὸν εἰς ἐκείνους ἀναφέρεσθαι ταῦτα· πῶς γὰρ ἔτι ὠδίνει τοὺς κατὰ τὸν καιρὸν τοῦ προφήτου, ἡ πρὸ πολλῶν γενεῶν ὀφειλόμενον τῆ φύσει θάνατον ἀναδεξαμένη; ὅθεν ἐκληπτέον ταῦτα εἰς τὴν μητέρα τῶν κατὰ πνεῦμα γεννωμένων τὴν ἄνω Ἱερουσαλὴμ, ἃς προετρέψατο γυναῖκας δι’ ἀγαθοεργίας μητέρα ἔχειν τὴν Σάρραν· εἶτα “τὸ δὲ τέλος” φησὶ, “πάντες ὁμόφρονες, συμπαθεῖς· ἐὰν γὰρ συμπάσχωμεν, οὐ πάσχομεν· ἡ γὰρ ἀγάπη κοινοποιεῖ τὰ πάθη. ΚΕΦ. ς. Περὶ τῆς ἀνδρῶν πρὸς γυναικὸς συμπεριφορᾶς. Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Σευήου. Ἀνδρος γὰρ καὶ γυναικὸς ἡνωμένων ἁγνὴ καὶ ὁμόφρῶν φρῶν ἡ συζυγία διιππεύει πρὸς τὰς οὐρανίας πύλας θᾶττον ἣ πρὸς αἴσχη· εἰ γὰρ τῆς συναφείας, ἣν ἡ Ἐκκλησία συνῆπται Χριστῷ νυμφικῶς ἅμα καὶ μυστικῶς, εἰκόνα φέρουσιν, ἵσα τῇ Ἐκκλησίᾳ κατορθοῦν δύνανται προσευχόμενοι. Παραινέσας ὑπακοὴν ταῖς γυναιξὶ, καὶ τοῖς ἀνδράσι παραινεῖ τὴν πρὸς αὐτὰς ἔχειν μακροθυμίαν, εἰδότας ὡς ἀσθενέστερον σκεῦος τὸ τῶν γυναικῶν· καί τι ἐστιν ἀσθενέστερον· ἣ κοῦφον ἢ εὐπαράφορον, κα ταχέως εἰς μικροψυχίαν ἐρχόμενον· δεικνὺς δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν τὴν μακροθυμίαν, τῷ μὴ ἐκκόπτεσθαι τὰς προσευχάς· ευχάς· ὁ γὰρ περὶ τὴν οἰκίαν θόρυβος τῶν κατὰ Θεὸν ἔργων ἐμπόδιον. ΚΕΦ. Ζ. Περὶ τῆς πρὸς ἅπαντας ἐπιεικοῦς ἀνεξικακίας, ἧς τύπος ἡ ἐπὶ Νῶε τοῦ Θεοῦ φιλανθρωπία· ἐφ’ ἡμᾶς δὲ ἡ διὰ τοῦ βαπτίσματος τοῦ Χριστοῦ συμπάθεια. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι. Οὐκέτι κατὰ ἄνδρα καὶ γυναῖκα παραινεῖ, ἀλλὰ κοινῇ πᾶσιν ἐκτίθεται νόμον ἀγάπης, ἐξ ἧς φύεται πᾶσα ἀρετὴ, ἡ συμπάθεια, ἡ εὐσπλαγχνία, ἡ ταπεινοφροσύνη, καὶ αἱ ἄλλαι ἃς ἐφεξῆς ἐδήλωσεν. Φιλόφρονες· μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἣ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. Τί δέ ἐστι ταπεινοφροσύνη ; τὸ ἑτέρου ὀνειδίζοντος φέρειν· τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κατηγορίας· καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἃν εἴη ἀλλ’ εὐγνωμοσύνης. Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς. Τοῦ Ἁγίου Βασιλείου. Εἴτις, φησὶ, θέλει ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν ζῇ καὶ ἄλογα ζῷα, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην· “ νῦν γὰρ, φησὶν, “ ἀποθνήσκετε καὶ “ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ “ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν· οὐκοῦν ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ἡσυχίου. Ἐνταῦθα, τό τις, οὐχ ὡς ἀποροῦντος τοῦ προφήτου κεῖται, ἀλλὰ μακαρίζοντος, καὶ μᾶλλον προτρέποντος ἴσως καὶ ἀποροῦντος. οἱ γὰρ πολλοὶ οὐ θέλουσι τὴν ὄντως ζωὴν, ὑπὸ τῆς προσκαίρου δελεαζόμενοι· οὐδὲ ἰδεῖν ἀγαπῶσιν ἡμέρας ἀγαθὰς τὰς τοῦ μέλλοντος, τῇ κατὰ τὸν παρόντα βίον εὐημερίᾳ προσέχοντες. Τοῦ Ἁγίου Βασιλείου. Ὁμῶς δὲ καὶ ἡμέραι ἄλλαι εἰσιν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ προφήτης· “ τίς ἐστιν “ ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς· αἱ γὰρ τοῦ αἰῶνος τούτου ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος τοῦ κόσμου μέρος ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι “ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ “ κεῖται·” τῆ φύσει τοῦ κόσμου συνεκμετρεῖται· μέρη δὲ τοῦ χρόνου τούτου αἱ ἡμέραι αὗται· διὰ τοῦτο φησὶν ὁ Ἀπόστολος “ ἐξαγο- “ ραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πόνηραι εἰσιν· οὐκοῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ ἀληθινῇ· ἄλλη δέ ἐστιν ἡ ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινες ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐτῶν φῶς αἰώνιον. Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ. Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, καὶ λόγου παντὸς ἀξίαν εἶναι φημὶ τὴν ὑφήγησιν· γέγραπται γὰρ “ ὅτι “ θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδον- “ ται τοὺς καρποὺς αὐτῆς.’ ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, “ εἰ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγω- “ γῆσαι καὶ ὅλον τὸ σῶμα. μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγχάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν. Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Τοῦ Χρυσοστόμου. Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πὼς ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾶ, τῷ τοῦ Ψεύδους δους πατρί· “ ψεύστης γάρ ἐστι,’’ καθὰ φησὶν ὁ Σωτῆρ’, “ καὶ ἐν “ τῇ ἀληθείᾳ οὐκ ἔστηκε.’’ παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἀρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια. Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν. Τοῦ Αὐτοῦ. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ’ ὅλως εἰς νοῦν δέξασθαι τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦται πὼς ἔννοιαι πλειστάκις· ἀλλ’ εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν οἶμαι τὸ ἔκκλινον ἀπὸ κακοῦ. Τοῦ Ἁγίου Βασιλείου. Στοιχειώδεις αἱ παραινέσεις καὶ εἰσαγωγαὶ εἰς εὐσέβειαν· ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ κακὸν φορᾶς, καὶ οἱονεὶ ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τοῦ ἀγαθοῦ, ἀποστάντα πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ, ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα. Ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν. Τοῦ αὐτοῦ. Περὶ ταύτης τῆς εἰρήνης ὁ Κύριος ἔφη, “εἰρή- “ νῆν τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· “ οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν. διώξεις δὲ τὴν εἰρήνην οὐκ ἄλλως ἣ κατὰ σκοπὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως· ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη· ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴτε τὰ ἐπὶ τῆς γῆς. Διώκουσι τοίνυν τὸ δίκαιον· ἵν εὑρόντες ἁρπάσωσιν· οὗτοι δ’ ἃν εἰεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τουτέστι τὸν Χριστόν· εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος αὐτοὺς εἰς τοῦτο τοῦ Θεοῦ καὶ πατρὸς· Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἄξιοι γὰρ ἐπισκοπῆς οὐ τοὺς ταῖς ἁμαρτίαις ἐνεχομένους ἀλλὰ γὰρ ἤδη κεκαθαρμένους g. Ἐπεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ Θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι· ἐπιβλέπουσι δὲ ἐπὶ τοὺς δικαίους· ἀλλὰ καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν· τούτου χάριν, φησὶν, εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε. Οὐκοῦν οὐδένα καιρὸν ὁ Θεὸς τῶν δικαίων ἀφίσταται, ἀλλ’ ὅταν ἡ τοῦ δικαίου χεὶρ τὴν ἐλεημοσύνην ἐργάζηται, ἔχει τοῦ Θεοῦ τὸν ὀφθαλμὸν ἐπιβλέποντα· καὶ ὅταν ἡ γλῶσσα προσεύχηται, ἕλκει τὸ δεσποτικὸν ὠτίον πρὸς ἀκρόασιν, τοῦ Κορνηλίου τὴν εὐχὴν κερδαίνουσα, “αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου “ σαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.” g Aliquid hic deesse videtur. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Ἡσυχίου. Ἵνα ἣ μετανοοῦντας προσδέξηται, ἣ ἐπιμένοντας τιμωρήσηται. Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβήθητε, μηδὲ ταραχθῆτε. Εἰς μὲν γὰρ τὸν τῶν γάμων θεσμὸν παρανομούσας καὶ αὐτὰς ἐκβάλλειν ἐκέλευσεν ὁ Σωτῆρ’, τούτου δὲ μὴ συμβαίνοντος πάντα τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν προσέταξεν. Τοῦ χρυσοστόμου. τὸν γὰρ ἑαυτὸν μὴ ἀδικοῦντα παραβλάψαι δύναται. Δείκνυσιν ὡς οὐδὲν αὐτοὺς κατ’ ἀρετὴν οἱ ἐξ ἐθνῶν πειρασμοὶ βλάπτουσιν· ὅπουγε καὶ μακαρίους παρασκευάζουσιν ὑπομένοντας εὐχαρίστως. Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. “ Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. ὥσπερ τὸ μεγαλύνειν τὸν Θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν αὐτῷ δηλοῖ· ἀλλ’ οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν Κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαίνει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττόμεθα. εἰ γὰρ τῆς ἁγιότητος αὑτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθάπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ’ ἐν τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ τοῦ τοῦτο ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ Θεοῦ ἁγιότητος. ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται· ὅθεν εἴρηται· “ μεγαλύνει ἡ ψυχή “ μου τὸν Κύριον.” καὶ “ μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. ὡσαύτὸ τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν. ταῦτα δὲ οὐ δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ Θεὸς οὐ δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά. Ἒστι μὲν προφητικὴ ἡ φωνὴ, λέγει δὲ ὡς οὐδεὶς φόβος ἔστιν h ἐκτουτουτο Cod., accentiis tantum (acutus ut videtur), notatus erat super primum u, corrector dein erasit, et circumflexum apposuit super duobus υ. ἐν ὑμῖν, ὃς δυνήσεται ἡμᾶς ἀναγκάσαι μὴ Κυρίον ὁμολογεῖν τὸν Χριστὸν ἐν ταῖς καρδίαις ὑμῶν, ἀλλ’ ἁγιάσετε. δεικνὺς ὡς αὐτὴ ἡ ὁμολογία ἁγιασμός ἐστι τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος. Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου· συνείδησιν ἔχοντες ἀγαθὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν λαλῶσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. Διδύμου. Δεῖ γὰρ οὕτως παρεσκευασμένους εἶναι πρὸς γνῶσιν τῆς πίστεως, ὡς ἐν παντὶ καίρῳ ἀπαιτουμένους ἧμας ’τον περ αὐτῆς λόγον εὐχερῶς ἀποκρίνεσθαι· ἀποκρινομένους δὲ πραότητα ἐπιδείκνυσθαι καὶ φόβον Θεοῦ· ὁ γὰρ τὸν περὶ τοῦ Θεοῦ λόγον λαλῶν, οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος τοῦ Θεοῦ. Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας· ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐπειδή τινες θαυμάζουσι πῶς ὁ μὲν Σωτῆρ’ ἔφη, “ μὴ μεριμνή- “ σητε πῶς ἣ τι λαλήσετε, ὁ δὲ Ἀπόστολος ἐνταῦθα “ ἕτοιμοι “ πρὸς ἀπολογίαν, οὐκ ἔστιν ἐν ἀντιλογίᾳ· ἀλλὰ τὸ μὲν περὶ μαρτυρίου εἴρηται, τὸ δὲ περὶ διδασκαλίας· ὅταν μὲν γὰρ ἐν συλλόγῳ φίλων ὁ ἀγὼν ᾖ, κελευόμεθα μὴ μεριμνᾶν· ἄτοπον γὰρ μὴ εἶναι ὃ διδάσκειν ἐπαγγελόμεθα· ὅταν δὲ δικαστήριον ᾖ φοβερὸν, καὶ δῆμοι λυττῶντες, καὶ πάντοθεν δέος, τὴν οἰκεία, ἐπηγγείλατο παρέξειν ῥοπήν· καὶ γὰρ μέγιστον ἦν, ἀνθρώπους τῶν ἰχθύων ὀλίγον κατὰ τὴν ἀφωνίαν διαφέροντας, τυράννων καθεζομένων, καὶ πάντων παρεστώτων, καὶ ξιφῶν γεγυμνωμένων, καὶ πάντων ἐκείνοις συμμαχούντων, εἰσελθεῖν δεδεμένους καὶ εἰς γῆν κύπτοντας δυνηθῆναι ῥῆξαι φωνήν· ὥστε εἰκότως οἱ μὲν τῆς θείας ἀπολαύουσι ῥοπῆς· οἱ δὲ διδάσκονται τῷ τῆς ἀμαθίας μὴ ἐκδιδόναι ἑαυτοὺς ὕπνῳ· σοφοὶ γὰρ εἶναι ὀφείλουσιν οἱ τῆς σοφία, φοιτηταί· καὶ γὰρ ἡ πράξις τότε ἐπαινετή ἐστιν, ὅταν λογισμῷ ἐπιτελῆται· τὸ γὰρ ἄνευ συνέσεως καὶ ἐξετάσεως δοκεῖν τι εἰδέναι μέμψιν φέρει· “ γνῶσις γὰρ ἀσυνέτων ἀδιεξέταστοι λόγοι. πάλιν αὐτοῖς παραινεῖ μὴ λυπεῖσθαι ἐφ’ οἷς ἀδίκως πάσχον· σιν, εἰρηκὼς δὲ, “ εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ,” παθεῖν ἡμᾶς ἐδίδαξε τὰς θλίψεις οἰκονομικῶς διὰ γυμνασίαν ἡμῶν γινομένας κατὰ συγχώρησιν Θεοῦ, καὶ εἰς τοῦτο ἐπαλείφων ἡμᾶς. πάλιν τὸν Χριστοῦ θάνατον ἐξηγεῖται καὶ τὴν ἀνάστασιν. ὅρα δὲ πῶς ἡμῖν ἐκήρυξε τὸ μυστήριον. εἰπὼν γὰρ “ θανατωθεὶς μὲν σαρκὶ, “ ζωοποιηθεὶς δὲ Πνεύματι,’’ ὅμοιον ὡσεὶ λέγοι, ἀποθανὼν μὲν ὑπὲρ τῆς κατεχομένης ἡμῶν σαρκὸς τῇ φθορᾷ· ἐγερθεὶς δὲ ὡς Θεὸς, τὴν γὰρ θεότητα διὰ τοῦ Πνεύματος ὠνόμασε “ Πνεῦμα “ γὰρ ὁ Θεὸς,’’ φησὶ τὰ θεῖα λόγια· οὐδαμοῦ γὰρ διαιρεῖ τῆς ἰδίας σαρκὸς τὸν λόγον. Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῆ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασι ποτὲ, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἢν ὀλίγαι, τουτέστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι’ ὕδατος. Κυίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἥν τινες ἀντιτίθεντες λέγουσιν· εἰ ἐπωφελὴς ᾖ ἡ ἐνανθρώπησις, τι δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων· ἰδοὺ γὰρ “ καὶ τοῖς ἐν φυλακῇ “ πνεύμασι πορευθεὶς ἐκήρυξεν ;” ἵνα λύσῃ τούτους, ὅσοι ἔμελλον· εἰ κατ’ ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοἴτησεν· οὗτοι γὰρ αὐτὸν καὶ ἐν τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν. Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ μονογενὴς ἐφώνει μετ’ ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων τοῖς ἐν δεσμοῖς, ἐξέλθετε i, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε. i ἐξέλθατε Cod. Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυξεν· ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν· ἔστι γὰρ τὰ πλείω τῆς καθ’ ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν, οὕτω καὶ διὰ τῆς εἰς ἅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν· αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς βλέπειν οὐκ ἴσχυον· ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῶ πάντας ἐλευθερῶσαι τό γε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα· καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύμενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Σευήρου. Ἀλλ’ οὐ πᾶσι τοῖς ἐκεῖσε κατεχομένοις, ἀλλὰ μόνοις τοῖς πιστεύσασι καὶ ἐπεγνώκοσιν αὐτὸν τὴν ἄφεσιν ἐδωρήσατο. ἐπέγνωσαν δὲ αὐτὸν οἱ δι’ ἀγαθῶν ἔργων τῆς κακίας ἑαυτοὺς ἐκκαθάραντες, καθ’ ὃν ἐν σαρκὶ χρόνον ἐβίωσαν· πάντες γὰρ καὶ οἱ δικαίως πολιτευσάμενοι, πρὶν ἐπιφανῆναι τοῖς καταχθονίοις Χριστὸν, ὑπὸ τῶν δεσμῶν τοῦ θανάτου κατείχοντο, καὶ τὴν αὐτοῦ κἀκεῖσε παρουσίαν ἀνέμενον, ἀποκεκλεισμένης αὐτοῖς τῆς ἐπὶ τὸν παράδεισον ὁδοῦ διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως· ὅτι δὲ οὐ πάντες οἱ ἐν τοῖς ὑποχθονίοις ὄντες ἀπώναντο τῆς ἐκεῖσε Χριστοῦ καταβάσεως, ἀλλ’ οἱ πεπιστευκότες μόνον, δηλοῖ μὲν Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ, προτείνας ἐν ἐπαπορήσει k τὴν πρότασιν, ὡς ἀξίαν ζητήσεως, τῇ ἐπαγωγῇ δὲ δοὺς τὴν τοῦ ἀληθοῦς ἐπικράτειαν· ἔφη γὰρ οὕτως· “ κἂν εἰς ᾅδου κατίῃ, “ συγκάτελθε· γνῶθι καὶ τὰ ἐκεῖ μυστήρια, τίς ἡ οἰκονομία τῆς “ διπλῆς καταβάσεως, τίς ὁ λόγος. ἁπλῶς σώζει πάντας ἐπι- “ φανεὶς, ἣ κἀκεῖ τοὺς πιστεύοντας.” Ἰγνάτιος δὲ ὁ θεόφορος καὶ μάρτυς οὕτω φησί· “ πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς k Sic, “ αὐτοῦ, οὗ καὶ προφῆται, μαθηταὶ ὄντες τῷ Πνεύματι, ὡς διδάσκα“ λον αὐτὸν προσεδόκων· καὶ διὰ τοῦτο ὃν δικαίως ἀνέμενον, παρὼν “ ἤγειρεν αὐτοὺς ἐκ νεκρῶν.