ΚΕΦ. Δ. i Ὅτι οὐκ ἐκ πίστεως μόνον, ἁλλὰ καὶ ἐξ ἔργων, καὶ οὐκ ἐκ θατέρου ἰδικῶς, ἁλλ’ ἐξ ἀμφοῖν ἅμα δικαιοῦται ἄνθρωπος. Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχη ; μὴ δύναται ἡ πίστις αὐτόν; ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνη, θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐὰν μὴ ἔργῳ δείξῃ τις ὅτι τῷ Θεῷ, περιττὴ καὶ ἡ προσηγορία· οὐ γὰρ ὁ ἁπλῶς λέγων εἶναι τοῦ Κυρίου, οὗτός ἐστι πιστὸς, ἀλλ’ ὁ οὕτως ἂγ ἀπὼν τὸν Κύριον, ὡς διὰ τὴν εἰς αὐτὸν πίστιν καὶ θανάτου κατατολμᾶν. καὶ ὅτι οὗτος τῶν προκειμένων ὁ σκοπὸς, τὰ ὑποδείγματα δηλοῦσιν· Ἀβραὰμ γάρ, φησιν, ἔργῳ ἔδειξεν ὅτι ἐπίστευσε, τῷ Θεῷ ἀνενεγκὼν εἰς ὁλοκάρπωσιν τὸν υἱὸν αὐτοῦ· ὁμοίως δὲ καὶ Ῥαὰβ πιστεύσασα, κατεφρόνησε θανάτου. ταῦτα δὲ λέγει βεβαιῶν τοὺς πιστοὺς καὶ διδάσκων ἀληθῶς εἶναι πιστοὺς, καὶ μὴ ῥήματι μόνον καὶ γλώττῃ τὸν Κύριον ἀγαπᾷν, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ· διὸ πλείοσιν ὑποδείγμασι κέχρηται εἰς τοῦτο συντείνουσι· τῷ τε τῆς ἐλεημοσύνης, καὶ τῷ τοῦ σώματος· ἀπάγων δὲ αὐτοὺς καὶ τοῦ πολλοῦ τύφου τοῦ ἐπὶ τῷ ὀνόματι, καὶ δεῖξαι βουλόμενος ὅτι ἔργῳ μὴ βεβαιοῦντες τὴν πίστιν, μάτην ὀνόματι μόνον κομπάζουσι. τὸ τῶν δαιμονίων ὑπόδειγμα τίθησι λέγων, μὴ πλέον ἔχειν αὐτοὺς τῶν δαιμονίων οὕτως διακειμένους· καὶ γὰρ ἐκεῖνοι ἐπί- i Abest et Cap. not. et tit. a Cod. N.C. supplevi e Cod. Barocc. 3. et Œcumen. στευσαν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦν, καὶ ὅτι ὁ Ἅγιος τοῦ Θεοῦ ἦν, καὶ ὅτι ἐξουσίαν εἶχεν αὐτῶν. ὅρα δὲ καὶ δι’ ἑτέρου πνευματικὴν σύνεσιν· οὐ γὰρ εἶπε, τί τὸ ὄφελος, ἐὰν πίστιν τις ἔχῃ· ἀλλὰ τί τὸ ὄφελος, ἐὰν λέγῃ τις πίστιν ἔχειν; ὡσεὶ σαφέστερον ἔλεγε, δεῖξόν μοι τὸ πρᾶγμα, ἀφ’ οὗ σοι τὴν προσηγορίαν ταύτην λογίσομαι· ἐὰν λέγῃς μὲν ἔχειν, μὴ ὀρθῶς δὲ τὸ τὴν προσηγορίαν ποιοῦν, οὐδὲ τοῦ ὀνόματός σοι μεταδώσω τῆς πίστεως. κατὰ ποίου γάρ σοι πράγματος ἡ προσηγορία τίθεται; ὥστε ἐὰν μὴ τὰ ἔργα παρῇ, οὐδὲ ἡ προσηγορία χώραν ἕξει ποτέ. Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχη ἔργα, νεκρά ἐστι καθ’ ἑαυτήν. ἀλλ’ ἐρεῖ τις, σὺ πίστιν ἔχεις, κᾀγὼ ἔργα ἔχω, δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κᾀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου· σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι. Τοῦ Χρτσοστόμου. Κἂν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, βιὸν δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. οὐκοῦν ὅταν λέγη, “ καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσι σε “ τὸν μόνον ἀληθινὸν Θεὸν,” μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτηρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας καθαρωτάτης. Τοῦ Αὐυοῦ. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ, οὐκ ἔνι σωθῆναι ποτε· ἀλλ’ οὐκ ἀρκεῖ καθ’ ἑαυτὴν τοῦτο ἐργάσασθαι· ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων· “ σπου“ δάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην·“ σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνεσθαι· δεῖ γὰρ ὄντως κὰτ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευσαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθομ́εθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως; δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν— “ Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.’’ εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων. Περὶ τῆς μετὰ τὸ βάπτισμα πίστεως φησιν, ὅτι νεκρὰ καθέσιηκεν, ἐάν τις αὐτὴν ἄπρακτον ἔχῃ, καὶ μὴ βέβαιοι ταύτην τοῖς τῆς δικαιοσύνης ἐπιτηδεύμασιν. ἀρραβὼν γὰρ ἀγαθῆς πολιτείας ὑπάρχει τὸ βάπτισμα. καὶ γὰρ ὁ Κύριος οὐτῶ πρὸς τύπον ἡμέτερον βαπτισθεὶς ὑπὸ Ἰωάννου, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἀρχὴν δοὺς τῷ ἡμετέρῳ βαπτίσματι, πρὸς τὸ ὄρος ἄνεισι, καὶ τῆς πρὸς τὸν διάβολον πάλης ἀνέχεται, καὶ πᾶσαν αὐτοῦ προκαταλύει τὴν δύναμιν. ἡμῖν πρόγραμμα καὶ χαρακτῆρα τοῦ τύπου διδοὺς, ἐς τὸ γινώσκειν, ὡς μετὰ τὸ θεῖον λουτρὸν ἔργων δεῖ, καὶ ἀγῶνες ἡμᾶς ἀναμένουσιν, οὓς χρὴ νομίμως διελθεῖν πρὸς τὸν ἀντίπαλον, διὰ τῆς τῶν ἀρετῶν ἐπιδείξεως. Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; Ἀντιθήσει τις ἴσως καὶ ἐρεῖ· καὶ μὴν καὶ ὁ Παῦλος τὸν Ἀβραὰμ εἰς τύπον ἔλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων διὰ τῆς πίστεως· καὶ Ἰάκωβος δὲ τὸν αὐτὸν Ἀβραὰμ εἰς εἰκόνα παρέλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐκ πίστεως μόνης ἀλλὰ καὶ ἐξ ἔργων βεβαιούντων τὴν πίστιν. πῶς οὖν οὐκ ἐναντία ταῦτα; καὶ πῶς ὁ αὐτὸς Ἀβραὰμ καὶ τῆς ἀπράκτου καὶ τῆς μετὰ τῶν ἔργων πίστεως ἐστὶν εἰκών; ἀλλ’ ἕτοιμον ἐκ τῶν θείων γραφῶν τὴν λύσιν ἐπαγαγεῖν. ὁ γὰρ εἷς Ἀβραὰμ τοῖς χρόνοις διαστελλόμενος ἑκατέρας πίστεως ἐστὶν εἰκών· καὶ τῆς πρὸ τοῦ βαπτίσματος, τῆς μὴ ἐπιζητούσης ἔργα, μόνον δὲ τὴν ὁμολογίαν καὶ τὸ ῥῆμα τῆς σωτηρίας, ᾧτ’ δικαιούμεθα πιστεύοντες εἰς Χριστὸν, καὶ τῆς μέτα τὸ βάπτισμα, τῆς συνεζευγμένης τοῖς ἔργοις. οὕτως οὐκ ἐναντίον φαίνεται τὸ ἐν τοῖς Ἀποστόλοις ἓν καὶ τὸ αὐτὸ λαλῆσαν Πνεῦμα· πέρι τε τῆς πρὸ τοῦ βαπτίσματος πίστεως· τῆς μὲν δι’ ὁμολογίας ψιλῆς καὶ ἀπράκτου, δικαιούσης τὸν προσερχόμενον, ἱκανὸν ἔχοντα σωτηρίας ἐφόδιον τὸ θεῖον λουτρὸν, εἴγε παραχρῆμα μετασταίη τοῦ βίου· τῆς δὲ, τὸν ἤδη βεβαπτισμένον, ἀπαιτούσης καὶ ἀγαθῶν ἔργων ἐπίδειξιν, καὶ πρὸς ἕτερον μέτρον ἀναγούσης αὐτόν· διὸ καὶ ἁρμοδίως ἄγαν ὁ Ἰάκωβος ἔφη περὶ αὐτῆς, “ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.’’ καὶ γὰρ καὶ ὁ Παῦλος συνᾴδει λέγων αὐτῷ ἑτέρωθι, διδάσκων τὴν μετὰ βάπτισμα πίστιν, τὴν διὰ τῶν ἔργων τελείωσιν ἀπαιτεῖν· λέγει γὰρ, “ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις “ δι’ ἀγάπης ἐνεργουμένη. ἡ δὲ ἀγάπη πολλῆς φιλοσοφίας δεῖται εἰς τὸ πληρωθῆναι. Κυρίλλου ἘΚ τῆσ πρὸσ Ῥωμαίουσ Ἐπιστολῆσ. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξ ἔργων δικαιῶσθαι ἀνενεγκόντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον· ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, “ ὅτι ἐν τῷ Ἰσαὰκ μέλλει τὸ “ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα, λογισάμενος ὅτι καὶ ἐκ “ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.” ὅμως ὁ Παῦλος μάρτυρα ἰδίων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον Δαβὶδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν, καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς. βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη. Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμους ἐρρῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης. Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος τοῦ Θεοῦ ἐκλήθη. ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον· Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ δεσπότην. Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; Σευηπιανοῦ Ἐπισκόπου Γαβάλων. Ἄκουε τῆς μαρτυρούσης αὐτῇ τὰ κατορθώματα· ἢν ἐν πορνείᾳ μαργαρίτης· ἐν βορβόρῳ πεφυρμένος χρυσὸς, ἐν πηλῷ διερριμμένος· ἄνθος εὐσεβείας ἀκάνθοις κεχωσμένον· εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατακέκλειστο. “ Τοὺς ἀγγέλους,’’ κατασκόπους. Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς τοῦ πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. τὴν ψυχὴν λέγει. Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα. Τοῦ Χρυσοστόμου. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν φιλονεικίαν τῶν μὴ βουλομένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρίμα μέγα ἐπιτιθείς. ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέλειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλιναγωγῆσαι. εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λόγων ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἔων. Πόλλα γὰρ πταίομεν ἅπαντες. Σευήρου. Εἰ γὰρ “ πολλὰ πταίομεν ἅπαντες,” ὥς που ἔφη τῶν Χριστοῦ μαθητῶν, δεῖ τὰς ἀντιρρόπους πράξεις ἀγαθὰς ἐπιτηδεύειν ἡμᾶς, δυναμένας ἐξιλεοῦσθαι τὸν πάντων κριτὴν καὶ Θεὸν, ἐν οἷς ἀσθενήσαντες ὡς ἄνθρωποι τοῖς πάθεσιν ὑπεκλίθημεν, καὶ μὴ ἀπογνῶναι τῆς ἡμετέρας σωτηρίας. ΚΕΦ. Ε. Οτι ἡ προπετὴς καὶ ἄτακτος γλῶττα