ΚΕΦ. Θ. Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα καὶ τὴν πόλιν, κοὶ τὴν ζωὴν κοὶ τὴν ἱερωσύνην. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· βουλόμενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς καινῆς καὶ τῆς παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει καὶ ἀκροβολίζεται, καὶ προγυμνάζει τὰς ἀκοὰς τῶν ἀκροατῶν· εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιμίου τοῦτο κατεβάλετο εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ, κἀκείνοις μὲν πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ διὰ τοῦ Υἱοῦ· εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς, εἴη καὶ τί ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτι ἀρχιερεὺς ἐστὶ κατὰ τὸν Μελχισεδὲκ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσιν, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαρρεῖν, τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον, ἀκμαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἃν εὐκόλως ἀκούσειεν· καὶ ἵνα μάθης, ἄκουε τῆς γραφῆς λεγούσης, “ καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν “ ωγοψυχίαν,” διὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, τότε λοιπὸν κάτεισιν εἰς τὸν περὶ τῆς διαφορᾶς λόγον· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῶ τύπω δείκνυσι πολλὴν οὖσαν τὴν διαφοραν· ὅπερ γὰρ εἰπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν ἀπὸ τῶν παρελθόντων, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. m ἄη εὐνόμου Cod. Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὃς συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης. Σεδὲκ γὰρ δικαιοσύνη λέγεται, μελχὰ δὲ, βασιλεὺς, Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης. ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν ἀκρίβειαν; τίς ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ’ ἣ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ ἀπὸ τῆς πόλεως, τουτέστι, βασιλεὺς εἰρήνης, ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησεν τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Επειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ “ σὺ εἶ ἱερεὺς εἰς τὸν “ αἰῶνα, ” ὅρα πῶς αὐτὸ τεθεώρηκε, καὶ τίς τοῦτο εἴποι ἃν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι, φησὶ, λέγω, τουτέστιν, οὐκ ἴσμεν ποτὲ, τινὰ πατέρα ἔσχεν, οὔτε τίνα μητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε· πῶς; τοῦ μὴ ἐμφέρεσθαι· καὶ τί τοῦτο; ὅτι ὥσπερ οὗτος τῷ μὴ γενεαλογεῖσθαι, οὕτω καὶ ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος· ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον· ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος διὰ τὸ μὴ γεγράφθαι, οὕτως οὐκ ἴσμεν τοῦ Υἱοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἄπο του μὴ εἰναι· ὡσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν, βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια· ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον, τοῦτο γὰρ ἀδύνατον, ἔχει γὰρ Πατέρα, ἐπεὶ πῶς Υἱὸς, ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς μήτε τέλος· “ ἀφωμοιωμένος “ δὲ τῷ Υἱῷ τοῦ Θεοῦ,” ποῦ ἡ ὁμοιότης; ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι· ἐνταῦθα ἡ ὁμοιότης· εἰ δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἰναι, οὐκέτι τύπος ἢν καὶ άλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, “ Ἀπάτωρ, “ ἀγενεαλόγητος” κατὰ τὸν τῆς ἱερωσύνης λόγον· ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευιτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως, ἣ γυναικὸς ἱερείας· ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι’ ὅλης τῆς ζωῆς ἱεράτευον, καὶ ταῦτα εὑρίσκεται ἑκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα, καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν, μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον. οὔτε γὰρ γένος ἱερατικὸν ἔσχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι’ ὅλης τῆς ζωῆς εἶναι ἱερεύς· καὶ ὅλως πάντα τὰ λεγόμενα, κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδὲκ, “ ἀφομοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, “ μένει ἱερεὺς εἰς διηνεκές·” καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεὺς, ζήτημα τὸ λεγόμενον· ἔστι δὲ ἡ λύσις αὕτη. ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ, πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν· εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστὸν, μένει διηνεκῶς, οὐχ ὁ ἄνθρωπος, θνητὸς γὰρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας. (Θεόδωροσ.) Θεόδωρός φησι, τὰ εἰρημένα τῷ πρὸ αὐτοῦ ἀποδεξάμενος, ταῦτα ἐπάγει, διηγεῖτο ὕστερον ὅπως ὁ ναὸς κατεσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς σκηνὰς, ἀλλ’ εἰς μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον· καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλόμενος, ἐπάγει, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ’ οὗ δεῖ τὸν ἐνδότερον οἰκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ’ ἡ κατασκευὴ καὶ τὸ νόμιμον, καὶ ἡ τοῦτό που ἀφιέρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἰναι τοῦτο τῶν οὐρανῶν, οὕτω κἀνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδέκ, λέγει τὰ κατ’ ἐκεῖνον, οὐ τὴν φύσιν ἐξηγούμενος, ἀλλὰ τὴν κατ’ αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τιθεὶς γραφῆς, καὶ ἀπ’ ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. ἀπάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης· ὅθεν ἐπήγαγε τὸ “ ἀγενεαλόγητος,” δεικνὺς ὅτι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς, ἀλλὰ τῆς θείας γραφῆς διήγησιν· εἶτ' ἐπισυνάπτει, “ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων,” οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ θείᾳ γραφῇ· καὶ ἐπειδὴ ταῦτα ἀδύνατον ἦν καὶ ἐπ’ ἄλλου λέγεσθαι, ἐμνημόνευσε γὰρ ἡ θεία γραφὴ πολλῶν, οὔτε τοὺς γονέας εἰποῦσα, οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικοῦ γένους γεγονότας μεμαθήκαμεν, καλῶς ἐπήγαγε τὸ “ ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς “ εἰς τὸ διηνεκὲς,” οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λοιπῶν ἦν ἐπ’ ἄλλου, ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν γραφὴν διηγήσεως, ὅπως αὐτῶ καὶ τὰ λοιπὰ προσῆν, ἃ δὴ καὶ τοῦτο. καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ, γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς γὰρ ἃν γενεαλογία τοῦ ἐκ Πατρὸς ὄντος μόνον; ὅτι δὲ οὔτε ἀρχὴν ἡμερῶν ἔχει, οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ’ ἐνταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως· τὸ μὲν ἱερέα μένειν εἰς τὸ διηνεκὲς, ἀπὸ τῆς θείας ἔλαβε γραφῆς, τῷ εἰπεῖν, “ σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδ̀οὲκ,” ὡς