EPMHNEIA ΤΩΝ ΚΑΘΟΛΙΚΩΝ ΕΠΙΣΤΟΛΩΝ. ΙΑΚΩΒΟΥ ΕΠΙΣΤΟΛΗ. ΥΠΟΘΕΣΙΣ. ΕΠΕΙΔΗ αὐτὸς Ἰάκωβος ταύτην γράφει τοῖς ἀπὸ τῶν δώδεκα φυλῶν διασπαρεῖσι καὶ πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, γράφει δὲ διδασκαλικὴν τὴν Ἐπιστολὴν, διδάσκων περὶ διαφορᾶς πειρασμῶν· ποῖος μέν ἐστιν ἀπὸ Θεοῦ, ποῖος δὲ ἀπὸ τῆς ἰδίας καρδίας τῶν ἀνθρώπων ἐστί· καὶ οὐ λόγῳ μόνῳ ἀλλὰ καὶ ἔργῳ δεικνύναι τὴν πίστιν· καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλ’ οἱ ποιηταὶ δικαιοῦνται· περί τε τῶν πλουσίων παραγγέλλει a, ἵνα μὴ προκρίνωνται τῶν πτωχῶν ἐν ταῖς ἐκκλησίαις, ἀλλὰ καὶ μᾶλλον ἐπιπλήττωνται b ὡς ὑπερήφανοι· καὶ τέλος παραμυθησάμενος τοὺς ἀδικουμένους, καὶ προτρεψάμενος αὐτοὺς μακροθυμεῖν ἕως τῆς παρουσίας τοῦ κριτοῦ, καὶ διδάξας c ἐκ τοῦ Ιὼβ τὸ χρηστὸν τῆς ὑπομονῆς, παραγγέλλει προσκαλεῖσθαι τοὺς πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπεύδειν ἐπιστρέφειν τοὺς πλανηθέντας ἐπὶ τὴν ἀλήθειαν· εἶναι γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου, ἄφεσιν ἁμαρτιῶν. καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν. ΚΕΦ. Α. Περὶ ὑπομονῆς καὶ πίστεως ἀδιακρίτου καὶ περὶ ταπεινοφροσύνης πρὸς πλουσίους. Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν. ἘΞ Ἀνεπιγράφου. Ἕκαστος τῶν Ἀποστόλων ἐπιστέλλων, a παραγγέλει Cod. b ἐπιπλήττονται Cod. c καὶ διδάξας περὶ ὑπομονῆς, καὶ διδάξας ἐκ τοῦ Ἰὼβ κ. τ. λ. Cod, προοίμιον τῆς Ἐπιστολῆς τὸ ἀξίωμα ἑαυτοῦ ποιεῖται· τοῦτο δέ ἐστι τὸ καταξιωθῆναι δοῦλος κληθῆναι Χριστοῦ· ἅτε δὲ ὡς τῆς περιτομῆς ὣν Ἀπόστολος τοῖς ἐκ τῶν δώδεκα φυλῶν ἐπιστέλλει πιστεύσασιν. ἰστέον μέντοι ὥς τινες νοθεύουσι τὴν Ἐπιστολὴν ταύτην καὶ τὴν Ἰούδα, ὡς φησὶν Εὐσέβιος ἐν τῇ Ἐκκλησιαστικῇ Ἱστορίᾳ. ὅμως πάντες ἴσμεν καὶ ταύτας μετὰ τῶν ἄλλων καθολικῶν ἐν ταῖς ἐκκλησίαις ἐμφερομένας. Διδύμου. Ὡς γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, οὕτω καὶ οἱ Ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν, δοῦλοι Θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσιν. Πᾶσαν χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. Τοῦ Χρυσοστόμου. Δεσμὸς γάρ τις ἐστὶν ἡ θλίψις ἀρραγὴς, ἀγαπῆς αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. ἄκουε γὰρ τοῦ λέγοντος, “ εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν “ ψυχήν σου εἰς πειρασμόν.” καὶ ὁ Χριστὸς δὲ πάλιν ἔλεγεν, “ ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε.” καὶ πάλιν, “ στενὴ “ καὶ τεθλιμμένη ἡ ὁδός. ὁρᾶς πανταχοῦ τὴν θλῖψιν ἐπαινουμένην, πανταχοῦ παραλαμβανομένην ὡς ἀναγκαίαν οὖσαν ἡμῖν. εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον ἐνταῦθα. Γινώσκοντες, ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω. Εἰς τελειότητα οὖν, τὴν κατ’ ἀνδρείαν καὶ καρτερίαν προτρέ- πων, ἀκολούθως ἀδελφοὺς ὀνομάζει, ἀλλ’ οὐ τέκνα οὐδὲ υἱούς. τοσοῦτον δὲ ἀπέχει τὸ συμβουλεύειν αὐτοῖς λυπεῖσθαι διὰ τοὺς πειρασμοὺς, ὡς καὶ πᾶσαν χαρὰν αὐτοὺς ἡγεῖσθαι πείθειν· ἵνα τὸ ἐναντίον αὐτοὺς λυπῇ τὸ μὴ πειράζεσθαι. εἰ γὰρ οἱ πειρασμοὶ χαρὰ αὐτοῖς, καὶ οὐχ ἁπλῶς χαρὰ, ἀλλὰ καὶ πᾶσα, δηλονότι τὸ μὴ πειράζεσθαι λύπην προσάγει. καὶ διατί δοκιμήν, φησιν, ἐρ- γάζεται· τί δὲ ἡ δοκιμὴ τοῖς ἔχουσι ποιεῖ· δηλονότι εἰς ἔργον τέλειον ἄγει. Ὁ Κύριος καὶ Θεὸς ἡμῶν πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκων μαθητὰς, καὶ τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπέχεσθαι φάσκειν ἐκέλευε· “ καὶ μὴ εἰσενέγκεις ἡμᾶς εἰς πει- “ ρασμόν·” τῶν ἡδωνικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν, μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν· τὸν δὲ μέγαν Ἰάκωβον πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους, φᾶναι, “ πᾶσαν “ χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε “ ποικιλοῖς,” δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς· καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος, “ ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ,” ἐνταῦθα δὲ, “ γινώ- “ σκοντες, ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονὴν, “ ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, “ ἐν μηδενὶ λειπόμενοι.” Ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι· εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται ἀυτῶ. Τὸ αἰτίον ἡμῖν λέγει τοῦ τελείου ἔργου· τοῦτο δέ ἐστιν ἡ σοφία ἡ ἄνωθεν, δι’ ἧς ἐνδυναμούμενοι, ὁλόκληρον δυνησόμεθα πρᾶξαι τὸ ἀγαθόν. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· μὴ γὰρ οἰέσθω ἄνθρωπος ἐκεῖνος ὅτι λήψεται παρὰ Κυρίου. Κυρίλλου. ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπεραίνει, μηδὲ προσῆλθες ὅλως ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦ πάντα ἰσχύοντος, διψυχήσας ἀβουλήτως. χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον. Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ· ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται. Ἐκ Τοῦ Ποιμένοσ Ἐντολῆι d Θ΄. Ἆρον σεαυτοῦ τὴν διψυχίαν, καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαί τι παρὰ τοῦ Κυρίου καὶ λαβεῖν, ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν. μὴ διαλογίζου ταῦτα, ἀλλ’ ἐξ ὅλης καρδίας σου ἐπίστρεψον ἐπὶ τὸν Κύριον, καὶ αἰτοῦ παρ’ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλείπῃ· ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. οὐκ ἔστι γὰρ ὁ Θεὸς ὡς οἱ ἄνθρωποι οἱ μνησικακοῦντες ἀλλήλους, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστι, καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ. Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Τοῦ Χρυσοστόμου. Αὐτάρκως προτρεψάμενος ὑφίστασθαι τοὺς πειρασμοὺς μετὰ χαρᾶς, ἵνα ἐγγένηται δόκιμον ἔργον καὶ ὑπομονὴ e τελεία· τελειοῦται δὲ ταῦτα καθ’ ἑαυτὰ, καὶ μὴ δι ἄλλο πραττόμενα· δι’ ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα· δι’ ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα. γενήσεται γὰρ οὕτως ἀθλητικῶς ἄγων τὸν ἀγῶνα, δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμένος· οὕτω δὲ ἀναφανέντι ἐκ τῶν σκυθρωπῶν, δοθήσεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ Θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν· οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται. ζητεῖς τίς ἡ ὕλη οὗ ἡτοίμασεν ὁ Θεὸς στεφάνου ζωῆς τοῖς ἀγαπῶσιν αὐτόν; ἔστιν “ἃ ἡτοίμασεν “ ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἃ διὰ μέγεθος θειότητος, ὄψει καὶ ἀκοῇ οὐχ ὑπόκειται, οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώπου ἀναβέβηκεν. d ἕντο Cod. e ὑπομονὴ Cod. * Περὶ τῆς ἐν ἡμῖν πυρώσεως καὶ τῶν ἐξ αὐτῆς παθών, ὅτι οὐ παρὰ τοῦ Θεοῦ τὸ αἴτιον· εἴ τι γὰρ ἀγαθὸν ἡμῖν, παρ’ αὐτοῦ. Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα. Ἀμαρτίαν f. Ὅτι ὁ Θεὸς πειράζων ἐπ’ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι· διὸ καὶ ἐλέχθη ὅτι ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν. καὶ μετ’ ὀλίγα—Ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στεφανοῦται· ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου. ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν ἀγνοῶν τὸ ἐσόμενον, ὁ δὲ Θεὸς εἰδὼς μὲν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον. Εἰς βλάβην· ἐπ’ ἀγαθῷ γὰρ ἐπείρασε τὸν Ἀβραάμ. Ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. Σετήρου. τινὲς δὲ τὸ προκείμενον ῥητὸν ἐπειράθησαν ἐξηγεῖσθαι, φήσαντες, αὐτὴν τὴν ἐπιθυμίαν ἀνομιῶν μητέρα καλεῖν τὸν Δαβὶδ, ἥτις διὰ τῆς ἀτοπωτάτης ὀρέξεως οἱονεὶ συλλαμβανοῦσα καὶ κύουσα τὴν πρᾶξιν τῆς ἁμαρτίας ἀποτίκτει, καὶ αὐτὸν τὸν ἁμαρτωλὸν ταύτην ἐνεργοῦντα καὶ πράττοντα· καὶ πέρας τῶν τοιούτων ὠδίνων ποιεῖται τοῦ ἁμαρτάνοντος τὸν θάνατον. οὕτως γὰρ ἐπιστέλλων Ἰάκωβος ἔφησεν, εἷς ὣν τῶν τοῦ Χριστοῦ σοφῶν μαθητῶν· “ ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελ- “ κόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει “ ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεῖσθα ἀποκύει θάνατον·” ὑπὸ ταύτης οὖν τῆς ἐπιθυμίας κεκισσῆσθαι καὶ συνειλῆφθαι καθὰ δὴ τῶν ἁμαρτωλῶν μητρὸς ἔφησεν ὁ Δαβίδ. Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον. Τοῦ Χρυσοστόμου. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες, οὐχ οὕτως αἰσθανόμεθα. ἐπειδὰν δὲ f Ita Cod. in v. μηδεὶς, nullo lacunae indicio. γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς ἐννοίας ἐπεισέρχεται κέντρον, ἀπεναντίας ταῖς ὠδινούσαις γυναιξίν· ἐπ’ ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου, πολὺς ὁ πόνος καὶ ὠδίνες δριμεῖαι ἐπικόπτουσι ταῖς ἀλγηδόσιν αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης. ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα νοήματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες, ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ ἐδεξάμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα εἰ δὲ καὶ μέχρι τούτου ῥαθυμήσωμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν, ἀποκτεῖναι πάλιν δι’ ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατη- γορεῖν ἑαυτοῦ· οὐδὲν γὰρ οὕτως ὀλέθριον ἁμαρτίας, ὡς κατηγορία καὶ καταγνωσις. Ἡσυκίου Πρεσβυτέρου. Ὠδῖνες θανάτου αἱ τῶν ἁμαρτωλῶν ἐπιθυμίαι τυγχάνουσιν. Μῆ πλανᾶσθε ἀδελφοί μου ἀγαπητοί. πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων. “ Μὴ πλανᾶσθε νομίζοντες παρὰ Θεοῦ γίνεσθαι τοὺς πειρασμούς. ἢ τὰς λογικὰς δυνάμεις φῶτα καλεῖ, ἢ τοὺς πεφωτισμένους διὰ Πνεύματος Ἁγίου. Πάρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα. Σευήρου. Λέγοντος γάρ ἐστιν ἀκούειν τοῦ Θεοῦ, “ ἐγώ εἰμι, “ ἐγώ εἰμι καὶ οὐκ ἀλλοίωμαι··’ καὶ αὐτῷ μὲν πρόσεστι τὸ g παγίως καὶ ἀναλλοιώτως κατ’ οὐσίαν ἔχειν· τοῖς δὲ κατὰ τὸ Εὐαγγέλιον πολιτευομένοις, καὶ πρακτικῶς τὰς ἐντολὰς μετιοῦσιν ἐκ τῆς ἄνωθεν δωρεᾶς καὶ μετουσίας, τὸ ἀναλλοιώτως ἐν τοῖς κατὰ τὸν βίον ἐπιτηδεύμασι διακεῖσθαι προσγίνεται· καὶ τὸ μὴ συμβάλλεσθαι τοῖς καιροῖς. διὸ καὶ Παῦλος παρῄνει τισὶ λέγων, “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ g τῶ Cod. “ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα “ τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. Ἐπὶ μὲν γὰρ τοῦ Υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τῶν κτισμάτων καταχρηστικῶς· ἐπ’ ἐκείνου μὲν τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος· ἐπὶ δὲ τούτων, τιμῆς ἕνεκεν καὶ υἱοθεσίας· “ βουληθεὶς γάρ,’’ φησιν, “ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. μὴ τοίνυν ἡ ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ κατα- χρηστικῶς εἰρημένα κυρίως λελέχθαι νομιζέσθω. Εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχὴν τινὰ τῶν αὐτοῦ κτισματων. Ἀντὶ τοῦ πρώτους καὶ τιμιωτέρους. κτίσματα δὲ τὴν ὁρω- μένην κτίσιν φησὶν, ἧς τιμιώτερον τὸν ἄνθρωπον ἔδειξεν. ὅπου γε καὶ αὐτὴ ἡ κτίσις προσδοκᾷ τὴν ἡμετέραν σωτηρίαν, ἵνα καὶ ἡμῖν συνελευθερωθῇ. Τῷ τῆς ὁμολογίας, τῷ τῆς πίστεως. Πρωτοτόκους ἐν τοῖς οὐρανοῖς. ΚΕΦ. Β. Περὶ πραότητος καὶ ἁγνείας καὶ πράξεως ἀγαθῆς μεταδοτικῆς ἐπὶ μακαρισμῷ, καὶ περὶ ἐπιστήμης καὶ συμμετρίας λόγου. Ὥστε ἀδελφοί μου ἀγαπητοὶ, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι· βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσειαν κακίας. Τουτέστιν τὴν ἁμαρτίαν τὴν ῥυπαίνουσαν τὸν ἄνθρωπον, τὴν ὥσπερ περιττὴν οὖσαν ἐν ἡμῖν τὸ κακοὺς εἶναι· ἁλλ’ ἔξωθεν προσγίνεται ἐξ ἀμελείας τὲ καὶ τῶν εἰς τοῦτο ἡμᾶς ἐρεθιζόντων δαιμόνων, τὸ ἐνδόσιμον ἡμῶν ἐκ τῆς ἀπροαιρέτου συγκαταβάσεως ἔχον. Ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν. Ετοιμος εἰς τὸ μαθεῖν τὸ ἀγαθόν. Ἀντὶ τοῦ τὸν ἀληθῆ· τὸν τῆς ὁμολογίας δηλονότι, τὸν ἀφθάρτους ἡμᾶς γενέσθαι παρασκευάζοντα. ἐπεὶ καὶ ὁ Θεὸς ἐξ ἀρχῆς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ. Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταὶ, παραλογιζόμενοι ἑαυτούς. Ἀντὶ τοῦ λογιζόμενοι καθ’ ἑαυτούς. Καταφρονοῦντες τῆς ἑαυτῶν σωτηρίας. Ὅτι εἴτις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής. Εἴτις, φησι, γένηται λόγου μόνον ἀκροατὴς, καὶ μὴ βεβαιώσει τοῖς ἔργοις τὴν ἀκοὴν, εὐθέως καὶ τὸν λόγον ἀπόλλυσι, διαχυθεὶς γὰρ οἴχεται. Οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας, καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει ἔσται. Ὥσπερ ἐκεῖνος τὸ σῶμα ὁρᾷ, οὕτω καὶ οὗτος διὰ τοῦ νόμου ὁποῖός τις γέγονε. διὸ οὐδὲ πρόσωπον εἶπε μόνον, ἀλλὰ “ πρόσωπον “ γενέσεως.” μανθάνομεν γὰρ οἵους ἡμᾶς ἐποίησεν ὁ Θεὸς, ἀναγεννήσας διὰ λουτροῦ παλινγενεσίας· εἶτα μὴ ἐμμένοντες τῇ τοιαύτῃ θέᾳ διὰ τῶν πράξεων, καὶ τοῦ χαρίσματος λανθανόμεθα. ὁ γὰρ πράξεσιν ἑαυτὸν πονηραῖς ἐκδοὺς, οὐδὲ ὅτι εὐεργετεῖται παρὰ τοῦ Θεοῦ μνημονεύει. εἰ γὰρ ἐμνημόνευεν ὅτι ἄνωθεν ἐγεννήθη, καὶ ἐδικαιώθη, καὶ ἡγιάσθη, καὶ ἐν υἱοῖς κατελογίσθη Θεοῦ, οὐκ ἃν ἔργοις ἑαυτὸν παρεδίδου τοῖς ἀθετοῦσι τὴν χάριν. Οὐ γὰρ ἐκεῖνοι μακάριοι οἱ ἀκροαταὶ, ἀλλ’ οἱ συνάπτοντες τῇ ἀκροάσει τὴν πρᾶξιν. ἐπεὶ καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἐγένοντο ἀκροαταὶ, ἀλλ’ ἐπεὶ οὐ ποιηταὶ, οὐκέτι μακάριοι ἦσαν, ἀλλὰ παραδέδονται τῷ ὀλοθρευτῇ. Γνοὺς γὰρ ἑαυτὸν εἰκόνα Θεοῦ ὄντα, οὐ καθ’ ὁμοίωσιν Θεοῦ ἐπολιτεύσατο. Εἴτις δοκεῖ θρῆσκός εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν, ἀλλ’ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. “ Εἴ τις δοκεῖ,’’ φησιν, ἀλλ’ οὐχὶ ταῖς ἀληθείαις εἶναι· ἧ γὰρ ἃν πάντως οὐδὲ αὐτῷ τὴν γλῶσσαν ἀχαλίνωτον ἐξεπαίδευσεν· οὐδ’ ἃν αὐτοῦ διὰ κενοθρησκείας τὴν καρδίαν ἐχλεύαζε· διὸ φησὶν, “ ὁ δοκῶν ἑστάναι,’’ καὶ τὰ ἑξῆς. οὐ γὰρ δὴ τὸν ὄντως ἑστῶτα τὴν ἔμπτωσιν καθορᾶν ἐμαρτύρατο· οὗτος γὰρ κανὼν καὶ ὑπογραμμὸς θρησκείας ὀρθῆς. Τῆς θρησκείας ἡμῶν εἶναι τῆς ἐν Χριστῷ. Μὴ σπεύδων μαθεῖν ἀλλὰ διδάσκειν. Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου. Τοῦ Χρυσοστόμου. τοῦτο ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶ οἰκτείρειν. ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. οὐκ εἶπεν, ἐὰν νηστεύσητε ὅμοιοι ἐστὲ τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων παρὰ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεὸς, ἀλλὰ τί; “ γίνεσθε οἰκτίρμοωες ὡς ὁ Πατὴρ ὑμῶν “ ὁ ἐν τοῖς οὐρανοῖς·” τοῦτο Θεοῦ ἔργον· ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τι ἔχεις; “ ἔλεον θέλω,’’ φησὶ, “ καὶ οὐ θυσίαν.’’ ΚΕΦ. Γ. Περὶ τῆς πρὸς ἕκαστον ἀγάπης ἀπροσωπολήπτου κατὰ νόμον. Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Τοῦ αὐτοῦ. τινὸς ἕνεκεν σὺ μέγα φρονεῖς φησιν; ἣ διατί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμα ἐσμὲν ἅπαντες ἓν καὶ μεγάλοι καὶ μικροί; ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ αὐχίζειςh σαυτόν; τί αἰσχύνῃ τὸν ἀδελφόν; ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ. καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία. h ἀπονοιαυχίζεις Cod. Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτω- χὸς ἐν ῥυπαρᾷ ἐσθῆτι καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε αὐτῷ· σὺ Κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ· ἣ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου· οὐ διεκρίθητε ἐν ἑαυ- τοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν ; Τοῦ Χρυσοστόμου. To αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· παρ- εγένετο ὁ πένης· γενοῦ κατ’ αὐτὸν τῷ φρονήματι· μὴ μείζονα καταβάλῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πένης καὶ πλούσιος ἐν Χριστῷ. μὴ τοίνυν ἐπαισχύνῃς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ ἀπόδεξαι δία τὴν ἔνδον πίστιν. Ἀκούσατε ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς ἐξε- λέξατο τοὺς πτωχοὺς τοῦ κοσμοῦ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν ; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. Τοῦ Αὐτοῦ. Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα· οὐ δίδους τι καὶ λυ- πεῖς ; νουθετεῖτε, εἶπεν ὁ Παῦλος, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς· ὁ τὸν ἀδελφὸν αὐτοῦ νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ· οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ’ ἰδίᾳ καὶ μετὰ πολλῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος. ἀπὸ ἀδελφικῆς τοίνυν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαιρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ’ ὡς ἀλγοῦν- τες ἐπὶ τὸ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν ἐπὶ τὸ κέρδος. εἰ γὰρ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖ- νον καὶ ταλαίπωρον ; προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζεται, ὅρα πόση τῷ ὑβρίζοντι ἡ τιμωρία. παροξύνει τὸν ποιήσαντα αὐτόν· εἴπερ γάρ μοι αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διά σε, ἵνα σὺ ἔχῃς θεραπεύειν αὐτὸν, καὶ σὺ τὸν διὰ σὲ πενό- μένον ὑβρίζεις, πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον; Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς; Τοῦ Χρῦσοστόμου. Φέρετε γενναίως τὰς πλεονεξίας. ἑαυτοὺς ἀναίρουσιν ἐκεῖνοι οὐχ ἱμὰς. ὑμὰς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης στερηθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος. Ἀπολιναρίου. τοῦτο μὲν οἱ τῶν Ἰουδαίων ἄρχοντες, ἐκ τῶν καρποφοριῶν πλουτοῦντες· τοῦτο δὲ καὶ οἱ τὰ Ῥωμαίων διοικοῦντες πράγματα, εἰδωλολατροῦντες τότε. Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν γραφὴν, ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. Ὥσπερ σὺ βούλει χρῆσθαι τὸν πλησίον δικαίως καὶ φιλανθρώπως, οὕτως καὶ αὐτὸς πρᾶττε πρὸς τὸν ὁμογενῆ σου, καὶ τοῦ αὐτοῦ ὄντα Θεοῦ. φυσικὸς ὁ λογισμὸς, εἰς ὃν καὶ πάντα ὁ Σωτῆρ’ ἀνεκεφαλαιώσατο λέγων, “ ὡς θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρω- “ ποι, καὶ ὑμεῖς ποιεῖτε αὐτούς· οὕτως γάρ ἐστιν ὁ νόμος καὶ οἱ “ προφῆται. Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Τῷ μὴ τελείαν ἔχειν ἀγάπην· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν καλῶν· εἰ δὲ τῆς κεφαλῆς ἀπορεῖ, περιττὸν ἅπαν τὸ λοιπὸν σῶμα· ὅτι περὶ τούτου λέγει, δῆλον ἐκ τῆς προειργασμένης κατασκευῆς. πᾶσα γὰρ αὐτῷ ἡ κατασκευὴ περὶ τελείας ἀγάπης ἦν· τὸ δὲ οὐ μοιχεύσεις, ἀλλὰ φονεύσεις, ὑποδείγματος χάριν κεῖται, ὥστε μὴ χωλεύειν κατὰ τὸ λοιπὸν τὴν τελειότητα. Ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ, μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δὲ, γέγονας παραβάτης νόμου. Εἰ καὶ μὴ πάνυ ἁρμοδίως κεῖται ἡ προκειμένη παραγραφὴ, ἀλλ’ οὖν διὰ τὸ αὐτῆς ὠφέλιμον, ἀναγκαῖον ᾠήθην ταύτην ἐνθεῖναι. ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς τὰ προκείμενα ῥητὰ ὑπὸ Μωϋσέως εἰρημένα εἰς τελειότητα φέρων φησὶν, “ ἠκούσατε “ ὅτι ἐρρήθη τοῖς ἀρχαίοις οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ ἔνοχος “ ἔσται τῇ κρίσει· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος “ τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει. ἠκούσατε ὅτι “ ἐρρήθη, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων “ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ “ καρδίᾳ αὐτοῦ.’’ ταῦτα ἑρμηνεύων Σευῆρος ὁ Ἀντιοχείας Ἐπίσκοπος, ἐν τῷ μς΄ λόγῳ οὕτω φησίν. “ τῆς γὰρ διὰ Μώσεως “ γραφείσης νομοθεσίας “ οὐ φονεύσεις λεγούσης, Χριστὸς ὁ τοῦ “ νόμου νοῦς καὶ τοῦ ἐν αὐτῷ πνεύματος χορηγὸς τὸ “ οὐκ ὀργι- “ σθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ” διετάξατο, ταύτῃ μᾶλλον πληρῶν “ τοῦ νόμου τὸ βούλημα· τὴν γὰρ ὀργὴν ἑξῆς ὁ φόνος φύεται “ ἀνελὼν, καὶ τὸ ἐκείνῳ σπουδαζόμενον ἔπραξε· καὶ περιττὸν τὸ οὐ “ φονεύσεις ἀπέδειξεν· ἀμαυρώσας αὐτὸ διὰ τῆς μείζονος ἐπιτάσεως· “ σχολῇ γὰρ ἂν ἔλθοι πρὸς φόνον, ὁ μηδὲ ὀργισθῆναι συγχωρηθείς. “ οὕτω καὶ τὸ πρὸς ἐπιθυμίαν ἀκόλαστον ἄγον βλέμμα καταδικά- “ σὰς, τὸ “ οὐ μοιχεύσεις καὶ πεπλήρωκε, καὶ ἠφάνισε· πνευμα- “ τικὸν γὰρ ὄντα τὸν νόμον ὁ Κύριος πεπλήρωκε μὲν καινότητι “ πνεύματος, λέλυκε δὲ τῇ τοῦ γράμματος παλαιότητι· τὸ δὲ “ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ὑπάρχειν ἀφανισμοῦ’’ καὶ “ Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ· καλῶς δὲ καὶ σφόδρα εἶπε· “ ἐγγὺς ἀφανισμοῦ γεγενῆσθαι, καὶ οὐ τελείως ἠφανίσθαι· τῷ “ γὰρ πληροῦσθαι τὸν νοῦν, δοκεῖ μὲν εἶναι νόμος· ἠφανίσθαι δὲ, “ τῷ περιττὴν φανῆναι ἢ δειχθῆναι τὴν τοῦ γράμματος ἐντολήν· “ καθάπερ ἄν τις καὶ τὸν ἐκ σκιαγραφίας ἐπὶ σανίδος ἐνσημαν- “ θέντα κύκλον ἠφανίσθαι εἴποι, διὰ τῆς τῶν χρωμάτων ἐπιβολῆς. “ ἠφάνισται μὲν γὰρ τῷ μὴ διὰ τοῦ προτέρου σκιώδους σχή- “ μάτος δείκνυσθαι· μένει δὲ ὅμως τῷ λαμπροτέρῳ διὰ τῆς ἐπι- “ καλυψάσης εὐχροίας ἐκφαίνεσθαι.’’ Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. Τοῦ Χρυσοστόμου. βελτίον’ γὰρ τοῖς ῥήμασιν ὑμᾶς φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· Ἔστι μὲν περὶ κρίσεως ὀρθῆς ἡ παραίνεσις, “ νόμον δὲ ἐλευ- “ θερίας’’ λέγει τὸν νόμον τῆς δικαιοσύνης· τὸν οὕτω κρίνοντα ὡς εὑρίσκει· τοῦτο δέ φησιν ἐπειδὴ τινὲς ἁμαρτάνουσι, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ ἀποχρώμενοι, καὶ λέγοντες, ὅτι φιλάνθρωπος ὣν συγχωρεῖ· διὸ καὶ ἐπιφέρει, “ ἀνέλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι “ ἔλεος. Κατακαυχᾶται ἔλεον κρίσεως. Ἡσυκίου. Ὥσπερ τὸ ἔλαιον ἐξολισθαίνειν τοὺς ἀθλητὰς τὰς χεῖρας τῶν ἀντιδίκων ποιεῖ, οὕτως ἡ ἐλεημοσύνη τοὺς ταύτην ἀσκουμένους ἐκκλίνειν καὶ ἀποφεύγειν παρασκευάζει τοὺς δαίμονας. Τοῦ Χρυσοστ;2ομου. Ἡ ἐλεημοσύνη τέχνη τις ἀρίστη ἐστὶ καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τοῦ Θεοῦ ἐστὶ, καὶ ἀεὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἃν βούληται εὐκόλως αἰτοῦσα χάριν, μόνον ἃν μὴ ἀδικῆται παρ’ ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτῶν ἐργαζώμεθα, ὡς ἐὰν ᾐ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παρρησίαν· καὶ ὑπὲρ προσκεκρουκότων δεῖται. τοσαύτη αὐτῆς ἡ ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων· αὕτη διαρρήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ μετ’ ὀλίγα—βασίλισσα γὰρ ὄντως ἐστὶν ὁμοίως ἀνθρώπους ποιοῦσα Θεῷ· “ ἔσεσθε γάρ,’’ φησιν, “ οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν “ τοῖς οὐρανοῖς.’ ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς· πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους· ἐκεῖ “ πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ μετάφρενα ἀύτης ἐν “ χλωρότητι χρυσίου·’’ καθάπερ περιστερά τις χρυσῆ καὶ ζῶσα πέτεται· ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον· οὐδὲν ὀφθαλμοῦ ἐκείνου βέλτιον. καλός ἐστιν ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός· οὕτως ἡ ὄρνις αὕτη καλή τις ἐστὶ καὶ θαυμαστή· ἄνω διὰ παντὸς ὁρᾷ· πολλὴ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ, πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν ἔχουσα πρόσωπον, ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ ’τον θρόνον ἑστῶσα τὸν βασιλικόν. ὅταν κρινώμεθα, ἄφνω ἐφίσταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὐτῆς πτέρυξι περιβάλλουσα, ταύτην θέλει ὁ Θεὸς ἢ θυσίας. ΚΕΦ. Δ. i Ὅτι οὐκ ἐκ πίστεως μόνον, ἁλλὰ καὶ ἐξ ἔργων, καὶ οὐκ ἐκ θατέρου ἰδικῶς, ἁλλ’ ἐξ ἀμφοῖν ἅμα δικαιοῦται ἄνθρωπος. Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχη ; μὴ δύναται ἡ πίστις αὐτόν; ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνη, θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐὰν μὴ ἔργῳ δείξῃ τις ὅτι τῷ Θεῷ, περιττὴ καὶ ἡ προσηγορία· οὐ γὰρ ὁ ἁπλῶς λέγων εἶναι τοῦ Κυρίου, οὗτός ἐστι πιστὸς, ἀλλ’ ὁ οὕτως ἂγ ἀπὼν τὸν Κύριον, ὡς διὰ τὴν εἰς αὐτὸν πίστιν καὶ θανάτου κατατολμᾶν. καὶ ὅτι οὗτος τῶν προκειμένων ὁ σκοπὸς, τὰ ὑποδείγματα δηλοῦσιν· Ἀβραὰμ γάρ, φησιν, ἔργῳ ἔδειξεν ὅτι ἐπίστευσε, τῷ Θεῷ ἀνενεγκὼν εἰς ὁλοκάρπωσιν τὸν υἱὸν αὐτοῦ· ὁμοίως δὲ καὶ Ῥαὰβ πιστεύσασα, κατεφρόνησε θανάτου. ταῦτα δὲ λέγει βεβαιῶν τοὺς πιστοὺς καὶ διδάσκων ἀληθῶς εἶναι πιστοὺς, καὶ μὴ ῥήματι μόνον καὶ γλώττῃ τὸν Κύριον ἀγαπᾷν, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ· διὸ πλείοσιν ὑποδείγμασι κέχρηται εἰς τοῦτο συντείνουσι· τῷ τε τῆς ἐλεημοσύνης, καὶ τῷ τοῦ σώματος· ἀπάγων δὲ αὐτοὺς καὶ τοῦ πολλοῦ τύφου τοῦ ἐπὶ τῷ ὀνόματι, καὶ δεῖξαι βουλόμενος ὅτι ἔργῳ μὴ βεβαιοῦντες τὴν πίστιν, μάτην ὀνόματι μόνον κομπάζουσι. τὸ τῶν δαιμονίων ὑπόδειγμα τίθησι λέγων, μὴ πλέον ἔχειν αὐτοὺς τῶν δαιμονίων οὕτως διακειμένους· καὶ γὰρ ἐκεῖνοι ἐπί- i Abest et Cap. not. et tit. a Cod. N.C. supplevi e Cod. Barocc. 3. et Œcumen. στευσαν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦν, καὶ ὅτι ὁ Ἅγιος τοῦ Θεοῦ ἦν, καὶ ὅτι ἐξουσίαν εἶχεν αὐτῶν. ὅρα δὲ καὶ δι’ ἑτέρου πνευματικὴν σύνεσιν· οὐ γὰρ εἶπε, τί τὸ ὄφελος, ἐὰν πίστιν τις ἔχῃ· ἀλλὰ τί τὸ ὄφελος, ἐὰν λέγῃ τις πίστιν ἔχειν; ὡσεὶ σαφέστερον ἔλεγε, δεῖξόν μοι τὸ πρᾶγμα, ἀφ’ οὗ σοι τὴν προσηγορίαν ταύτην λογίσομαι· ἐὰν λέγῃς μὲν ἔχειν, μὴ ὀρθῶς δὲ τὸ τὴν προσηγορίαν ποιοῦν, οὐδὲ τοῦ ὀνόματός σοι μεταδώσω τῆς πίστεως. κατὰ ποίου γάρ σοι πράγματος ἡ προσηγορία τίθεται; ὥστε ἐὰν μὴ τὰ ἔργα παρῇ, οὐδὲ ἡ προσηγορία χώραν ἕξει ποτέ. Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχη ἔργα, νεκρά ἐστι καθ’ ἑαυτήν. ἀλλ’ ἐρεῖ τις, σὺ πίστιν ἔχεις, κᾀγὼ ἔργα ἔχω, δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κᾀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου· σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. Τοῦ Χρτσοστόμου. Κἂν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, βιὸν δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. οὐκοῦν ὅταν λέγη, “ καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσι σε “ τὸν μόνον ἀληθινὸν Θεὸν,” μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτηρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας καθαρωτάτης. Τοῦ Αὐυοῦ. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ, οὐκ ἔνι σωθῆναι ποτε· ἀλλ’ οὐκ ἀρκεῖ καθ’ ἑαυτὴν τοῦτο ἐργάσασθαι· ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων· “ σπου“ δάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην·“ σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνεσθαι· δεῖ γὰρ ὄντως κὰτ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευσαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθομ́εθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως; δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν— “ Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.’’ εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Περὶ τῆς μετὰ τὸ βάπτισμα πίστεως φησιν, ὅτι νεκρὰ καθέσιηκεν, ἐάν τις αὐτὴν ἄπρακτον ἔχῃ, καὶ μὴ βέβαιοι ταύτην τοῖς τῆς δικαιοσύνης ἐπιτηδεύμασιν. ἀρραβὼν γὰρ ἀγαθῆς πολιτείας ὑπάρχει τὸ βάπτισμα. καὶ γὰρ ὁ Κύριος οὐτῶ πρὸς τύπον ἡμέτερον βαπτισθεὶς ὑπὸ Ἰωάννου, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἀρχὴν δοὺς τῷ ἡμετέρῳ βαπτίσματι, πρὸς τὸ ὄρος ἄνεισι, καὶ τῆς πρὸς τὸν διάβολον πάλης ἀνέχεται, καὶ πᾶσαν αὐτοῦ προκαταλύει τὴν δύναμιν. ἡμῖν πρόγραμμα καὶ χαρακτῆρα τοῦ τύπου διδοὺς, ἐς τὸ γινώσκειν, ὡς μετὰ τὸ θεῖον λουτρὸν ἔργων δεῖ, καὶ ἀγῶνες ἡμᾶς ἀναμένουσιν, οὓς χρὴ νομίμως διελθεῖν πρὸς τὸν ἀντίπαλον, διὰ τῆς τῶν ἀρετῶν ἐπιδείξεως. Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; Ἀντιθήσει τις ἴσως καὶ ἐρεῖ· καὶ μὴν καὶ ὁ Παῦλος τὸν Ἀβραὰμ εἰς τύπον ἔλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων διὰ τῆς πίστεως· καὶ Ἰάκωβος δὲ τὸν αὐτὸν Ἀβραὰμ εἰς εἰκόνα παρέλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐκ πίστεως μόνης ἀλλὰ καὶ ἐξ ἔργων βεβαιούντων τὴν πίστιν. πῶς οὖν οὐκ ἐναντία ταῦτα; καὶ πῶς ὁ αὐτὸς Ἀβραὰμ καὶ τῆς ἀπράκτου καὶ τῆς μετὰ τῶν ἔργων πίστεως ἐστὶν εἰκών; ἀλλ’ ἕτοιμον ἐκ τῶν θείων γραφῶν τὴν λύσιν ἐπαγαγεῖν. ὁ γὰρ εἷς Ἀβραὰμ τοῖς χρόνοις διαστελλόμενος ἑκατέρας πίστεως ἐστὶν εἰκών· καὶ τῆς πρὸ τοῦ βαπτίσματος, τῆς μὴ ἐπιζητούσης ἔργα, μόνον δὲ τὴν ὁμολογίαν καὶ τὸ ῥῆμα τῆς σωτηρίας, ᾧτ’ δικαιούμεθα πιστεύοντες εἰς Χριστὸν, καὶ τῆς μέτα τὸ βάπτισμα, τῆς συνεζευγμένης τοῖς ἔργοις. οὕτως οὐκ ἐναντίον φαίνεται τὸ ἐν τοῖς Ἀποστόλοις ἓν καὶ τὸ αὐτὸ λαλῆσαν Πνεῦμα· πέρι τε τῆς πρὸ τοῦ βαπτίσματος πίστεως· τῆς μὲν δι’ ὁμολογίας ψιλῆς καὶ ἀπράκτου, δικαιούσης τὸν προσερχόμενον, ἱκανὸν ἔχοντα σωτηρίας ἐφόδιον τὸ θεῖον λουτρὸν, εἴγε παραχρῆμα μετασταίη τοῦ βίου· τῆς δὲ, τὸν ἤδη βεβαπτισμένον, ἀπαιτούσης καὶ ἀγαθῶν ἔργων ἐπίδειξιν, καὶ πρὸς ἕτερον μέτρον ἀναγούσης αὐτόν· διὸ καὶ ἁρμοδίως ἄγαν ὁ Ἰάκωβος ἔφη περὶ αὐτῆς, “ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.’’ καὶ γὰρ καὶ ὁ Παῦλος συνᾴδει λέγων αὐτῷ ἑτέρωθι, διδάσκων τὴν μετὰ βάπτισμα πίστιν, τὴν διὰ τῶν ἔργων τελείωσιν ἀπαιτεῖν· λέγει γὰρ, “ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις “ δι’ ἀγάπης ἐνεργουμένη. ἡ δὲ ἀγάπη πολλῆς φιλοσοφίας δεῖται εἰς τὸ πληρωθῆναι. Κυρίλλου ἘΚ τῆσ πρὸσ Ῥωμαίουσ Ἐπιστολῆσ. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξ ἔργων δικαιῶσθαι ἀνενεγκόντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον· ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, “ ὅτι ἐν τῷ Ἰσαὰκ μέλλει τὸ “ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα, λογισάμενος ὅτι καὶ ἐκ “ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.” ὅμως ὁ Παῦλος μάρτυρα ἰδίων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον Δαβὶδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν, καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς. βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη. Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμους ἐρρῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης. Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος τοῦ Θεοῦ ἐκλήθη. ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον· Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ δεσπότην. Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; Σευηπιανοῦ Ἐπισκόπου Γαβάλων. Ἄκουε τῆς μαρτυρούσης αὐτῇ τὰ κατορθώματα· ἢν ἐν πορνείᾳ μαργαρίτης· ἐν βορβόρῳ πεφυρμένος χρυσὸς, ἐν πηλῷ διερριμμένος· ἄνθος εὐσεβείας ἀκάνθοις κεχωσμένον· εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατακέκλειστο. “ Τοὺς ἀγγέλους,’’ κατασκόπους. Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς τοῦ πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. τὴν ψυχὴν λέγει. Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν φιλονεικίαν τῶν μὴ βουλομένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρίμα μέγα ἐπιτιθείς. ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέλειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλιναγωγῆσαι. εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λόγων ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἔων. Πόλλα γὰρ πταίομεν ἅπαντες. Σευήρου. Εἰ γὰρ “ πολλὰ πταίομεν ἅπαντες,” ὥς που ἔφη τῶν Χριστοῦ μαθητῶν, δεῖ τὰς ἀντιρρόπους πράξεις ἀγαθὰς ἐπιτηδεύειν ἡμᾶς, δυναμένας ἐξιλεοῦσθαι τὸν πάντων κριτὴν καὶ Θεὸν, ἐν οἷς ἀσθενήσαντες ὡς ἄνθρωποι τοῖς πάθεσιν ὑπεκλίθημεν, καὶ μὴ ἀπογνῶναι τῆς ἡμετέρας σωτηρίας.