ž” Καὶ μετ’ ὀλίγα—l Καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐφάνη Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν· οὕτω καὶ διὰ τῆς εἰς ᾅδου καταβάσεως, τοὺς πιστεύσαντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν. αἱ γὰρ τῶν εἰδωλολατρίαις καὶ κώμοις καὶ μέθαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἷον ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς οὐκ ἰσχύουσιν· ἵνα πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῷ πάντας ἐλευθερῶσαι τόγε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα, καὶ μετὰ τοῦ φιλανθρώπου τὸ δίκαιον ἐνδεικνύμενον· ἵν οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τῶν ὅλων Θεὸν ἄπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες. Ἀμμωνίου. Ἠρώτησέ με ὁ σχολαστικὸς Καισάριος, εἰ κατελθόντος εἰς ᾅδου Ἰησοῦ τοῦ Θεοῦ Λόγου, πασῶν τῶν ψυχῶν ἐλύθη τὰ δεσμά; καὶ εἶπον, ναί. εἶτα οὖν φησι. καὶ ὁ Ἰούδας λελυμένος ἦν ; καὶ εἶπον, καὶ πάνυ. οὐ γὰρ οἷόν τε ἦν, τοῦ παμβασιλέως παρόντος, τὸν τύραννον καὶ αὐτὸν χειρωθέντα, λέγω δὴ τὸν θάνατον, ἔτι τοὺς αἰχμαλώτους κατέχειν. τί οὖν ὁ Κύριος ἐποίησέ, φησιν; ἐκήρυξεν ὡς ἐπὶ γῆς, καὶ τοῖς ἐν ᾅδου πᾶσι, τὴν εἰς αἰώνιον σωτηρίαν ἄγουσαν ὁδὸν, ὥστε πιστεύειν εἰς τὸν Πατέρα καὶ εἰς αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ ἀποθανόντα ὑπὲρ ἡμᾶν, καὶ κατελθόντα εἰς ᾅδου, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ τοὺς μὲν πιστεύσαντας ἀνήγαγε σὺν ἑαυτῷ· τοὺς δὲ ἀπιστήσαντας εἴασε κάτω πάλιν ἐν τῇ πρώτῃ καταστάσει· εἶτα πάλιν εἶπε μοι. καὶ πῶς οἷόν τε ἦν τοὺς ἐν ᾅδου διὰ μετανοίας ἐλευθερωθῆναι, “ ἐν δὲ “ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;” ἣ τάχα ἡ ἐξομολόγησις ἐπὶ τῶν μεταμελομένων ἐφ’ οἷς ἔπραξαν, καὶ ἐξομολογουμένων τὰ ἴδια πλημμελήματα χώραν ἔχει, ὅπερ τότε οὐ γέγονε· ψιλὴ γὰρ πίστις ἔσωσε τοὺς ἐν ᾅδῃ πιστεύσαντας. καὶ ἔστι μὲν σαφὲς ἀνάγνωσμα ἐν ταῖς Καθολικαῖς, ὅτι ἐκήρυξεν ἐν ᾅδου τοῖς ἀπειθήσασιν 1 Quœæ seq. usq. ad v. διαβιώσαντες jam allata fuere anonvnio auct.p.67,5. ἀνθρώποις, ἐκήρυξε δὲ οὐχὶ μάτην, ἀλλ’ ἵνα τοὺς πιστεύσαντας τῷ κηρύγματι λυτρώσηται· ὥσπερ καὶ ἐπὶ τῆς γῆς ὣν, τοὺς πιστεύσαντας ἠλευθέρου τῶν προτέρων ἁμαρτημάτων διὰ τῆς θείας ἀναγεννήσεως, ἐπὶ τὸ ἀρχέτυπον αὐτοὺς ἀναστοιχειῶν. εἶτα πάλιν είπε μοι. καὶ τῷ Ἰούδα ἐκήρυξε, καὶ ἔδωκεν αὐτῷ ἄδειαν τοῦ ἐκ μετανοίας συναναβῆναι αὐτῷ ; καὶ εἰπον· οὐ νομίζω. καὶ γὰρ περιττὸν ἦν τῷ εἰδότι κηρύξαι, ὅπουγε καὶ τοῖς μέλλουσι βαπτίζεσθαι προσάπαξ αἱ μυσταγωγικαὶ κατηχήσεις γίνονται· ὁ δὲ Ἰούδας οὐ μόνον ὅτε κατηχήθη τὸ μυστήριον καὶ κατεδέξατο, ἀλλὰ καὶ ἄλλοις αὐτὸς ἐκήρυξε, καὶ θείας χάριτος ἠξιώθη, ὥστε καὶ δαίμονας ἐκβάλλειν καὶ ἰάσεις ποιεῖν· ὕστερον δὲ διὰ τοῦ αὐτεξουσίου τῆς ἑαυτοῦ γνώμης μετατραπεὶς ἐξώκειλεν· ὃς οὐδὲ ἐλεγχθεὶς παρὰ τοῦ Κυρίου, ὅτι σύ με ἔχεις παραδοῦναι, ᾐσχύνθη, οὔτε νιπτόμενος τοὺς πόδας μετὰ τῶν ἕνδεκα παρὰ τοῦ Ἰησοῦ, ἐπὶ τῷ ἐλεγμῷ διετράπη, ἀλλ’ ἔμεινε τῷ ἑαυτοῦ σκοπῷ. καὶ μή μοι τὶς εἴπῃ, ὅτι ἄκων ἔπραξε τὸ κακόν· τοῦτο γὰρ οὐδεὶς Χριστιανῶν λέγειν ἀνέχεται· τάχα δὲ οὐδὲ ἄλλης θρησκείας ἄνθρωπος. ἀλλ’ οὔτε αὐτὸς ὁ Ἰούδας τοῦ πταίσματος τὴν αἰτίαν εἰς ἄλλον ἀνήγαγεν, ἀλλ’ εἰς ἑαυτόν. ἀμέλει γοῦν ὕστερον συνεωρακὼς τὸ πταῖσμα, ὃ ἐποίησεν, ἑαυτὸν ἐτιμωρήσατο καὶ ἀπήγξατο· καὶ ἐν τούτῳ δεικνὺς τὸ φονικὸν ἑαυτοῦ τῆς ψυχῆς κίνημα· οὐ γὰρ ἠρκέσθη ὅτι ἐφόνευσε τὸν Κύριον, ἀλλὰ καὶ ἑαυτὸν ἀνεῖλεν· οὐ φόνῳ τὸν φόνον ἐξιλεούμενος· ᾔδει γὰρ ὅτι ὁ ἑαυτὸν φονεύων τιμωρεῖται ὡς ὁ ἄλλον φονεύων· ἀλλὰ μεστὸς ὢν ὑποψίας, καὶ μὴ ἀνεχόμενος ὀνειδισθῆναι ὡς προδότης, ἀγχόνῃ ἐχρήσατο. οὐκ ἠγνόει γὰρ ὅτι ἐπίμονος μετάνοια τὸν Θεὸν δυσωπεῖ, ἀλλ’ ὡς ὑπερόπτης οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, ὅπερ ποιήσας καὶ Παῦλος ὁ τὸν Στέφανον φονεύσας δυνάμει ἠλεήθη· καὶ Πέτρος ὁ ἀρνησάμενος τὸν Χριστὸν, καὶ διὰ μετανοίας καὶ δακρύων συγχωρηθείς. Διδάξας ἡμᾶς ὡς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Χριστὸς, διδάσκει ὅτι καὶ τὴν εἰς ᾅδου πορείαν πεποίηται, τὰς τῶν πάλαι τεθνηκότων ψυχὰς ἀνάξων ἐκεῖθεν· εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, ἐξέλθετε· καὶ ὡς ὁ Εὐαγγελίστης ἔφη, “ πολλὰ σώματα τῶν “ κεκοιμημένων ἁγίων ἀναστάντα εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, “ καὶ ἐνεφανίσθησαν πολλοῖς.· διὸ καὶ ὁ Παῦλος κηρύττων Χριστὸν οὕτω φησὶν, “ ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς “ ὑπεράνω τῶν οὐρανῶν, ινα πληρώσῃ τὰ πάντα.” Ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν. Τουτέστιν οὐ τύπος ἦν ἐκεῖνο τὸ ὕδωρ. ὥσπερ γὰρ ἐκεῖνο τοὺς μὲν πονηροὺς ἐκόλασε, τοὺς δὲ ἀγαθοὺς διεφύλαξεν, οὕτω καὶ τοῦτο, τοὺς μὲν πονηροὺς ἀποπνίγει δαίμονας· σώζει δὲ τοὺς προσιόντας αὐτῷ. δείκνυσι δὲ καὶ πόσον εἰς δύναμιν τὸ βάπτισμα· ὅπουγε ψυχῆς ἁμαρτημάτων ἐστὶν ἀπόνιψις· καὶ πῶς αὐτοῦ δεόμεθα διδάσκει· πῶς δὲ, ἣ ὁμολογοῦντες τὴν ἀνάστασιν τοῦ Κυρίου ; Δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς τὸν οὐρανὸν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων. Ὅρα πάλιν ὡς σαφῶς ἡμῖν τὴν οἰκονομίαν ἐκτίθεται, μνημονεύσας γὰρ θανάτου καὶ ἀναστάσεως, καὶ τῆς εἰς οὐρανὸν ἀνόδου μέμνηται· καὶ ὃς ἐστὶν ἐν δεξιᾷ τοῦ Πατρός· ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν παθεῖν καὶ ἀπωλεσαί τι τῆς δόξης, ἀκούσας γενόμενον ἄνθρωπον καὶ ἀποθανόντα, τούτου χάριν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν λέγει· καὶ ὡς πᾶσα αὐτὸν ἡ τῶν ἄνω πληθὺς προσκυνεῖ· τὸ δὲ “ ὑποτα- “ γέντων” πάλιν διὰ τὴν οἰκονομίαν εἴρηται. ΚΕΦ. Η. Περὶ ἀποθέσεως φαύλων πράξεων καὶ ἐπαναλήψεως τῶν ἐν πνεύματι καρπῶν κατὰ τὴν διαφορὰν τῶν χαρισμάτων. Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε. Τοῦ ἁγίου Ἀθανασίου. Διὰ τοῦτο ὁ Ἀπόστολος οὐκ “ Χριστοῦ οὖν παθόντος θεότητι” ἀλλ’ “ ὑπὲρ ἡμῶν σαρκὶ,” ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Καὶ μετ’ ὀλίγα—Εἰ μὲν ἑτέρου τὸ i Cod. ἀπόνηψις. σῶμα, ἐκείνου ἃν λέγοιτο καὶ τὰ πάθη. εἰ δὲ τοῦ Λόγου ἡ σάρξ. “ ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ σάρξ ἐστι· οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι τὸ κατακριθῆναι, τὸ διψᾶν, καὶ ὁ σταυρὸς καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστίν. Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. “ βεβαπτίσμεθα γὰρ οὕτως “ εἰς τὸν αὐτοῦ θάνατον·” ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα. Σευήρου ἐκ τὴσ πρὸσ Φώτίον Ἐπιστολῆσ. Προδήλως δείκνυσι διὰ τοῦ προσδιορίσασθαι καὶ εἰπεῖν “ σαρκὶ,” ὡς ὁ αὐτὸς ἀπάθης ὑπῆρχε θεότητι καὶ οὐ συναισθανόμενος τῶν αἰκιῶν· καθὰ δὴ καὶ συναισθάνεσθαι πέφυκεν ἡ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου ψυχή. τὸ γὰρ θεῖον ἀπαθὲς, καὶ οὐδενὶ τῶν ἀλγύνειν πεφυκότων ὑποκείμένον, οὐδὲ κατά τι τῶν τῆς ἀπαθείας ἐξιστάμενον ὁρῶν· ἀλλ’ αὐτὸς τῶν παθῶν πάθος γινόμενον καὶ ἀμβλῦνον τοῦ θανάτου τὸ κέντρον, κἂν εἰ διὰ σαρκὸς παθητῆς τοῦτο συμπλέκοιτο. Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ Ἀνδρόνικον Κοινβιάρχην Ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ”—Καἰ ὡσαύτως, “ ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέ“ θάνε, δίκαιος ὑπὲρ ἀδίκων· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ “ Πνεύματι.” καὶ γὰρ κηρύξας τὸν Χριστὸν πεπονθέναι καὶ τεθανατῶσθαι σαρκὶ, σαφῶς ἔδειξεν, ὡς ὑπῆρχε καὶ αὐτὸς παθητὸς σαρκὶ καὶ ἀπαθὴς τῇ θεότητι· καὶ οὐ διαιρούμενος μετὰ τὴν ἄφραστον ἕνωσιν τῇ δυάδι τῶν φύσεων· ἀλλ’ εἷς ὢν Κύριος καὶ Χριστὸς καὶ Υἱὸς, καὶ ἓν πρόσωπον, καὶ ὑπόστασις μία, ἡ αὐτοῦ τοῦ Λόγου σεσαρκωμένη· παθόντος μὲν καὶ ἀποθανόντος ἑκουσίως, ᾧ γέγονεν ἄνθρωπος· μείναντος δὲ ἀπαθοῦς, ᾧ κατ’ οὐσίαν ὑπῆρχε πρὸ αἰώνων Θεὸς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Πνεύματι· καὶ τὸ πρὸς ἡμᾶς ὁμοούσιον καὶ ὁμοιοπαθὲς ἐν ἀληθείᾳ καὶ βουλήσει καταδεξάμενος. Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ τοὺσ ἐν Κωνσταντινουπόλει ὁρθοδόξουσ ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν “ σαρκί.” τοῦτο γὰρ οὐ κατὰ τὴν τῶν Δοκητῶν ψυχρολογίαν διαζευγνύντος ἐστὶν, ἀλλὰ καὶ μᾶλλον ἕνα καὶ ἀδιάτμητον εἰδότος, τὸν ἀτρέπτως σαρκωθέντα Λόγον μονογενῆ· καὶ γὰρ ἐπειδὴ περὶ ἀπαθοῦς κατὰ φύσιν Θεοῦ διελέγετο “ παθόντος ὑπὲρ ἡμῶν· τούτου χάριν ἀναγκαῖον ἡγήσατο τὸν προσδιορισμὸν, καὶ κατήγγειλεν αὐτὸν πεπονθέναι σαρκί. τοῦ αὐτοῦ δὲ ὄντος ἀπαθοῦς, καὶ ἑνὸς ἐξ ἀμφοῖν τοῦ Ἐμμανουὴλ, θεότητος λέγω καὶ ἀνθρωπότητος, χρειωδέστατα λίαν προσδιωρίσατο τὸν πεπονθότα, γινώσκειν μὲν ἀπαθῆ, πεπονθότα δὲ τῇ πεφυκυίᾳ πάσχειν σαρκί. Τοῦ Αὐτοῦ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, ” διὰ τοῦτο ἀναγκαῖον ὁ Πέτρος ἡγήσατο τὸν προσδιορισμὸν, εἰπὼν “ παθόντος σαρκὶ, ” ὡς περὶ ἑνὸς προσώπου, καὶ μιᾶς ὑποστάσεως, καὶ μιᾶς φύσεως τοῦ Θεοῦ Λόγου σεσαρκωμένης, διαλεγόμενος· εἰ γὰρ εἰς δύο διῄρητο, περιττὸν ἦν καὶ ἀπόπληκτον ἄγαν, καὶ ῥῆμα μεθύοντος νοῦ καὶ παραπαίοντος λογισμοῦ, τὸ τὸν παθητὸν λέγειν πεπονθότα σαρκί. ἀλλ’ ἐπείπερ ἦν Θεὸς ἀπαθὴς, καὶ δι’ ἡμᾶς ἀτρέπτως παθητὸς γενόμενος ἄνθρωπος, Χριστὸν ἡμῖν ἐκήρυξε παθητὸν σαρκί. Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτόν. ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόρρητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν· ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεικῶς μὲν ἀπάθης, παθητὸς δὲ κατὰ τὴν σάρκα. Ὅτι ὁ παθὼν ἐν σαρκὶ, πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἄγεσθαι, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Τουτέστιν ἀνθρωπίναις ἤτοι κοσμικαῖς· αἱ μὲν γὰρ κατὰ Θεὸν τῆς ψυχῆς εἰσὶ σωτηρία, κατὰ τὸ, “ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. αἱ δὲ μὴ τοιαῦται, ἀλλ’ οἷαι αἱ τῶν Ἰουδαίων, γίνονται τῆς ἐπιθυμίας, ὡς ὁ λαὸς ὁ ἐπιθυμητός n. Ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ βούλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους n ὡς ὁ λαὸς ἐπιθ. add. rec. m. in marg. ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις. Σευήρου. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστι. δεῖ τῶν τοῦ ἐθνικοῦ βίου πράξεων ἀσελγῶν ἀπέχεσθαι, καὶ μὴ ἀνατρέχειν πρὸς τὰ παλαιὰ, μήτε ζηλοῦν ἐκείνους τοὺς ἐν κώμοις καὶ μέθαις ἀνεστρεφομένους. Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες. Σευήρου. Οἵ τινες ξενίζονται καὶ ἐκπλήττονται βλέποντες ὑμᾶς καθάπαξ εἰς τὸ ἀγαθὸν ἐπιστρέφοντας, καὶ μὴ συντρέχοντας αὐτοῖς “ εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν· καὶ οὐ μόνον τὸ ἀγαθὸν οὐ ζηλοῦσιν, ἀλλὰ καὶ πρὸς βλασφημίαν ἐκτρέπονται. Οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. Τινές φασιν ὅτι ζῶντας τὰς ψυχὰς ἐκάλεσε, καὶ νεκροὺς τὰ σώματα. ἀδύνατον γὰρ ψυχὴ ἐκτὸς τοῦ ἰδίου σώματος ἐλθεῖν εἰς κρίσιν· ὅμως ζῶντας ἐνταῦθα τοὺς δικαίους καλεῖ, διὰ τὸ πράξεις ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς, τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· καὶ γὰρ δικαίοις ἀλλὰ καὶ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐκηρύχθη τὸ εύαγγέλιον· ἵνα αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον κἀς ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες· καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἐξαρπάζοντες κρίσεως· ὥστε κρίνεσθαι μὲν ἐν σαρκὶ κατὰ ἀνθρώπους, τουτέστιν ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτὸν, ζῆν δὲ κατὰ Θεὸν ἐν πνεύματι. Σευήρου Ἐκ Τοῦ Κατὰ Ἀλέξανδρον. τουτέστι τῷ μέλλοντι, τῷ λόγου θᾶττον καὶ ἑτοίμως καὶ μετ’ εὐκολίας πάσης, οὐδενὸς ὄντος τοῦ ἐμποδίζοντος, πάντα γὰρ αὐτῷ γυμνὰ παραστήσεται, κρίναι δικαίους τε καὶ ἁμαρτωλούς· κρινεῖ γὰρ τότε καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὡς φησὶν αὐτὸς ὁ Σωτῆρ’, “ καὶ “ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ “ εὐωνύμων,” ζῶντας γὰρ τοὺς δικαίους καλεῖ· διὰ τὸ πράξεις L ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς, καὶ πρὸς ταύτην παρασκευάσασθαι· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· οὕτω που φησὶ καὶ ὁ προφήτης· “ προσκαλέσατε τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. τοὺς μὲν τοῦ οὐρανοῦ πράξαντας ἄξια προσαγορεύσας οὐρανὸν, γῆν δὲ ὀνομάσας τοὺς προσηλωθέντας καὶ προσπαγέντας τῇ γῇ· καὶ διὰ τοῦτο τοὺς μὲν ἄνω καλουμένους ὡς μεταρσίους καὶ ὑψηλοὺς, τοὺς δὲ βρίθοντας κάτω πάντως εἰς γῆν, καὶ διακρινομένους τοῦτον ’τον τρόπον. καὶ οὐκ ἕξουσιν ἀπολογίαν ὡς μὴ τυχόντες τῆς προσηκούσης προνοίας· “ εἰς τοῦτο γάρ,’’ φησι, “ καὶ νεκροῖς εὐηγγελίσθη,” καὶ τὰ ἑξῆς. Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν Πνεύματι. πάντων δὲ τὸ τέλος ἤγγικε. Νεκροὺς ἐνταῦθα καλεῖ τοὺς ἐν τοῖς ἔθνεσιν ὑπὸ τῶν κατηριθμημένων ἁμαρτιῶν νενεκρωμένους· οὓς καὶ εὔχεται ὁ Ἀπόστολος ἐπιστρέψαντας λόγον ἄμεμπτον ἀποδοῦναι “ τῷ ἑτοίμως ἔχοντι “ κρῖναι ζῶντας καὶ νεκρούς·” ζῶντας δὲ καὶ νεκροὺς πάλιν φησὶ τοὺς δικαίους καὶ ἁμαρτωλοὺς, οἷς ὁ θεῖος λόγος ἐπιδημήσας εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν· οἱ τινες ἁμαρτωλοὶ προσδεξάμενοι αὐτοῦ τὰς ἐντολὰς κρίνουσιν ἑαυτοὺς κατὰ ἀνθρωποὺς σαρκὶ, τουτέστιν ἐν τῷ ἀνθρωπίνῳ τούτῳ βίῳ τὴν ἑαυτῶν σάρκα καταδικάζουσιν ἐν νηστείαις καὶ χαμευνίαις καὶ δάκρυσι καὶ τῇ λοιπῇ κακοπαθείᾳ. ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τὸ ἀποστολικὸν λόγιον ἐνθυμούμενοι τὸ φάσκον, “ εἰ καὶ “ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ερώτησισ Τί Ἐστιν Εἰσ Τοῦτο Καὶ Νεκροῖσ Εὐηγγελίσοη, Να Κριθωσι Μεν Κατα Ανθρωπον Σαρκι, Ζωσι Δε Κατα Θεὸν Πνεύματι· Πῶσ Οἱ Νεκροὶ Σαρκὶ Κρίνονται; Ἔθος ἐστὶ τῇ γραφῇ τοὺς χρόνους μεταλλάσσειν, καὶ εἰς ἄλλους μετεκλαμβάνειν· καὶ τὸν μέλλοντα ὡς παρωχηκότα, ὡς μέλλοντα· ο καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετὰ τὸν o Leg. vid. καὶ παρωχηκ. ὡς μέλλ’. χρόνον ἐκφωνεῖν, ὡς ἐστὶ δῆλον τοῖς αὐτῆς πεπειραμένοις. φασὶν οὖν τινὲς νεκροὺς λέγειν ἐνταῦθα τὴν γραφὴν τοὺς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ τελειωθέντας ἀνθρώπους, οἷον τοὺς ἐν τῷ κατακλυσμῷ, τοὺς ἐν τῷ χρόνῳ τῆς πυργοποιίας, τοὺς ἐν Σοδόμοις, τοὺς ἐν Αἰγύπτῳ, καὶ τοὺς ἄλλους, τοὺς κατὰ διαφόρους καιρούς τε καὶ τρόπους, τὴν πολύτροπον δίκην καὶ τὰς ἐξαισίους ἐπαγωγὰς τῶν θείων κριμάτων δεξαμένους· οἵτινες οὐχ ὑπὲρ ἀγνοίας Θεοῦ τοσοῦτον ὅσον τῆς εἰς ἀλλήλους παροινίας, τὴν δίκην ἔτισαν, οἷς εὑηγγελίσθη, λέγει, τὸ μέγα τῆς σωτηρίας κήρυγμα· κριθεῖσιν ἤδη σαρκὶ κατὰ ἄνθρωπον, τουτέστιν ἀπολαβοῦσι τῶν εἰς ἀλλήλους ἐγκλημάτων τὴν δίκην διὰ τῆς ἐν σαρκὶ ζωῆς· ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τουτέστι ψυχῇ δεχόμενοι, κατὰ τὸν ᾅδην ὄντες, τῆς θεογνωσίας τὸ κήρυγμα, διὰ τοῦ καὶ νεκροὺς σῶσαι κατελθόντος καὶ εἰς ᾅδην Σωτῆρος πιστεύσαντες. ὑπὲρ δὲ τοῦ νοηθῆναι τὸν τόπον οὕτως ἐκλάβωμεν· εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη κριθεῖσι κατὰ ἄνθρωπον σαρκὶ, ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι· ἢ πάλιν νεκροὺς λέγει τυχὸν ἐπικεκρουμμένως τοὺς τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντας· οἷς εἰκότως κατὰ ἀλήθειαν δι’ αὐτῶν τῶν ἔργων δίδοται τὸ θεῖον Εὐαγγέλιον· καὶ σαρκικῆς μὲν εἰσηγεῖται ζωῆς ἄρνησιν, πνευματικῆς δὲ ὁμολογίαν, τοὺς ἀεὶ μὲν κατὰ ἄνθρωπον, λέγω δὴ τὴν ἀνθρωπίνην ἐν σαρκὶ κατὰ τὸν αἰῶνα τοῦτον ζωὴν ἀποθνήσκοντας, ζῶντας δὲ κατὰ Θεὸν μόνῳ τῷ πνεύματι κατὰ τὸν θεῖον Ἀπόστολον καὶ τοὺς ἀμφ’ αὐτὸν, τοὺς ζῶντας μὲν οὐδαμῶς ἰδίαν ζωὴν, ζῶντα δὲ τὸν Χριστὸν ἐν ἑαυτοῖς κατὰ μόνην ἔχοντας τὴν ψυχήν. οὕτως οἱ διὰ τὸν Θεὸν ἐν τῷ αἰῶνι τούτῳ νεκροὶ σαρκὶ κρίνονται· θλίψεις καὶ βασάνους πολλὰς καὶ στενοχωρίας ἔχοντες, καὶ διωγμοὺς καὶ μυρία πειρασμῶν εἴδη μετὰ χαρᾶς ὑπομένοντες. εἴτε οὖν διατρίβειν ὁ Θεὸς ἡμᾶς βούλεται φησὶ, τοῦ καλῶς ἀγωνίζεσθαι προνοώμεθα, εἴτε ἐντεῦθεν ἤδη ἡμᾶς ἀπαλλάξαι, σκοπῶμεν περὶ τοῦ καλῶς καὶ ἱλαρῶς καὶ συνειδότι ἀγαθῷ διοδεῦσαι ἐπὶ τὸ Ἰησοῦ ἀποκείμενον τοῖς ἁγίοις τέλος· ὁ αὐτὸς γὰρ τέλος. ὥστε ἂν τοῦ ζητουμένου τέλους παρ’ Ἕλλησιν, ὅτι πότερόν ἐστιν ἡδονὴ, ἢ ἐπιστήμη, ἢ θεωρία, ἢ ἀρετὴ, ἢ ἀδια- φορία, ἣ ὁτιδήποτε λέγουσι φιλοσόφων παῖδες, ἡμᾶς εἰπεῖν ὅτι τὸ τέλος ἐστὶν ὁ Χριστός· μεταβαλὼν δὲ εἰς τὰς δυνάμεις αὐτοῦ τὸ Χριστὸς ὄνομα, ἔτι μᾶλλον ὄψει τὸ τέλος χρηματίζει τῶν μετὰ Θεὸν λόγων, καὶ ζωὴ καὶ φῶς, καὶ δικαιοσύνη, καὶ τὰ λοιπά. Σετήρου. Νεκροὺς οἶδεν ἡ θεία γραφὴ τοὺς ἁμαρτωλοὺς καὶ νενεκρωμένους τὴν ψυχὴν ταῖς ἁμαρτίαις ἀποκαλεῖν, ὡς ἔνθα Παῦλος Ἐφεσίοις ἐπιστέλλων φησὶ “ καὶ ἦμιν τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν “ ἀγαπῆν αὐτοῦ, ἣν ἀγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς “ παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. Καὶ μετ’ Καὶ πάλιν ἐκ τοῦ ἐναντίου νεκροὺς τοῖς ἱεροῖς γράμμασι προσαγορεύειν ἔθος τοὺς διὰ τῶν τῆς δικαιοσύνης ἔργων τὸ σῶμα νεκροῦντας ἀπὸ τῶν τῆς ἁμαρτίας παθῶν καὶ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς, κατὰ τὸ εἰρημένον τῇ πρὸς Ῥωμαίου Ἐπιστολῇ, “ τὸ “μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο- “ σύνην.” καὶ πάλιν, “ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Τοῦ Αὐτοῦ. Καὶ δικαίοις ἀλλὰ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐνεκηρύχθη τὸ Εὐαγγέλιον, ἵν αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον καθ’ ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες, καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἁρπάζοντες κρίσεως· ἐπεὶ καὶ “ φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. ὥστε κεκρίσθαι μὲν σαρκὶ κατὰ ἀνθρώπους, ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτῶν, ζῆν δὲ κατὰ Θεὸν πνεύματι· οὕτω γὰρ καὶ Παῦλος φησὶν, “ εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανα- “ τοῦτε ζήσεσθε. Επειδὴ ἀσεβεῖς ἦσαν οἱ προαπελθόντες, οἱ δὲ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τούτου χάριν κἀκεῖ ἐκήρυξεν ὁ Σωτῆρ’, ἴνα πιστεύσαντες καὶ αὐτοὶ τῆς ἔπι του κριτοῦ παραστάσεως, γένωνται ἄξιοι ἐν τῷ τῆς ἀναστάσεως καιρῷ, ὅτε κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξε, ζῶσιν οὖν πνεύματι ἅτε συγχωρηθέντες καὶ ἀνεθέντες τῶν δεσμῶν διὰ τῆς εἰς τὸν Ἰησοῦν πίστεως. Σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες. Τῶν γὰρ ἐφ’ ἡμῖν κειμένων, καὶ ὧν ἐσμὲν κύριοι, μὴ ποιεῖν τι, πάσης ἀδικίας ἔχει γραφήν. οὐ γὰρ μόνον ἐπὶ τῆς τῶν χρημάτων κτήσεως, καὶ τῶν ἔξωθεν ὑπόχρεως ἐστιν ὁ πλέον ἔχων τοῖς ἐνδεέσι τὴν χρείαν πληροῦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ φύσεως πλεονεκτημάτων καὶ τῶν τοῦ Πνεύματος δωρεῶν, οὐκ ἄν τις εἴποι τοῦ ἔχοντος ἴδιον εἶναι τοῦτο, ὅπερ ἔχει, μᾶλλον ἣ τοῦ πλησίον καὶ ἐν ἐνδείᾳ καθεστηκότος καὶ μετέχειν ὀφείλοντος· “ εἰ τις γὰρ “ διακονεῖ ὡς ἐξ ἰσχύος,” φησὶν, “ ἧς χορηγεῖ ὁ Θεὸς, καὶ τὰ ἑξῆς. Ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πάσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Τοῦ Χρυσοστόμου. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύσῃς μὴ δὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγ- ματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ μὴ δὲ δέξῃ, “ ὁ δεχόμενος ὑμὰς φησιν, ἐμὲ δέχεται ἔαν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπε- δέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τίη ἔχων οἰκογενεῖς. ἀλλ’ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι’ ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα. Ὅσα ἀπὸ φιλοξενίας εὐεργετηθῆναι συμβαίνει διδάσκει ὁ Λὼτ, ὡς μόνος τῶν ἐν Σοδόμοις κατοικούντων, διὰ τὸ ἥμερον καὶ φιλόξενον, ἠξιώθη μετὰ τῶν τέκνων διαφυγεῖν q τὴν ἀπώλειαν. q Cod. διαφυγὴν. Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροί, πρόθυμοι, οὐχ ὡς δίδοντές τι μᾶλλον, ἀλλ’ ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαι εἶτα πρὸς τοῦτο καὶ ’τον τῆς φιλοξενίας κερδανοῦσι μισθόν· δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητήτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται· μὴ ξένον r τοῦτον νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀρρωστίας σωματικάς· ἀλλ’ ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε. ΚΕΦ. Θ. Ὅτι κοινωνίᾳ τῇ πρὸς Χριστὸν κρατεῖν χρεὼν τῶν φυσικῶν παθῶν, ἐλπίδι τε τῆς εἰς αὐτὸν φέρειν τὰς παρ’ ἑτέρων βλάβας. Ἀγαπητοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γενομένη, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χάρητε ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· Κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται. Διδάσκει αὐτοὺς πρὸς τοὺς ὑπὲρ τῆς πίστεως ἐγκαρτερεῖν διωγμοὺς καὶ τὰς λοιπὰς τοῦ βίου δυσκολίας. Τοῦ Ἁγίου Βασιλείου. Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα δυσχεραίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσιν. Tουτεστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Εκκλησίαν. τοῦτο γὰρ καὶ ὁ Σωτῆρ’ ἔλεγεν, “ ἐρεῖ πρῶτον τοῖς “ ἐκ δεξιῶν.” Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοῦργος, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστι- r In marg. πρόξενον sec. man. qusedam certe exciderunt. ανὸς, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ μέρει τούτῳ· ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ· εἰ δὲ πρῶτον ἀφ’ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ Θεοῦ εὐαγγελίῳ ; Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ Θεοῦ κρίμα, διαβαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων Θεοῦ οἴκων ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τι χοὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ Εὐαγγελίῳ τοῦ Θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτὴν πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ, φάσκων ἄφευκτον ἀπαντήσεσθαι τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν, ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι, τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος, τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν, καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων ; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῶ σύνοιδεν, ἀλλ’ οὖν εἰδὼς ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει ἀγωνιᾷ· δύναται δὲ ἀσεβὴς εἶναι ὁ ἔξω Θεοῦ πάντη τυγχάνων· ἁμαρτωλὸς δὲ ὁ περιεχόμενος μὲν Θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς ἀσεβὴς εἴη, τὴν διαφορὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι, τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς Θεόν. Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται. Παραίνεσίς ἐστι σπουδῆς καὶ ἐπιμελείας περὶ τὸ σωθῆναι. Ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ κτιστῇ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιια. Οὐδεμίαν θλῖψιν ἔχων οὐδὲ ἱδρῶτα ὑπὲρ ἀρετῆς. Δίκαιος ὁ ἐν πράξει καθήκων, συμβαίνει δὲ τοῦτον φύσει καὶ οὐκ ἐπιστήμῃ τοῦτο ποιῶν· ἀσεβὴς ὁ τὸν ὄντα Θεὸν μὴ σέβων· ἁμαρτωλὸς δὲ ὁ περὶ τὰς πράξεις πονηρός.