θανατοῖ τὸν κεκτημένον· ἧς κρατεῖν ἀνάγκη εἰς εὐφημίαν καὶ δόξαν Θεοῦ. Εἴτις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Κυρίλλου. βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαι ποτε· ἡγεῖσθαι δὲ μᾶλλον τοῦ παντὸς ἄξιον λόγον, εὐηγορεῖν εἰδέναι καὶ λαλεῖν τὰ παντὸς ἐπαίνου μεστά. χρῆμα δὴ οὖν πρεπωδέστατον ὅτι μάλιστά γε ἐν τοῖς εὐζωεῖν ᾑρημένοις τὸ λαλεῖν σοφίαν· ἀπόβλητον γὰρ ἁγίοις τὸ μωρολογεῖν, καὶ ’ς κομιδῆ τὸ κεχρῆσθαί τισιν ἣ εὐτραπελίαις, ἤγουν αἰσχρορημοσύναις, αἳ οὐκ ἀνῆκον, καθά φησιν, ὁ πάνσοφος Παῦλος· φίλον δὲ αὐτοῖς καὶ διὰ σπουδῆς γεγόνασι τούτου εὐηγορεῖν· διαμέμνηται γὰρ κατὰ τὸ εἰκὸς τῆς ἁγίας λεγούσης γραφῆς· “ ὁ “ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκού- “ ουσι.’’ Καὶ πάλιν—ἀποδέχεται μὲν ἡ θεόπνευστος γραφὴ τὸ ἐπιεικὲς εἰς λόγους, καταψέγει δὲ μάλα εἰκότως τῆς γλώσσης τὸ ἀκρατές. ἔφη μὲν γὰρ “ εἴτις ἐν λόγῳ οὐ πταίει, “ τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.” ψάλλει δέ που καὶ Δαβὶδ, “ θοῦ, Κύριε, φυλακὴν τῷ στόματι “ μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Καὶ πάλιν— “ Εἶτα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ “ μου.’’ ἀρίστη γὰρ φυλακὴ τὸ ἄπταιστον ἔχειν τὴν γλῶσσαν. Ἴδου τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα μετάγομεν αὐτῶν. ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἃν ἡ ὁρμὴ τοῦ εὐθόνοντος βούληται. Ἔτι καὶ ταῦτα περὶ τοῦ μὴ δεῖν ὡς ἔτυχε τὴν γλῶσσαν κινεῖν. λέγει οὖν ὅτι εἰ χαλινῷ θράσος ἵππου ἀνακόπτομεν, καὶ πηδαλίῳ μικρῷ ὁρμὴν πλοίου μεταφέρομεν, πολλῷ μᾶλλον τὴν γλῶτταν D 2 εἰς τὸ εὖ ἔχον τῷ ὀρθῷ λόγῳ μετάγειν ὀφείλομεν. τὸ γὰρ “ οὕτω “ καὶ ἡ γλῶττα” τοῦτο σημαίνει, ὅτι οὕτως ὀφείλει καὶ ἡ γλῶττα μετάγεσθαι ἐπὶ τὸν ὀρθὸν λόγον, ἀλλ’ οὐ τοῦτο ποιεῖν ὃ ποιεῖ μικρά τις οὖσα μεγαλαυχεῖ· διὸ καὶ μεγάλην ἡμῖν ἀνακαινιεῖ πυρὰν, τὴν ἀδικίαν κοσμοῦσα διὰ τοῦ συνηγορεῖν αὐτῇ, “ καὶ ὅλον “ ἡμῶν σπιλοῦσα τὸ σῶμα, καὶ ἀνάπτουσα ἡμῖν τὸν τροχὸν τῆς “ γεέννης·” τουτέστι καὶ ἐκκαίουσα καὶ κατατρέχειν ἡμῶν ποιοῦσα τὸ πῦρ· ἀλλὰ καὶ αὐτή, φησι, φλογίζεται ὑπὸ τῆς γεέννης. πῶς γὰρ οὐ φλογίζεται δεσμουμένων τῶν ἀσεβῶν χεῖρας καὶ πόδας, καὶ βαλλομένων εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. διὰ τοῦτο καὶ ὁ Ψαλμῳδὸς ἐβόα· “ θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου·” ἵνα μὴ πάθῃ ὅπερ ἡ γλῶττα τοῦ πλουσίου φλεγομένη οὐδεμιᾶς ἔτυχε παραμυθίας. Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ· ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει· καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. Τοῦ Χρυσοστόμου. Οὐκοῦν πλέον τῆς γλώσσης φύλαττε τὴν κόρην· ἵππος ἐστι βασιλικὸς ἡ γλῶσσα· ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾶν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται. Ἰησοῦ υἱοῦ Σιράχ. Πολλοὶ ἔπεσον ἐν στόματι μαχαίρας· καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλώσσης. μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, καὶ τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· ὁ γὰρ ζυγὸς αὐτῆς, ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκοῖ—καὶ τὰ ἑξῆς. Οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης. Τοῦτέστι τὸν τροχὸν τῆς ζωῆς ἡμῶν· οὐ γὰρ εἶπεν ὅτι ὁ τροχὸς σπίλοῖ τὴν γλῶσσαν, ἀλλ’ ἡ γλῶσσα τὸν τροχὸν, τὸν τροχοειδῆ δηλονότι χρόνον. τὴν γὰρ προαίρεσιν αἰτιᾶται, καὶ τὴν προπέτειαν ἀναστέλλει· ὑφ’ ἧς ὁ βίος ἡμῶν ἐκτραχύνεται, καὶ μυρίαις ἀνωἀνωμαλίαις ὑποπίπτει· διὸ καὶ ἐπήγαγε· “ καὶ φλογιζομένη ὑπὸ “ τῆς γεέννης·” οὐκ ἃν τοῦτο προσθεῖσα· εἴγε ἄκουσα ἡ γλῶσσα ἐκινεῖτο. ὅτι δὲ τροχὸν τὸν χρόνον ἐκάλεσε διὰ τὸ τροχοειδὲς καὶ κυκλικὸν σχῆμα, εἰς ἑαυτὸν γὰρ ἑλίττεται, ἐγγυᾶται ὁ μελῳδὸς, στέφανον αὐτὸν καλέσας καὶ εἰπὼν πρὸς τὸν Θεὸν, “ εὐλόγησον “ τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.’’ κἀνταῦθα γὰρ ἀπὸ τοῦ κυκλικοῦ σχήματος στέφανος εἰκότως ὁ χρόνος ὠνόμασται. Διττή, μοι δοκεῖ, τὴν μὲν πιθανεστέραν, τὴν δὲ δεινοτέραν καὶ πικροτέραν, ἑρμηνείαν ἔχειν τὸ παρά σου ζητηθέν· “ ἡ γλῶσσα “ πῦρ, ὁ κόσμος τῆς ἀδικίας.’’ μάλιστα μὲν ἐπειδὴ εὔστροφος οὖσα καὶ ῥᾴστη εὐχερῶς πολλὰ δρᾷ, λαλοῦσα κακά· καὶ γὰρ καὶ κατηγορεῖ, καὶ ἐπιορκεῖ, καὶ ψεύδεται, καὶ ψευδομαρτυρεῖ, καὶ πολλοὺς ἀδίκως εἰς πῦρ βάλλει, καὶ εἰς ξίφος καὶ εἰς πέλαγος ὠθεῖ. κόσμον δὲ οἶδε καλεῖν ἡ γραφὴ τὸ πλῆθος· “ ὁ κόσμος γάρ,’’ φησι, “ αὐτὸν οὐκ ἔγνω,” τουτέστι τὸ πλῆθος. ἡ γλῶσσα οὖν, φησι, πῦρ ἐστι, πλῆθος ἀδίκως κατακαίουσα, ἣ πλήθους πυρὸς ἀδίκου δοχεῖον. ἐπειδὴ δὲ πολλοὶ τῇ κακίᾳ συμπράττοντες, καὶ τὴν ἀδικίαν σεμνύνοντες, δεινότατοι ὄντες ῥητορεύειν ἐπὶ πράξεσι πονηραῖς καὶ παρανόμοις, λόγων εὐπρέπειαν ἐχόντων οὐκ ἀπψπυροπῦντες λανθάνουσι κα· ἑαυτῶν τὴν ψῆφον τιθέμενοι, καὶ δεῖγμα τῆς ἑαυτῶν προαιρέσεως, τῆς ἐπὶ τὰ φαῦλα ῥεπούσης, διὰ τῶν λόγων τούτων ἐκφέρουσιν· ἴσως στηλιτεύων αὐτοὺς τοῦτο ἔφη, “ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ” ὡσανεὶ ἔλεγεν, ὁ τῆς εὐγλωττίας πυρσὸς, ὅταν τοὺς μεγάλα πταίοντας κοσμεῖ, ἐγκαλλώπισμα δοκεῖ τῆς ἀδικίας. χρὴ τοιγαροῦν τῇ δεινότητι κεχρῆσθαι, οὐ πρὸς τὸ τὴν ἀδικίαν κοσμεῖν, ἀλλὰ πρὸς τὸ τὴν ἀρετὴν σεμνύνειν, τὴν καὶ χωρὶς λόγων ὑπέρλαμπρον. Τοῦ ἁγίου Βασιλείου. Εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον ἐντολὴν τῆς ζωῆς· “ ὁ γὰρ ἀγαπῶν με, φησι, “ τὰς ἐντολάς μου “ τηρήσει· πρώτη δὲ ἐντολὴ, “ παῦσον τὴν