ΚΕΦ. Ι. Παραίνεσις πρεσβυτέρων περὶ ἐπισκοπῆς τοῦ ποιμνίου. Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνὸς, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μήδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Τοῦ Χρυσοστόμου. Φησὶ γὰρ ὁ Χριστὸς, “ ὁ θέλων ἐν “ ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν “ οὗτος ὑψωθήσεται.” τί λέγεις ; ἐὰν ταπεινώσω ἐμαυτὸν r, τότε ὑψηλὸς ἔσομαι ; ναί φησι· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν· εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι. Περ κοινῆς s πάντων πρὸς ἕκαστον ταπεινοφροσύνης εἰς νίκην τὴν κατὰ τοῦ διαβόλου. Ὁμοίως δὲ οἱ νεώτεροι ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφρο- r ἑαυτὸν Cod. s τῆς παντ. Bar. συνῆν ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καίρῳ. Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς τὸ “ὐψωσει, ἀλλ’ ἐν καίρῳ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν. Πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ’ αὐτὸν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. Κυβερνήτην ἔχετέ, φησι, καὶ ἡνίοχον· καὶ τὰ κατ’ αὐτοὺς τῆς προνοίας ἐκείνης ἐξαρτήσατε· οὕτω γὰρ ἀσάλευτοι διαμενεῖτε καὶ ἀκλόνητοι. Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ἰστέον δὲ ὅτι τοῖς νοητῶς ὑπνοῦν εἰωθόσι τὸ χαλεπὸν ἀληθῶς ἐπιπηδᾷ θηρίον· καὶ τοῦτο διδάσκει λέγων ὁ Χρίστου μαθητὴς, “ νήψατε, γρηγορήσατε,” καὶ τὰ ἑξῆς. Καλῶς ὁ Ἰουστῖνος εἶπεν, “ ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου πα- “ ρουσίας οὐδέποτε ἐτόλμησεν ὁ Σατανᾶς οὕτω βλασφημῆσαι τὸν “ ἄνθρωπον, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ κατάγνωσιν ἣ κατάκρι- “ σιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι· μετὰ δὲ “ τὴν παρουσίαν τοῦ Κηίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν Ἀπο- “ στόλων, μαθὼν ἀναφανδὸν, ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται, “ κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς ἀμετα- “ νοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώ- “ πων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατα- “ κεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι “ αὐτὸν ἀποκαλεῖ t, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ· ὡς καὶ οἱ t ἀποκαλεῖν Cod. “ παραβαίνοντες τοὺς νόμους, ἔπειτα δίκας διδόντες, αἰτιῶνται τοὺς “ νομοθέτας, ἀλλ’ οὐχ ἑαυτούς· διὰ τοῦτο ὡς λέων περιπατεῖ “ ὠρυόμενος πάντας φιλονεικῶν ἑλκύσαι πρὸς τὴν ἰδίαν ἀπώ- “ λείαν. ” Σευήρου. Ἐντεῦθεν ἐμανθάνομεν καὶ τοῦ ἀνταγωνιστοῦ τὸ θηριῶδες ὁμοῦ καὶ ἀκόρεστον· καὶ ὅτι πάντας τοὺς εἰς τοῦτο τὸ στάδιον ἀξιωθέντας καταβῆναι διὰ τῶν ὁμοίων ἐλθεῖν πρὸς τὸ μέτριον τῆς ἐνούσης ἑκάστῳ δυνάμεως. βούλεται γὰρ ἡμᾶς ὁ ἀγωνοθέτης ὁμοίως διὰ πάντων ἀγαγεῖν, ὅπως ἐκ πάντων καθάπερ ἐκ λειμῶνος ἄνθη συλλέγων, τὸν τῆς ἀφθαρσίας ἡμῖν στέφανον πλέξας δωρήσηται. ΚΕΦ. ΙΑ. Εὐχὴ ὑπὲρ τελειώσεως τῶν πιστευσόντων. Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν. Ὅρα πῶς τὴν αὐτὴν ἀρχὴν καὶ τέλος πεποίηται ἐκεῖ, τὸν Πατέρα διὰ τοῦ Υἱοῦ ἐλεήσαντα ἡμᾶς φήσας, πάλιν ἐνταῦθα αὐτὸν τὸν Πατέρα καλέσαντα ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν διὰ τοῦ Ἰησοῦ Χριστοῦ· οὗτος γὰρ αὐτοῖς πανταχοῦ σκοπὸς κηρύξαι τὸ μυστήριον, εἰ καὶ τοῦ βίου ἡμῶν φροντίζοντες παραινετικὸν, καὶ ἡμῖν συμφέροντα συναίρουσι λόγον. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἢν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Βαβυλῶνα οὖν τροπικώτερον τὴν Ῥώμην ὀνομάζει· συνεκλεκτὴν δὲ τὴν ἐν αὐτῇ τῇ Ῥώμῃ συστᾶσαν Χριστοῦ Ἐκκλησίαν· Μάρκον δὲ τὸν εὐαγγελιστὴν λέγει, ὃν καὶ υἱὸν ἐν Χριστῷ ἀποκαλεῖ· ᾧ καὶ ἐπέτρεψε γράψαι τὸ Εὐαγγέλιον. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. ἀμήν. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτεθέντων τίθεις τὴν εἰρήνην. Τέλος τῆς πρώτης ἐπιστολῆς καθολικῆς Πέτρου.