γλῶσσαν σου ἀπὸ “ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· σχεδὸν γὰρ προχειροτάτη· καὶ πολύτροπος ἡ ἁμαρτία ἡ διὰ γλώσσης ἐστιν ἐνεργουμένη, ἐν ὀργαῖς, ἐν ἐπιθυμίαις, ἐν ὑποκρίσεσιν, ἐν δίκαις, ἐν ἀπάταις· καὶ τι δεῖ παντὶ τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώττης ἁμαρτανομένων; ἐξ αὐτῆς γὰρ αἰσχρολογίαι, εὐτραπελίαι, μωρολογίαι, τὰ οὐκ ἀνήκοντα καταλαλιαὶ, λόγος ἀργὸς, ἐπιορκίαι, ψευδομαρτυρίαι, ταῦτα πάντα τὰ κακὰ καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστι δημιουργήματα. ἐπεὶ οὖν ”ἐκ τῶν λόγων σου ”δικαιώθησῃ,“ παῦσον τὴν γλῶσσαν σου ἀπὸ κακοῦ, καὶ χείλη σου μὴ λαλῆσαι δόλον·” ἀντὶ τοῦ, ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακονίαν τοῦ λόγου σοι δεδομένον, σχολάζειν ἀπὸ τῆς πονηρᾶς ἐργασίας ποίησον. Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῆ φύσει τῇ ἀνθρωπίνη. Ἐπὶ μὲν τῆς γλώσσης καταδρομή· μεταφέρει δὲ τὸν λόγον πρὸς ἄλλο, δεικνὺς αὐτῆς τὸ κακόν. λέγει οὖν ὡς ἄτοπον, πάντων μὲν ἡμᾶς κρατεῖν χερσαίων τε καὶ ἀερίων καὶ ἐναλίων, τῆς δὲ οἰκείας γλώττης μὴ κρατεῖν. Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου. “Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι,’’ οὐ γὰρ ὡς ἀποφαινόμενος μὴ δυνατὸν εἶναι, ἀλλ’ ὡς ἐρωτῶν ὁ Χριστοῦ μαθητὴς ἔφησε τοῦτο· ὥστε ὡς δυνατὸν ἀναγνωστέον, καὶ μὴ ὡς ἀδύνατον νοητέον. καί μοι μικρὸν ἄνωθεν τῶν γεγραμμένων λαβόμενος, γνῶθι σαφῶς τὸ λεγόμενον· “ πᾶσα γάρ, φησι, καὶ τὰ ἑξῆς· πῶς οὖν τούτων πάντων δαμαζομένων ἀδάμαστος ἡ γλῶσσα; “ πᾶσα φῦσις’’ εἶπε· τὸ δὲ “ πᾶσα ” καὶ αὐτῆς τῆς γλώττης ἐστὶ περιληπτικόν· εἰ δὲ ἀνοίκειαk τῆς ἑαυτοῦ φύσεως ὁ ἄνθρωπος δαμάζει θηρία, πόσῳ μᾶλλον τὸ τῆς ἑαυτοῦ φύσεως μέλος εὐχερῶς δαμάσαιεν τὴν γλῶσσαν; ἀλλ’ ὡς τῶν πρὸ τούτου καὶ μετὰ τούτῶν γεγραμμένων ἀκούσωμεν· “ τὴν γλῶσσαν, ” φησὶν, ” οὐδεὶς “ δύναται ἀνθρώπων δαμάσαι, καὶ τὰ ἑξῆς· εἶτα ἐμφαῖνον ὡς ῥᾴδιον εἴη πρὸς τὸ δοκοῦν τῆς φωνῆς ἄξαι τὸ πλῆκτρον, ἐπάγει λέγων· “ οὐ χρὴ, ἀδελφοὶ, ταῦτα οὕτως γίνεσθαι. τι λέγεις; τί παραινεῖς τὰ ἀδύνατα; εἰ γὰρ οὐδεὶς δύναται δαμάσαι, διατί μὴ δεῖν ταῦτα γενέσθαι; ἀνέφικτα γάρ τις προσταχθεὶς, ἀπειθήσας ἀναίτιος· ἀλλ’ ἐπειδὴ φησὶ “ δύναται,’’ τούτου χάριν εἶπον, οὐ χρὴ ταῦτα οὕτως γενέσθαι· εἰ γὰρ ἀνίκητον γλῶσσα, πῶς ὑπὸ κ ἀνοίκια Cod. Παύλου νενίκηται; πῶς τὰ βλάσφημα χείλη γέγονε θεολογικά; πῶς ἣν ἠκόνησε κατὰ Χριστοῦ λοιδορίαις, ταύτην ἐπλήρωσε ταῖς ὑπὲρ Χριστοῦ ῥητορίαις; Τοῦ Χρυσοστόμορ. Μαχαιρᾶ ἐστιν ἡ γλῶσσα ἠκονημένη. ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα· ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμωμεν. Ἡσυκίου. Καθάπερ γὰρ ἡ ῥομφαία ἑτοιμοτέρα πρὸς τομὴν ἃν ἀκονηθῇ, καὶ ὀξυτέρα πρὸς ἀναίρεσιν γίνεται, οὕτως ἡ γλῶσσα δυσχερὴς καὶ καθ’ ἑαυτὴν εἰς τὸ ἡρεμεῖν τυγχάνουσα καὶ δυσκά- θεκτος, τότε χαλεπωτέρα γίνεται, ὅταν παρὰ τῶν πονηρῶν συκοφαντεῖν καὶ λοιδορεῖν καὶ διαβάλλειν ἐθίζηται. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας· ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Πόρρω ταῦτα τῶν Χριστοῦ μαθητῶν τῶν ἐπιεικῶν καὶ προσηνῶν· τοῦ στόματος τοῦ καταξιουμένου τοιαύτης μυσταγωγίας, μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς ἡ τῷ θείῳ προσομιλοῦσα στόματι γλῶσσα· καθαρὰν αὐτὴν φυλάττωμεν· μὴ ἀρὰς δι’ αὐτῆς προσφέρωμεν. εἰ γὰρ λοίδοροι οὐ κληρονομήσουσι βασιλείαν, πολλῷ μᾶλλον οἱ κατευχόμενοι. ἀνάγκη γὰρ ὑβρίζειν τὸν εὐχόμενον. ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· προσέρχῃ τὸν Θεὸν, ἵλεων ποιῆσαι, καὶ ἑτέροις κατεύχῃ; ἐὰν μὴ ἀφῇς, οὐκ ἀφηθήσεταί σοι. Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι· μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ πικρὸν καὶ γλυκύ; μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαιὰς ποιῆσαι, ἣ ἄμπε- λος σύκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ ποιῆσαι ὕδωρ. Φίλαρχοι ὄντες καὶ τῇ σοφίᾳ τοῦ κόσμου αὐχοῦντες, καὶ κατ’ ἔριν καὶ ζῆλον τῶν ὀρθῶν διδασκάλων ἐκήρυττον, ὀχλαγωγοῦντες ἁπλῶς, καὶ φθόνον πρὸς τούτους ἔχοντες, καὶ παραμίγννντες τοῖς θείοις ἀνθρώπινα· ἵνα τῇ καινότητι τῶν λεγομένων ἐπισπῶνται τοὺς ἀκούοντας. ὅθεν καὶ αἱρέσεις ἐξῆλθον. ταύτας οὖν τὰς διδασκαλίας ἀπαγορεύει· ἅτε καὶ ἐκ σοφίας οὐ θείας ἀλλὰ δαιμονιώδου,ς γινομένας· ταῦτα δὲ εἶπε προσεπαινέσας τὸ ἀγαθὸν διδάσκον, ἐκ πραότητος λόγων αὐτοῦ τὴν σοφίαν, καὶ ἔργων χρηστῶν. * Περὶ ἀναστροφῆς ἀγαθῆς καὶ ἀμάχου πρὸς ἀλλήλους ἐκ φιλοδοξίας ἐπὶ σοφίᾳ1 ἀνθρωπίνη. Σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ, ἐν πρᾳΰτητι σοφίας. εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῆ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχικὴ, δαιμονιώδης· ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Τοῦ Χρυσοστόμου. Ἐκκαθαίρομεν τὸν ῥύπον ἀπὸ τῶν ψυχῆς ὤτων. καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὠτα τῆς σαρκὸς, οὕτω καὶ τὰ βιωτικὰ διηγήματα καὶ παχέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς διανοίας τὴν ἀκοὴν, μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκάθαρτον ποιεῖ. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος καὶ ἀνυπόκριτος. καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνη σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Μῆ διακρίνουσα παρατηρήσεις βρωμάτων καὶ διαφόρων βαπτισμάτων. ἀκριβῶς δὲ περὶ τούτων ἐν τῇ πρὸς Κολοσσαεῖςm διαλέγεται ὁ Παῦλος.