ἃν εἰ κἀκείνου διηνεκῶς ἱερατεύοντος. διηνεκῆ δὲ αὐτὸν ἱερέα ἐκάλεσεν, ὡς ἄνω παραπέμψαντα τὴν ἱερατείαν εἰς διαδόχους, ὅπερ ἐν νόμῳ συνέβαινε γίνεσθαι· ὅθεν καὶ εἶπεν, “ ἀφωμοιωμένος δὲ τῷ “ υἱῷ τοῦ Θεοῦ·” καὶ τοι γε τὸ ἀκόλουθον ἦν, τοῦτον ἀφωμοιῶσθαι λέγειν ἐκεῖνον· οὐ γὰρ ὁ πρῶτος ἀφομοιοῦται τῷ δευτέρῳ, ἀλλ’ ἐπειδὴ παρὰ τούτῳ μέν ἐστιν ἡ ἀλήθεια τῶν πραγμάτων, ἐκείνῳ δὲ πρόσεστιν οὐδὲν τοιούτων, τῷ δὲ ἔδει τῆς διηγήσεως, καλῶς ἀφωμοιῶσθαι ἐκεῖνον ἔφη, ὡς ἃν τῆς θείας γραφῆς ἐπὶ τῆς διηγήσεως ὁμοίωμα τοῦ ἐσομένου δεῖξαι βουληθείσης ἡμῖν. (Κυρίλλοσ.) Καὶ ὁ μακάριος Κύριλλος ἐν τοῖς εἰς τὴν ὧδέ φησι. δέχεται ὁ μακάριος Παῦλος τὸν Μελχισεδὲκ, εἰς ὁμοίωσίν τε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι βασιλέα δικαιοσύνης, καὶ μὴν καὶ εἰρήνης· πρέποι γὰρ ἃν ταυτὶ δὴ μόνῳ κατὰ τὸν λόγον τὸν μυστικὸν τῶ Ἐμμανουήλ· δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδέχθη τοῖς ἐπὶ τῆς γῆς, καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι· ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν· δέχεται δὲ τῆς ὑπὲρ νόμον ἱερωσύνης σύμβολον, τὸ καὶ εὐλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν· εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου κατὰ τὸ ἀληθὲς ἱερέως· εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι, πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ. ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἴλαν κτῆσιν ἑλεῖν, ηὐλόγηκε ὁ Μελχισεδέκ. οὐκοῦν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας, ἁρπάξει τὸ χρήσιμον εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ, καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον· ὅτι δὲ ἀπάτωρ ἣ ἀμήτωρ, ἤγουν ἀγενεαλόγητος, ἣ ἀρχὴν ἡμερῶν, ἣ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ μεμήνυκε τὸ γράμμα τὸ ἱερόν· δέχεται δὲ ὁ μυσταγωγὸς, τεχνίτης δὴ ὣν ἄγαν, εἰς τύπον τῆς δόξη, τοῦ Ἐμμανουήλ, καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀποσίγησιν. ὑποπλάττεται γὰρ οἱονεί πως τὸ διηνεκὲς καὶ ὄν τοῦ Χριστοῦ καθὸ νοεῖται Θεός· ἄναρχον δέ φημι τὴν ὡς ἐν ποσότητι δηλονότι τὴν κατὰ χρόνον, ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τι δὴ τοῦτό ἐστι διειπεῖν πειράσομαι. ἀντέπραττον Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, δύο ταῦτα προτείνοντες, ἓν μὲν ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωριζομένην διὰ φωνῆς τοῦ πανσόφου Μωϋσέως ἀπρακτεῖν ἐντολὴν καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας τῆς οὐδὲν τῶν πάλαι διεγνωσμένης ἀδοκήτως εἰσκρινομένης· ἕτερον δ’ αὖ, μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντες τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι τῆς Λευΐ. ἀγωνίζεται τοίνυν νομομαθὴς ὤη ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου γραφῆς, ὅτι καὶ νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προαναφωνεῖτο μετάθεσις, καὶ προανέλαβεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τέως ἥρμοσε τὸν τύπον θαρρῶν, λοιπὸν δείκνυσιν αὐτὸν τῶν ἀληθῶν γραμμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. εἰ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων, τι ἄν τις εἴποι περὶ τῆς ἀληθείας; ὁρᾷς ἐξ ὅλης περιουσίας δείκνυσι τὴν ὑπεροχήν; ἀκροθίνια δὲ τὰ λάφυρα λέγεται, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετέχοντι τοῦ πολέμου ἔδωκεν· διὰ γὰρ τοῦτο εἶπεν “ ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν “ βασιλέων·” οἴκοι γὰρ ἐκάθητο, φησὶ, καὶ τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκεν. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευΐ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. τοσαύτη, φησὶν, ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. δεκάτας γὰρ παρ’ ἐκείνοις λαμβάνουσιν· ὅταν οὖν εὑρεθείη τις παρ’ αὐτῶν τούτων δεκάτας λαβὼν, ἄρ οὐχ οὗτοι μὲν ἐν τάξει λαικῶν, ἐκεῖνος δὲ ἐν ἱερεῦσι; καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ’ ἐξ ἑτέρου γένους, ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. πῶς οὖν ἔδειξεν ὅτι Λευΐ δεκάτας ἔδωκεν; ὁ Ἀβραὰμ, φησὶν, ἔδωκε· καὶ τι πρὸς ἡμᾶς τοῦτο ; μάλιστα μὲν πρὸς ὑμᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευίτας βελτίονας εἶναι τοῦ Ἀβραὰμ, Ἀβραὰμ, “ὁ δὲ μὴ “ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Αβραάμ·” εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκεν, “ καὶ τὸν ἔχοντα ἔπαγ’ “ γελίας εὐλόγηκεν.” ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων· “ χωρὶς δὲ πάσης ἀντιλογίαο” φησὶ, τουτέστιν, πᾶσιν δοκεῖ, “ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· οὐκοῦν κρείτ· τῶν ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Ἀλλ᾿ ἵνα μὴ εἴπωμεν, τί ἄνω ἀπέρχῃ; εἰπὲ ἡμῖν, φησὶ, καὶ ὡς ἔπος εἰπεῖν, καλῶς αὐτὸς ἐκόλασε, διὰ Ἀβραὰμ καὶ Λευΐ, ὁ δεκάτας λαμβάνων δεδεκάτωται· πῶς; ἔτι ἐν τῇ ὀσφύι· ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδὲκ, τουτέστιν ἐν αὐτῷ ἦν ὁ Λευΐ, εἰ καὶ μηδέπω ἐτέχθη· καὶ οὐκ εἶπεν οἱ Λευΐται, ἀλλ’ ὁ Λευΐ. εἰδες ὑπερβολήν; εἶδες τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲκ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου ; ἡ μὲν οὑν τελείωσις ἦν, φησιν· ἔδειξεν ὅτι πολὺ τοῦ Λευΐ καὶ τοῦ Ἀβραὰμ βελτίων ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ. τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, κατὰ τὴν τάξιν Ἀαρών; καὶ θέα μοι τὴν ὑπερβολήν· ἀφ’ οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκκαλεῖν τὴν ἱερωσύνην, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν ἦν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν, ἐκβάλλει δὲ ἐκείνους· αὐτὸ γὰρ τοῦτο λέγω, φησί· τίνος ἕνεκεν οὐ κατὰ τὴν τάξιν Ἀαρὼν γεγονεν, καὶ τὸ τίς ἐστι χρεία, πολλὴν ἔμφασιν ἔχει· εἰ γὰρ ἢν ὁ Χριστὸς κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ Ἀαρὼν, εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δηλονότι ὡς ἀτελεστέρων ὄντων ἐκείνων· τίνος γὰρ ἕνεκεν ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκε τὴν τοῦ Μελχισεδέκ; ΚΕΦ. Ι. “Οτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐ διὰ νόμου σαρκίνου. Διὰ τῆς Λευιτικῆς ἱερωσύνης, ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα. Εἰ μὲν οὖν τελείωσις τουτέστι τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις, διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, εἰπὼν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ, δεικνὺς ὅτι βελτίων αὕτη ἐκείνης, λοιπὸν καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰ Ἀαρὼν, δηλονότι ὡς ἀμείνων· καὶ τί βούλεται τὸ ἑξῆς; “ ὁ λαὸς “ γὰρ ἐπ’ αὐτῇ, φησὶ, νενομοθέτηται,” τί ἐστιν “ ἐπ’ αὐτῇ;’ αὐτῇ στοιχεῖ, δι’ αὐτῆς ἅπαντα πράττει, αὐτῇ κέχρηται καὶ ἐχρήσατο. τίς οὖν ἑτέρας ἱερωσύνης ἦν χρεία· “ μετατιθεμένης “ γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται·” εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι μᾶλλον, ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι, τοῦτο πρὸς τοὺς λέγοντας, τί ἔδει καινῆς διαθήκης; εἰ τοίνυν ἱερωσύνη εἰσῆκται, ἄλλην δεῖ διαθήκην εἶναι· οὔτε γὰρ ἐστιν ἱερέα διαθήκης χωρὶς εἶναι καὶ νόμων, καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι· εἰτα ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἃν εἴη, μὴ ὣν Λευΐτης; τοῦτο διὰ τὸν ἄνω προκαταβαλὼν οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ’ ἐν παραδρομῇ εἰσάγει αὐτό· εἶπεν, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη, οὐκοῦν καὶ ἡ διαθήκη· μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ἡ αὐτὴ καὶ βασιλικὴ εἴη καὶ ἱερατική· βασιλεὺς γὰρ ὣν, ἀρχιερεὺς γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβε καὶ τὴν θυσίαν προσήγαγε· καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας θίας ἀπαιτούσης εἰσάγει· “ ἐφ’ ὃν γὰρ λέγεται, ” φησὶ, “ ταῦτα, “ φυλῆς ἑτέρας μετέσχηκε·” κἀγώ φημι καὶ δἰδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν, μετάθεσις γάρ ἐστιν· ἐγὼ δὲ καὶ ἄλλην δείκνυμι, διαφορὰν, οὐ μόνον ἀπὸ τῆς φυλῆς, οὐδὲ μόνον ἀπὸ τοῦ προσωπου, οὐδὲ ἀπὸ τοῦ τρόπου, οὐδὲ ἀπὸ τῆς διαθήκης, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ του τύπου. Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Γέγονε, φησὶν, ἱερεὺς, “ οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς,” ὁ γὰρ νόμος ἐκεῖνος, τὰ πολλὰ ἄνομος ἦν· τί ἐστιν “ ἐντολῆς σαρκικῆς; περίτεμε, φησὶ, τὴν σάρκα· χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, ἄργησον τῇ σαρκί· καὶ τὴν ἐπαγγελίαν δὲ τῶν μισθῶν σωματικὴν, γῆν ῥέουσαν μέλι καὶ γάλα, εἰρήνην καὶ τρυφὴν σαρκικήν· ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν Ἀαρών· ὁ μέντοι Μελχισεδὲκ οὐχ οὕτως. Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος. Τί δέ ἐστι “ κατάδηλον;” τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρα, τὸ διάφορον, ὅσον κρεῖττον, “ ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς “ γq́ονεν·” τίς; ὁ Μελχισεδέκ; οὔ· ἀλλ’ ὁ Χριστός· “ ἀλλὰ κατὰ “ δύναμιν ζωῆς ἀκαταλύτου·” μαρτυρεῖ γὰρ ὅτι “ σὺ εἰ ἱερεὺς εἰς “ τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·” τουτέστιν, οὐ πρὸς καιρὸν, οὐδὲ πέρας ἔχων, ἀλλὰ κατὰ δύναμιν, τουτέστι, διὰ ζωῆς ἀκαταλύτου· καί τοι ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ κατὰ πνευματικὴν, ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώ- “ μάτα τῆς σαρκὸς, κατὰ δύναμιν ζωῆς,” τουτέστιν οἰκείᾳ δυνάμει ζῆ, εἶπεν ὅτι καὶ νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε, ζητεῖ λοιπὸν τὴν αἰτίαν καὶ τὸν λόγον, καθ’ ὃν τοῦτο γίνεται, ὃ μάλιστα πληροφορεῖ τὰς ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντων εἰδέναι· “ ἀθέτησις μὲν γὰρ γίνεται,” φησὶ, “ προαγούσης ἐντολῆς διὰ τὸ “ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·” ἐνταῦθα οἱ αἱρετικοὶ ἐπιφύονται, ἀλλ’ ἄκουε ἀκριβῶς· οὐκ εἶπε διὰ τὸ πονηρὸν, οὐδὲ διὰ τὸ μοχθηρὸν, ἀλλὰ “ διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελές·” καὶ ἀλλαχοῦ δείκνυσι τὸ ἀσθενὲς, ὡς ὅταν λέγῃ, “ ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκός·” οὐκ ἄρα αὐτὴ ἀσθενὴς, ἀλλ’ ἡμεῖς, “ οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος,” ἀντὶ τοῦ οὐδένα τέλειον εἰργάσατο παρακουόμενος· ἄλλως δὲ, οὐδὲ εἰ εἰσηκούσθη, τέλειον ἐποίησεν ἃν καὶ ἐνάρετον· τέως δὲ οὐ τοῦτό φησιν ἐνταῦθα, ἀλλ’ ὅτι οὐδὲν ἴσχυσεν· καὶ εἰκότως· γράμματα γὰρ ἦν κείμενα ὑποτιθέμενα μονονουχὶ καὶ δύναμιν ἐντιθέντα. ἀθέτησις τι ἐστιν; ἐκβολὴ, ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις, ἐπειδὴ μηδὲν ὤνησεν· οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; καὶ σφόδρα, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους, οὐκ ὠφέλησε· κατὰ τοῦτο λέγει, πάντα τύποι ἦσαν, πάντα σκιά· οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται. Ἐπ’ εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. καὶ καθόσον οὐ χωρὶς ὁρκομοσίας. Ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ γέγονε τὸ τοῦ νόμου ἐνταῦθα; ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς ὑπὲρ πλείονος πληροφορίας· εἶχε μὲν γὰρ κἀκεῖνα ἐλπίδα, ἀλλ’ οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες καθείξειν τὸν οὐρανὸν, μᾶλλον δὲ ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐγγὺς γενέσθαι τοῦ Θεοῦ, παρ’ αὐτὸν ἥκειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετ’ Ἀγγέλων. τι ἐστι “ καὶ καθόσον οὐ χωρὶς “ ὁρκομοσίας ” τουτέστιν, ἰδοὺ καὶ ἄλλη διαφορά· καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν. Οἱ μὲν γὰρ χωρὶς ὁρκομοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μεθ’ ὁρκομοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε Κύριος, οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. Δύο τίθησι διαφοράς· ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική· τοῦτο δ’ ἐποίει ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος· κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου. ποιεῖ δὲ αὐτὸ ἀπὸ τοῦ ὅρκον, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος· εἰ γὰρ ἐπειδὴ ἀσθενὲς ἦν ἐκείνη, ἐξεβλήθη, αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκεν· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως· πῶς; ὅτι εἷς ἐστιν· οὐκ ἃν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν· ὥσπερ γὰρ πολλοὶ ἱερεῖς διὰ τὸ θνητοὶ εἶναι, οὕτω εἷς διὰ τὸ ἀθάνατος εἶναι. (Θεόδωροσ.) Θεόδωρος δέ φησι· δείκνυται, φησὶ, τούτου πρὸς ἐκεῖνον τὸ διάφορον, ἀπὸ τοῦ μεθ’ ὅρκου λαβεῖν τὴν ἱερατείαν· οἱ μὲν γὰρ ἄνευ ὅρκων ἐγίνοντο, διὰ τὸ δεῖν αὐτοὺς καὶ παύεσθαι ποτε τῆς ἱερατείας, οὑτοσὶ δὲ μεθ’ ὅρκων, ἐπειδὴ μένειν ἔμελλεν ἐπὶ τῆς ἀξίας. οὕτω μείζονα πολλῷ τῶν ἐν νόμῳ τὴν ἀξίαν ἐδέξατο, ἐπειδὴ μείζονα καὶ παρέχειν τοῖς προσιοῦσιν ἔμελλε· τὸ γὰρ “ ἔγγυος” οὕτω λέγει, ὡς ἃν τὸ καταστῆναι ἐγγυωμένου ἡμῖν τὸ κέρδος, ἐπεὶ καὶ οὕτως ἔχει τὸ γὰρ ἀναστῆναι πρῶτος, καθὰ καὶ ἀρχιερέα αὐτὸν καλεῖ, ἐγγυᾶται ἡμῖν τὴν τῆς ἀναστάσεως ὁμοιότητα. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχανειν ὕπερ ἀυτῶν. Ὁ μακάριος Ἰωάννης φησίν· ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα ταῦτα φησίν· ὅταν γὰρ ὡς ἱερεὺς, τότε καὶ ἐντυγχάνει· ὥστε καὶ ὅταν λέγῃ Παῦλος, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, τὸ αὐτὸ αἰνίττεται· ὡς ἀρχιερεὺς ἐντυγχάνει, ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει καὶ ζωοποιεῖ, καὶ οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ, ἐντυγχάνει, ὁ πᾶσαν τὴν κρίσιν ἔχων; πῶς ἐντυγχάνει ὁ ἀποστέλλων τοὺς Ἀγγέλους, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι; “ ὅθεν,” φησὶ, “ καὶ σώζειν δύναται·” διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει, ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, οὐ δύναται πάντων προΐστασθαι· ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς καὶ θαυμαστὸς ἦν μέχρι τοῦ καιροῦ ἐκείνου, ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι, μετὰ δὲ ταῦτα οὐκέτι, ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ “ σώζει εἰς τὸ παντελές·” τι ἐστιν “ εἰς τὸ παντελές ” μυστήριόν τι αἰνίττεται, οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει “ τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ,” πῶς σώζει; πάντοτε ζῶν εἰς τὸ εντνγχανειν ὕπερ ἀυτῶν, ἀντὶ τοῦ οὐ πρὸς καιρὸν μόνον, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ· ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἃν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, οὗτος δὲ ἀεὶ δεῖται,. τίνος οὖν ἕνεκεν συγκάθηται; ὁρᾷς ὅτι συγκατάβασίς ἐστι, τουτέστι μὴ δείσητε, μὴ εἴπητε, ναὶ φιλεῖ μὲν ἡμᾶς, καὶ παρρησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ’ οὐκ ἀεὶ δύναται ζῆν· ἀεὶ γὰρ ζῇ. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν. Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἐχούσης λέγω· οὐ διαιρῶν, ἀλλ’ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν, εἶπε τὴν διαφορὰν τοῦ ἀρχιερέως· ἀνεκεφαλαιώσατο τὰ λεχθέντα· “ ἄκακος” τι ἐστιν; ἀπόνηρος· ὃ λέγει ἕτερος προφήτης, “ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” τουτέστιν, οὐχ ὕπουλος· τοῦτο οὐκ ἄν τις περὶ Θεοῦ εἴποι, ὅτι οὐκ ἔστιν ὕπουλος· περὶ μέντοι τοῦ κατὰ σάρκα ἔχοι ἃν λόγον· “ ἀμίαντος,” καὶ τοῦτο οὐ περὶ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν μὴ μιαίνεσθαι· “ κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν·” τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία, πῶς; Οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ ὁ ἀρχιερεὺς ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ἀναφέρειν θυσίας· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. τοῦτο ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολήν· μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας ἀεὶ ἱερᾶσθαι νόμιζε, ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν, ἵνα μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμά ἐστιν· ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτως καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ’ ὥσπερ δοῦλος γενόμενος, οὐκ ἔμεινε δοῦλος, οὕτως καὶ λειτουργὸς γενόμενος οὐκ ἔμεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι· τοῦτο οὖν αἰνίττεται ἐνταῦθα· καὶ τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσεν μία οὖσα καὶ ἅπαξ προσενεχθεῖσα τοσοῦτον, ὅσον καὶ πᾶσαι οὐκ ἴσχυσαν· ἀλλ’ οὔπω πέρι τούτων· τοῦτο γὰρ ἐποίησε, φησὶ, τοῦτο ποῖον; “ ἀναγκαῖον γὰρ ἔχειν,” φησὶ, “ τί καὶ τοῦτον, ὃ προσε- “ νέγκῃ,” οὐ τὸ ὑπὲρ ἑαυτοῦ, πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν; ἀλλ’ ὑπὲρ τοῦ λαοῦ· τι λέγεις, καὶ ἰσχύει τοῦτο; ναὶ, φησὶν, “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν·” καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ; οὓ, φησὶν, ἵνα μὴ τοῦτο νομίσῃς τὸ “ ἐποίησεν ἐφάπαξ” καὶ οὐ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τι φησιν· “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, “ ἔχοντας ἀσθένειαν·” διὰ τοῦτο καὶ ἀεὶ, καὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ο μέντοι δυνατὸς, ο μὴ ἔχων ἁμαρτίαν, τινος ἕνεκεν η πέρι ἑαυτοῦ προσφέρει, ἣ περὶ τῶν ἄλλων πολλάκις; Ὁ λόγος δὲ τῆς ὁρκομοσίας τῆς κατὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Εἰπὼν “ ἔχοντας ἀσθένειαν,” οὐκ εἶπεν, υἱὸν δυνατὸν, ἀλλὰ “ τετελειωμένον,” τουτέστι δννατὸν, ὡς ἃν εἴποι τις· ὁρᾷς ὅτι τὸ υἱὸς ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; ἀσθένειαν δὲ ἢ ἁμαρτίαν φησὶν ἣ θάνατον· τί ἐστιν “ εἰς τὸν αἰῶνα ” οὐ νῦν μόνον ἀναμάρτητον, ἀλλ’ ἀεί· εἰ τοίνυν τέλος ἐστὶν, εἰ μηδέποτε ἁμαρτάνῃ, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλὰς ὑπὲρ ἡμῶν θυσίας; ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ του μὴ προσφέρειν αὐτὸν ὕπερ ἑαυτοῦ τοῦτο ἰσχυρίζεται. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον γὰρ ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος. Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὐτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἢν. τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ, εἰπὼν ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, τί φησι; “ κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, “ τοιοῦτον ἔχομεν γὰρ ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης,” καί τοι τοῦτο οὐχ ἱερέως, ἀλλὰ τούτου, ᾧτ’ ἱερᾶσθαι ἐκεῖνον χρὴ, “ τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς ἢν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος·” ὁρᾷς τὴν συγκατάβασιν; οὐχὶ πρὸ μικροῦ διέστειλε λέγων, “ οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “ πνεύματα ” καὶ διὰ τοῦτο, φησὶν, οὐκ ἀκούουσι, Κάθου ἐκ δεξιῶν μου, ὡς τοῦ καθημένου οὐκ ὄντος λειτουργικοῦ; πῶς οὖν λειτουργὸς ἐνταῦθα εἴρηται; καὶ λειτουργὸς τῶν ἁγίων· τὴν γὰρ σκηνὴν ἐνταῦθά φησιν· ἐπειδὴ γὰρ εἰκὸς ἦν τοὺς ἐξ Ἰουδαίων φαντάζεσθαι ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, ἰδοὺ, φησὶν, ὁ ἱερεὺς καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου· καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκε, καὶ ἦν μὲν αὕτη δήλη ἡ διαφορά· αὐτὸς δὲ καὶ ἑτέραν ἐπινοεῖ, καὶ φησὶν, “ ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος·” ποῦ εἰσιν οἱ λέγοντες δινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα, ἀνῄρηται ἐνταῦθα. “ κεφά- “ λαιον δὲ ἐπὶ τοῖς λεγομένοις,” τὸ κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται· πάλιν κατάγει τὸν λόγον, εἰπὼν τὸ ὑψηλόν· εἶτα ἵνα μάθῃς ὅτι λειτουργὸς περὶ τῆς ἀνθρωπότητος φησίν· ὅρα πῶς πάλιν ἐπισημαίνεται. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ο προσενέγκῃ. Μῆ ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὗθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας. Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς οὐδ’ ἃν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, ὥσπερ οὖν καὶ ἐστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον· ἐπὶ γῆς μὲν γὰρ ὣν, οὐκ ἃν ἢν ἱερεύς· πῶς γάρ; οὐ προσήνεγκεν, οὔχι ἱεράσατο· καὶ εἰκότως, ητσαν γὰρ οἱ ἱερεῖς· δείκνυσιν ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γὰρ οὐκ ἐπανάστασις ἦν, φησίν; ἐνταῦθα ἀναγκαῖον παραπέμψαι τὸν νοῦν καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης. Οἵ τινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανιων. Τίνα λέγει ἐνταῦθα ἐπουράνια; τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆν τελεῖται, ἀλλ’ ὅμως τῶν οὐρανίων ἐστὶν ἄξια· ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾐ, ὅταν υἱοὶ γινώμεθα διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὠσι τῶν ἐν οὐρανοῖς, πῶς οὐκ ἐπουράνια πάντα τνγχάνει; ἀλλὰ τι; οἱ ὕμνοι οὐκ οὐράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμενοι ; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; πῶς οὐ πάντα πνευματικὰ γίνεται τὰ προκείμενα; πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα; ὅταν γὰρ λέγῃ, “ ἄν τινων κρατήσωσι τὰς ἁμαρτίας, κεκράτηνται, ἄν “ τινων ἀφήσωσον, ἀφίενται·” καὶ τὰς κλεῖς ἔχουσι τοῦ οὐρανοῦ· πως οὐκ οὐράνια πάντα; Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Επειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν. οὐ γὰρ οὕτως ἅπερ ἃν ἀκούσωμεν τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἃν ἴδωμεν αὐταῖς ὤρεσιν· ἔδειξεν αὐτῶ πάντα· ἤτοι οὖν τοῦτο λέγει ὑποδείγματι καὶ σκιᾷ, ἣ περὶ τοῦ ναοῦ ἐπήγαγε γὰρ, “ ὅρα, ποιήσεις, φησὶ, κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ “ ὅρει·” ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνου, ἢ καὶ περὶ τῶν θυσιῶν εἰδεν καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἣ ἐκκλησία, ἣ οὐρανὸς. Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστὶ διαθήκης μεσίτης. Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴγε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια; ἀλλ’ οὐδὲν τοῦτο ὠφελεῖ τοὺς ἀκούοντας, οὐδὲ ηὔφραινε· διά τοι τοῦτο ὃ μάλιστα αὐτοῖς ηὔφραινεν, λέγει. Ἥ τις ἐν κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται. Πόθεν τοῦτο δῆλον; ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων· ὥσπερ γὰρ λέγει, ὅτι εἰ τελείως δι’ αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτως καὶ ἐνταῦθα τῶ αὐτῶ συλλογισμῷ κέχρηται λέγων. ΚΕΦ. ΙΑ. Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν ἐν ἱλασμῷ καὶ ἁγιασμῷ. Εἰ γὰρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας ἐζητειτο τόπος. Τουτέστιν, ἀεὶ ἀμέμπτους ἐποίει· ὅτι γὰρ περὶ τούτου φησὶν, οὐκ εἶπε, μεμφόμενος δὲ αὐτὴν, ἀλλὰ μεμφόμενος δὲ αὐτοὺς λέγει, “ ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν “ οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ διαθήκην καινὴν, “ οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν “ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ “ γῆς Αἰγύπτου, οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα “ αὐτῶν λέγει Κύριος.” καὶ πόθεν δῆλον ὅτι τέλος ἔλαβεν; ἔδειξε μὲν καὶ ἀπὸ τοῦ ἱερέως, δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξὶ, ὅτι ἐκβέβληται· πῶς δὲ, “ ἐπὶ κρείττοσιν ἐπαγγελίαις· ποῦ γὰρ ἴσον, εἰπέ μοι, γῆ καὶ οὐρανός ; σὺ δὲ θεώρει πῶς κἀκεῖ ἐπαγγελίας φησίν· ἵνα μὴ ταύτης τοῦτο κατηγορεῖς, καὶ γὰρ ἐκεῖ δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπὶς καὶ ἐνταῦθα ἐπαγγελίας κρείττονος, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο· ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, “ ἰδοὺ ἡμέραι ἔρχον- “ ται,” φησὶ, “ λέγει Κύριος· καὶ συντελέσω ἐπὶ τὸν οἰκον “ Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινὴν, οὐ παλαιάν·” τίνα διαθήκην φησίν; ἵνα γὰρ μὴ τοῦτο λέγωσι, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ εἶπεν ἁπλῶς κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἵνα μὴ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην εἴπῃς ἣ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν φησίν; ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ· διὸ καὶ ἐπήγαγεν· “ ἐν ἡμέρᾳ ἐπιλα- “ βομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύ- “ πτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ- “ λῆσα αὐτῶν, λέγει Κύριος.” οὗτοι, φησὶ, πρῶτοι οὐκ ἐνέμειναν, καὶ παρ’ ἡμῶν ἡ ἀμέλεια· τὰ δὲ ἀγαθὰ παρ’ αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω· ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησι, τὴν αἰτίαν δεικνὺς δι’ ἣν ἐγκαταλιμπάνει αὐτούς· “ ὅτι αὕτη ἡ διαθήκη μου,” φησὶν, “ ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ Κύριος, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας “ αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ “ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.” οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει, “ οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην·” ποία δὲ ἄλλη ἐστὶ διαφορά; αὕτη. εἰ δὲ τὸ διάφορον λέγοι τις, οὐ κατὰ τοῦτο, ἀλλὰ κατὰ τὸ δοθῆναι εἰς τὰς καρδίας αὐτῶν, οὐ προσταγμάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν· οὐκέτι γὰρ ἐν γράμμασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ’ ἐν καρδίαις. δειξάτω τοίνυν τοῦτο ποτὲ γενόμενον ὁ Ἰουδαῖος, ἀλλ’ οὐκ ἃν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος· ἐγὼ δὲ δείκνυμι τοὺς Ἀποστόλους, μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ’ ἐν ταῖς καρδίαις δεξαμένους διὰ Πνεύματος Ἁγίου· διὸ καὶ ἔλεγεν ὁ Χριστός· “ ἐκεῖνος ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, “ καὶ διδάξει ὑμᾶς·” “ καὶ οὐ μὴ διδάξωσι,” φησὶν, “ ἕκαστος “ τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ, λέγων· “ γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσι με ἀπὸ μικροῦ ἕως “ μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν “ ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.” πότε δὲ τοῦτο γέγονεν ἣ νῦν; δῆλον γὰρ τὸ ἡμέτερον, τὸ δὲ ἐκείνων, οὐ δῆλον, ἀλλ’ ἀπεκέκλειστο εἰς γωνίαν· καινὴ τότε λέγεται, ὅταν ἑτέρα ᾖ. καὶ δεικνύει εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Ιδοὺ, φησὶ, καὶ αὐτὴ καινὴ τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρεθῇ, τὰ δὲ μή· οἷον εἰ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν, ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέρραψεν, εὐθέως λέγομεν, ἐποίησεν αὐτὴν καινήν· ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισάγῃ· καὶ γὰρ καὶ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ἦ, ἀλλ’ ὑετὸν διδῷ, ὅταν μὴ ἄκαρπος, οὐχ ὅταν μεταβληθῇ, οὐχ ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένη· ὥστε φησὶ, “ καὶ διαθήκην “ καινὴν καλῶς εἶπεν. ἐὰν οὖν δείξω ὅτι παλαιοτέρα γέγονεν ἡ διαθήκη ἐκείνη κατὰ τοῦτο τὸ μὴ δοῦναι καρπόν· καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν Ἀγγαῖος, τι Ζαχαρίας, τι ἄγγελος, οὔπω οὐδὲ τῆς ἐπανόδου πλήρης P γεγενημένης· τί Ἔσδρας ἐγκαλεῖ; πῶς συνέλαβον αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον; ὅπου γε P Sic. F f καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν. ὁρᾶς πῶς βεβίασται τόσον; ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἃν λέγοιτο, ἄλλως δὲ οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι τὸ “ἔσται καινὸς ὁ οὐρανός.” διατί γὰρ μὴ λέγων ἐν τῷ Δευτερονομίῳ ὅτι ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ; ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός· καὶ μὴν διὰ τοῦτο φησὶν ἑτέραν διαθήκην δίδωσιν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν· τοῦτο ἐγὼ δείκνυμι, δι’ ὧν, φησὶ, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾗ ἠσθένει διὰ “ τῆς σαρκὸς,” καὶ πάλιν, “ τί πειράζετε ἐπιθεῖναι ζυγὸν ἐπὶ “ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς “ ἰσχύσαμεν βαστάσαι.” “ ἀλλ’ ἐκεῖνοι μὲν οὐκ ἐνέμειναν,” φησίν· ἐνταῦθα δείκνυσιν ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ καὶ πνευματικῶν· “ εἰς “ πᾶσαν γὰρ τὴν γῆν,” φησὶν, “ ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ “ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·” τουτέστιν, “ οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, γνῶθι τὸν Κύριον· καὶ πάλιν, “ πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ “ πολὺ κατακαλύψαι θαλάσσας. ἐν τῷ λέγειν καινὴν,” φησὶ, “ πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον “ ἐγγὺς ἀφανισμοῦ·” ὅρα τὸ κρυπτόμενον, πῶς ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν· ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τὸ αὐτὸ εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἃν καὶ τοῦτο μετὰ ταῦτα καινὸν ἐκάλεσεν, ὥστε πλέον τι διδοὺς καὶ ἕτερον· ἐπαλαιώθη, φησὶν, οὐκοῦν καταλύεται καὶ ἀπόλλυται, καὶ οὐκέτι ἐστίν· οὐχ ἁπλῶς δὲ κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ’ ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον· διὰ τοῦτο ἔλεγεν διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ οὐδὲν ἐτελείωσεν ὁ νόμος· καὶ ὅτι “ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας “ ἐζητεῖτο τόπος·” “ ἄμεμπτος” δὲ, τουτέστι, χρήσιμος, οὐχ ὡς ἐγκλημάτων ὑπεύθυνος, ἀλλ’ οὐχ ὡς ἀρκοῦσα, ἰδιωτικώτερον ἐφθέγξατο, ὡς ἄν τις εἴποι, οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλαττώματα, σαθρά ἐστιν. τῶν εἰς τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος B. ΤΟΜΟΣ Γ΄. Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἔδειξεν ἀπὸ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἤμελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν, καὶ ἀπ’ αὐτοῦ τῆς σκηνῆς τοῦ σχήματος, καί φησιν, εἶχε μὲν οὖν ἐκείνη, τίς; ἡ πρώτη διαθήκη δικαιώματα λατρείας· τί ἐστι “ δικαιώματα ” σύμβολα ἣ θεσμούς· τότε ὡσανεὶ νῦν, φησὶν, οὐκ ἔχει, ἣ δείκνυσιν αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησὶν, ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστιν· τό τε ἅγιον κοσμικόν· ἐπειδὴ πᾶσιν ἠφεῖτο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος, ἐν τῷ αὐτῷ οἴκω, ἔνθα οἱ ἱερεῖς εἱστήκεισαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζηραῖοι· ἐπεὶ οὖν καὶ Ἕλλησι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ· οὐ γὰρ οἱ Ἰουδαῖοι ὁ κόσμος ἦσαν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία, ἐν ἧ ἡ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων. ταῦτα σύμβολα τοῦ κόσμου “ μετὰ δὲ τὸ δεύτερον καταπέ- “ τασμα·” ἄρα οὐκ ἦν καταπέτασμα ὃ, ἀλλὰ καὶ ἔξω καταπέτασμα ἦν· “ σκηνὴ ἥτις λέγεται ἁγία ἁγίων” ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ. Χρυσοῦν ἔχουσα θυσιαστήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσατα. Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ, τῆς Ἰουδαικῆς ἀγνωμοσύνης ὑπομνήματα· “ καὶ αἱ πλάκες τῆς διαθήκης,” γὰρ αὐτάς· καὶ τὸ μάννα, ἐπειδὴ ἐγόγγυσαν· διὰ τοῦτο εἰς ἐγγόνους παραπέμπων τὴν μνήμην, προσέταξεν εἰς τὴν στάμνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό. F f 2 Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα· ὑπὲρ ἄνω δὲ αὐτῆς Χερουβὶμ δόξης. Τί ἐστι Χερουβὶμ δόξης; ἤ τοι τὰ ἔνδοξα, ἤτοι τὰ ὑποκάτω τοῦ Θεοῦ, φησί· “ κατασκιάζοντα τὸ ἱλαστήριον·” ἄλλως δὲ, καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ μείζονα ὄντα τὰ μετὰ ταῦτα· “ περὶ ὧν οὐκ ἔστι,” φησὶ, “ νῦν λέγειν κατὰ μέρος.” ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν μόνα τὰ ὁρώμενα, ἀλλ’ αἰνίγματά τινα ἦν, “ περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν·” ἴσως ὡς μακροῦ δεόμενα λόγου. Θεόδωροσ δέ φησιν· ἄρχεται ἐντεῦθεν λέγειν, ὅπως τὰ ἐν νόμῳ σύμβολα καὶ τύποι τῶν ἐν τῇ χάριτι, καὶ ὅπως ἐν ἐκείνοις ταῦτα προθεωρούμενα διϊδεῖν δυνατόν· ὁμοῦ τῇ παραθέσει καὶ τὴν ὑπεροχὴν τούτων δεικνὺς, ὅση τίς ἐστιν, ἐν ἀφηγήσει δὲ τῆς διδασκαλίας ποιεῖται τὴν καταρχήν. λέγει οὖν, ὅτι καὶ ἡ πρώτη διαθήκη εἶχεν ὅρους καὶ προστάγματα λειτουργίας, τῆς Θεῷ ἀποδίδοσθαι ὀφειλούσης· δικαιώματα γὰρ λατρείας τὰ περὶ τούτων λέγει προστάγματα· “ τό τε ἅγιον κοσμικόν·” ἅγιον ἐνταῦθα καλεῖ τὸν ναόν· εἰκότως, ἐν ᾧ τὴν λειτουργίαν ἀποδίδοσθαι τῷ Θεῶ συνέβαινεν· εἰ τε καὶ τὴν σκηνὴν, ἐπειδὴ ταύτην ἐν τάξει τοῦ ναοῦ πρότερον εἶχον· ὁμοίως γὰρ ἐκείνην τε ναὸν ἐκάλουν, ὡς ἂν ἐν αὐτῇ τοῦ Θεοῦ τυγχάνοντος, καὶ τὸν παρὰ τοῦ Σολομῶντος ὕστερον· καὶ τοῦτο μαθεῖν ἀπὸ τῆς πρώτης τῶν βασιλειῶν ἔνεστι σαφῶς λεγούσης· “ καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ τοῦ Κυρίου·” οὗ ἦν ἡ κιβωτὸς τοῦ Θεοῦ, μή πω τοῦ ναοῦ ὑπὸ Σολομῶντος οἰκοδομηθέντος· ὥσπερ δὲ σύμβολον τοῦ κόσμου κατασκευάσαι κατά τινα τύπον τὴν σκηνὴν τῷ Μωσεῖ κελεύων ὁ Θεὸς, προσέταξεν αὐτῷ περίβολον ποιῆσαι ἀπὸ τῶν καταπετασμάτων, μάτων, μέσῳ διειλημμένον ἑτέρῳ· οὕτω δὲ καὶ ὁ ναὸς κατὰ τὸν αὐτὸν ὕστερον ἐγένετο τύπον. τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, ἦν μὲν ταῦτα, οὐκ ἀπέλαυον δὲ αὐτῶν οἱ Ἰουδαῖοι, οὐχ ἑώρων αὐτά· ὥστε οὐκ ἐκείνοις μᾶλλον ἢν ἣ οἱ, προεφητεύετο. Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ, μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβλημένους; ἵνα γὰρ μὴ λέγωσι, πῶς μία θυσία; δείκνυσιν αὐτὸ ἔ, ὄν· εἴ γε ἁγιωτέρα μία ἢν καὶ φρικτή· καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερεν· οὕτως εἰθίζοντο ἄνωθεν. καὶ γὰρ τότε ὁ ἀρχιερεὺς ἅπαξ, φησὶ, προσέφερε· καὶ καλῶς εἶπεν, “ οὐ χωρὶς αἵματος· οὐ χωρὶς μὲν αἵματος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία· δείκνυσιν ὅτι ἔσται θυσία, οὐ πυρὶ ἀναλουμένη, ἀλλ’ ἀπὸ αἵματος μᾶλλον δεικνυμένη· ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα οὔτε ξύλα, οὔτε πολλάκις προσφερόμενον, ἀλλ’ ἅπαξ ἐν αἵματι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν· ἅπαξ προσεφέρετο ἐν αἵματι, “ ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ “ ἀγνοημάτων·” οὐκ εἶπεν, ἁμαρτημάτων, ἀλλ’ “ ἀγνοημάτων·¨ ινα μὴ μεγαφρονῶσιν· εἰ γὰρ καὶ μὴ ἑκὼν ἥμαρτες, ἀλλ’ ἄκων ἠγνόηκες· καὶ τούτου οὐδείς ἐστι καθαρὸς, καὶ πανταχοῦ τὸ ἑαυτοῦ δεικνὺς, ὅτι ὁ Χριστὸς πολλῷ μείζων ἐστὶν ἀρχιερεύς· εἰ γὰρ κεχώρισται τῶν ἁμαρτιῶν ἡμῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκεν· τι οὐν ταῦτα εἰπεν, φησί· τοῦτο γὰρ κρείττονός ἐστιν, οὐδαμοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ, καὶ φησὶ, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν. Διὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα μάθωμεν ὅτι τὰ ἅγια τῶν ἁγίων, τουτέστιν ὁ οὐρανὸς, ἔτι ἐστὶν ἄβατος· μὴ οὐν ἐπειδὴ μὴ ἐπιβαίνομεν αὐτῶν, φησὶ, νομίζωμεν αὐτὰ μηδὲν εἰμαι, ἐπεὶ οὐδὲ τῶν ἁγίων ἐπέβημεν. Ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐκότα. κατὰ ποῖον; φησί· τὸν πρὸ τῆς χριστοῦ παρουσίας· μετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός ἐστιν ἐνεστώς. πῶς γὰρ ἐπιγενόμενος καὶ τέλος ἔχων· καὶ ἕτερον δὲ ἐμφαίνων τοῦτό φησιν, “ ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα,” τουτεστιν, οὐ τύπος γέγονεν. καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα. Ἴδε τί ἐστιν· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· καὶ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, πῶς “ κατὰ συνείδησιν ” αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ’ ἔτι περὶ σῶμα ἦσαν, “ κατὰ νόμον “ ἐντολῆς σαρκικῆς·” οὐ γὰρ δὴ μοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφεῖναι ἠδύναντο. Μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοις. Ὁρᾷς; τὸ δὲ, ἔφαγες, τὸ δὲ, οὐκ ἔφαγες, ἅπερ ἐστὶν ἀδιάφορα· τὸ δὲ ἔπιες, φησὶ, καί τοι περὶ ποτοῦ οὐδὲν ἦν διατεταγμένον· ἀλλ’ ἐξευτελίζων ταῦτα φησί· “ καὶ διαφόροις βα- “ πτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως “ ἐπικείμενα·” αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός· ἐνταῦθα καταβάλλει τὰς θυσίας, δεικνὺς, ὅτι οὐδεμίαν εἶχον ἰσχὺν, καὶ ὅτι μέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔμεινον τὸν καιρὸν τὸν διορθοῦντα πάντα. ΚΕΦ. ΙΒ. Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι τοῦτο ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα. Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιητου. τὴν σάρκα λέγει ἐνταῦθα· καλῶς καὶ μείζονα καὶ τελειοτέραν εἰπεν. εἴ γε καὶ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “ οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ “ Πνεῦμα·” “ τελειοτέρας” δὲ, φησὶν, ὥστε καὶ ἀλήπτου οὔσης καὶ μείζονα κατορθούσης. Σευηριανὸσ δέ φησιν· ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μώσεως, ὥστε τὰς λατρείας γίνεσθαι, οὕτως μείζων ἡ σκηνὴ αὕτη· τῆς χάριτος ἡ σύστασις τὸ σῶμα τοῦ Χριστοῦ, κεφαλὴν ἔχον τὸν Χριστόν. Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἰδοὺ πῶς οὐ γὰρ ἄνευ Πνεύματος αὐτὴν κατεσκεύασεν, οὐδὲ “ ταύτης τῆς κτί- “ σεως” ἐστὶν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλὰ πνευματικὴ, ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ; τίνος οὖν ἕνεκα τοῦτο ποιεῖ καθ’ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια, καταπέτασμα ἡ σὰρξ, κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ἔχουσα τὴν θεότητα· σκηνὴ πάλιν ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησι, “ παραγενόμενος·” οὐκ εἶπε γενόμενος, ἀλλὰ “ παραγενόμενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθών· οὐχ ἕτερον διαδεξάμενος· οὐ πρότερον παρεγένετο καὶ τότε ἐγένετο, ἀλλ’ ἅμα ἦλθεν· καὶ οὐκ εἶπεν παραγενόμενος ἀρχιερεὺς τῶν θυομένων, ἀλλὰ “ τῶν γενομένων “ ἀγαθῶν,” ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν· “ οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων” φησὶ, “ πάντα ἐξηλ- “ λαγμένα· διὰ δὲ τοῦ δίου αἵματος,” φησὶν, “ εἰσῆλθεν ἐφάπαξ “ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος·” καὶ τὸ “ εὑρόμενος σφόδρα τῶν ἀπόρων ἦν, καὶ τῶν παρὰ προσδοκίαν· πῶς διὰ μιᾶς εἰσόδου αἰώνιον λύτρωσιν εὕρετο, εἶτα τὸ πιθανόν. Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους οὑς ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρᾶι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἱμα τοῦ Χριστοῦ· ἵνα γὰρ μὴ ἀκούσας “ ἁγιάζει,” μέγα τι νομίσῃς, ἐπισημαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον· καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινὸς, καὶ λέγει ὅτι εἰκότως, εἴγε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ· καὶ οὐκ ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς, “ ὃς διὰ Πνεύματος αἰωνίου,” φησὶν, “ ἑαυτὸν προσήνεγκεν ἄμω- “ μον τῷ Θεῷ,” τουτέστιν τὸ ἱερεῖον ἄμωμον ἦν, ἁμαρτιῶν καθαρόν· τοῦτο γάρ ἐστι “ διὰ Πνεύματος αἰωνίου,” οὐ διὰ πυρὸς, οὐ δι’ ἄλλων τινῶν· “ καθαριεῖ τὴν συνείδησιν ὑμῶν,” φησὶν, “ ἀπὸ νεκρῶν ἔργων·” καλῶς εἰπεν, “ ἀπὸ νεκρῶν ἔργων·” εἴ τις ἅψαιτο νεκροῦ, ἐμιαίνετο, καὶ ἐνταῦθα, εἴ τις ἅψαιτο νεκροῦ ἔργου, μολύνεται διὰ τῆς συνειδήσεως· “ εἰς τὸ λατρεύειν Θεῷ ζ́ωντι,” φησίν· ἐνταῦθα ἐμφαίνει, ὅτι νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ἀληθινῷ καὶ ζῶντι Θεῷ· ἐκεῖνα γὰρ καὶ νεκρά ἐστι καὶ ψευδῆ· καὶ εἰκότως. Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου, εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῆ πρώτῃ διαθήκη παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας· ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε οὐκ ἰσχύει ὅτε ζῆ ὁ διαθέμενος· ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, καὶ ἀπὸ τοῦ τετελευτηκέναι τὸν Χριστὸν, μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. ὁ τοίνυν Παῦλος ἐκ περιουσίας τοῦτο τίθησι τὸ ὑπόδειγμα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών· ποῖον δὴ τοῦτο ; δι’ αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαρρεῖν, φησί· διὰ τί ; ὅτι οὐ ζώντων τῶν διαθεμένων, ἀλλὰ ἀποθανόντων, τότε βέβαιαι εἰσιν αἱ διαθῆκαι καὶ τὴν ἰσχὺν λαμβάνουσι· καὶ διὰ τοῦτο, φησὶ, καινῆς διαθήκης μεσίτης ἐστίν· ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται τῆς τελευτῆς· τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς μὲν κληρονόμους ἔχει, τοὺς δὲ ἀποκληρονόμους· οὕτω καὶ ἐνταῦθα· “ θέλω, ὅπου ἐγώ εἰμι, ” φησὶν ὁ Χριστὸς, “ καὶ οὗτοι ὦσιν·” καὶ πάλιν περὶ τῶν κληρονόμων ἄκουε αὐτοῦ λέγοντος· “ οὐ περὶ πάντων ἐρωτῶ, ἀλλὰ περὶ τῶν “ πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.” ἡ διαθήκη πάλιν, τὰ μὲν τοῦ διαθεμένου ἔχει, τὰ δὲ τῶν δεχομένων, ὥστε τὰ μὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι· οὕτω καὶ ἐνταῦθα· μετὰ γὰρ τὸ ἐπαγγείλασθαι μυρία, ἀπαιτεῖ καὶ παρ’ αὐτῶν, λέγων· “ ἐντολὴν “ καινὴν δίδωμι ὑμῖν·” πάλιν μάρτυρας ἔχειν ὀφείλει ἡ διαθήκη· ἄκουε αὐτοῦ πάλιν λέγοντος, “ ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, “ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με·” καὶ πάλιν, “ ἐκεῖνος “ μαρτυρήσει περὶ ἐμοῦ,” περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα Ἀποστόλους ἀπέστειλε λέγων, διαμαρτύρεσθαι ἐνώπιον τοῦ Θεοῦ. “ καὶ διὰ τοῦτο,” φησὶ, “ διαθήκης καινῆς μεσίτης “ ἐστίν·” τί ἐστι μεσίτης; οὐκέτι κύριος τοῦ πράγματος, οὗ ἐστι μεσίτης· ἀλλ’ ἕτερον μὲν τὸ πρᾶγμα, ἕτερον δὲ ὁ μεσίτης· οἷον, μεσίτης γάμου γίνεται οὐχ ὁ γαμῶν, ἀλλὰ τῷ μέλλοντι ἄγεσθαι συμπράττων· οὕτω δὴ καὶ ἐνταῦθα μεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡμῶν· οὐκ ἠθέλησεν ἡμῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονομίαν ταύτην, ἀλλ’ ὠργίζετο πρὸς ἡμᾶς, καὶ ἐχαλέπαινεν ὡς ἀπηλλοτριωμένους· μεσίτης τοίνυν ἐγένετο ἡμῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν· καὶ ὅρα πῶ, μεσίτης ἐγένετο, λόγους ἀπήγαγεν, καὶ ἤγαγε τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν διαπορθμεύων καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦμεν, ἀποθανεῖν ὠφείλαμεν· ἀπέθανεν ὑπὲρ ἡμῶν· καὶ ἐποίησεν ἡμᾶς ἀξίους τῆς διαθήκης ταύτης· ταύτῃ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονεν· παρὰ μὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς πατὴρ εἰς υἱοὺς διέθετο· ἐπειδὴ δὲ ἀνάξιοι γεγόναμεν, οὐκέτι διαθήκης, ἀλλὰ τιμωρίας ἔδει· τί τοίνυν μέγα φρονεῖς ἐπὶ τῷ νόμῳ; εἰς τοσαύτην γὰρ ἡμᾶς κατέστησεν ἁμαρτίαν, ὡς μὴ ἂν σωθῆναί ποτε, εἰ μὴ ὁ δεσπότης ἡμῖν ὑπὲρ ἡμῶν ἀπέθανεν· οὐκ ἃν ἴσχυσεν ὁ νόμος· ἔστι γὰρ ἀσθενής· οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ παλαιᾷ συμβεβηκότων, ὃ μάλιστα αὐτοῖς ἐπηγάγετο. οὐδεὶς ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία; διὰ τοῦ αὐτοῦ τρόπου, φησι πῶς; καὶ γὰρ ἐκεῖ αἷμα, ὥσπερ ἐνταῦθα αἱμα· εἰ δὲ μὴ τὸ τοῦ Χριστοῦ αἷμα, μὴ θαυμάσῃς· τύπος γὰρ ἦν· ὅθεν φησὶν, “ οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·” τί ἐστιν ἐγκεκαίνισται; βεβαία γέγονεν, ἐκυρώθη τὸ ὅθεν· διὰ τοῦτο φησίν· ἔδει τῆς διαθήκης τὸ σύμβολον εἶναι καὶ τῆς τελευτῆς· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης; φησὶ γὰρ, Λαληθείσης πάσης τῆς ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ· λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε λέγων, τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης, καὶ ὁ λαός; τοῦ τιμίου αἵματος ἄνωθεν σχηματιζομένου· διὰ τι τῷ ὑσσώπῳ; πυκνόν ἐστι τοῦτο καὶ Κράτητι . . τί δαὶ τὸ ὕδωρ; δείκνυσι καὶ τὴν δι’ ὕδατος κάθαρσιν· τί δαὶ τὸ ἔριον; καὶ τοῦτο, ὥστε κατέχεσθαι τὸ αἷμα· δείκνυσιν ἐνταῦθα . . . αὐτὸ καὶ αἷμα καὶ ὕδωρ· τὸ γὰρ βάπτισμα αὐτοῦ τὸ πάθος ἐστιν. Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας, τῷ αἵματι ὁμοίως ἐρράντισε· καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. Διὰ τί τὸ “ σχεδόν ” διὰ τί αὐτὸ ἐκόλασεν; ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ’ ἡμιτελὴς καὶ ἐν ἐλαχίστῳ μέρει, ἐνταῦθα δὲ τοῦτο τὸ αἷμα, φησὶ, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρεν τὰς διανοίας αὐτῶν; αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης· ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; αὐτοί εἰσιν· ποῦ δὲ ἡ σκηνή; αὐτοί εἰσι πάλιν· “ ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω,” φησίν· ἀλλ’ οὐκ ἐν ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐραντίζοντο· τί δή ποτε; οὐ γὰρ σωματικὸς ὁ καθαρμὸς ἦν, ἀλλὰ πνευματικός· καὶ τὸ ἁφὰ πνευματικόν· πῶς; οὐκ ἀπὸ σώματος ῥεῖ ἀλόγων, ἀλλὰ σώματος ἀπὸ πνεύματος κατασκευασθέντος, τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ’ ὁ Χριστὸς ἐρράντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, “ τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρ- “ τιῶν·” οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι ἐμβαφεὶς πάντας περιραίνει· κἀκεῖ μὲν τὸ σῶμα ἔξωθεν ἐκαθαίρετο· σωματικὸς γὰρ ὁ καθαρμὸς ἦν· ἐνταῦθα δὲ ἐπειδὴ πνευματικός ἐστιν ὁ καθαρμὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται καὶ καθαίρει, οὐχ ἁπλῶς περιραινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς· καὶ αὐτῇ τῇ οὐσίᾳ ἀναμιγνύμενος, καὶ ῥωμαλέας αὐτὰς ποιῶν καὶ ἁγνάς· δείκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ μόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον· ἐπειδὴ γὰρ ἡ τε μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ τοῦ σταυροῦ, λέγει ὅτι τοῦτο ἐκάθαιρεν, καὶ τιμίαν κάθαρσιν καὶ ἐπὶ μείζοσιν· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον· διὰ τὸ αἷμα τοῦτο, διὰ τοῦτο ἀμνοί· ἅπαντα διὰ τοῦτο ἐγένετο. Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν, ἄρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; οὐδὲν τούτων, ἀλλὰ τὰ ἡμέτερα· ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια τὰ ἡμέτερα, κἂν ἐν τῇ γῇ ἐπιτελῆται· ἐπεὶ καὶ Ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ’ ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ’ ἐπουράνιά ἐστι· καὶ τί λέγω ἐφάνη, ἐπὶ τῆς γῆς μὲν οὐ διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ, ἀλλ’ οὐδὲν τοῦτο· ἐπουράνια γάρ ἐστι, “ καὶ ἡμῶν τὸ “ πολίτευμά ἐστιν ἐν οὐρανοῖς·” καίτοι ἐνταῦθα πολιτευόμεθαι· αὐτὰ δὲ τὰ ἐπουράνια, τουτέστι, τὴν φιλοσοφίαν τὴν πη ἡμῖν· τοὺς ἐκεῖ κεκλημένους “ κρείττοσι θυσίαις παρὰ ταύτας,” τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλαὶ γεγόνασι καὶ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, οὐκ ἃν ταῦτα ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἃν ἔχῃ πονηρὰ, ὧν ἐστι τὰ ὑποδείγματα. Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανερωται. Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῶ καἰ τῆ σκηνὴ· διὸ ἔλεγε, ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου· οὐδὲ γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναός· οὐ πολιτείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός· οὐ γὰρ διαταξάμενος Θεὸς ἐκάλεσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο· ἡ δὲ δευτέρα λαμπροτέρα γέγονεν οἰκονομία, καὶ κάλλους ἕνεκεν καὶ τῶν ἄλλων ἁπάντων· καὶ οὐ τούτῳ μόνῳ σεμνὸς ἢν, ἀλλὰ καὶ τῷ εἶναι εἰς. οἱ γὰρ ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖ ἤρχοντο, ὥς φησιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν· “ ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες “ εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·” τι οὖν ὁ Παῦλος ποιεῖ; ὅπερ ἐπὶ τῶν θυσιῶν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ· ὥσπερ γὰρ ἐκεῖ τὸν θάνατον ἀνέστησε τοῦ Χριστοῦ, οὕτω καὶ ἐνταῦθα τὸν οὐρανὸν ὅλον ἀνθίστησι τῷ ναῷ· καὶ οὐ τούτῳ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόμενον τοῦ Θεοῦ· “ ἐμφανισθῆναι” γάρ φησι “ τῷ προσώπῳ τοῦ “ Θεοῦ,” ὥστε οὐ τῷ οὐρανῷ μόνον καὶ τῇ εἰσόδῳ τὸ πρᾶγμα σεμνὸν ἐποίησεν· οὐ γὰρ ἁπλῶς ὥσπερ ἐνταῦθα διὰ συμβόλων, ἀλλ’ αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ· ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται; τι δὴ θαυμάζεις λοιπὸν εἰ ἐντυγχάνει ὅπου γε αὐτὸν ἵστησιν ὡς ἀρχιερέα; “ Οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν ὥσπερ ὁ ἀρχιερεύς·” “ οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε,” φησὶ “ Χριστὸς ἀν- “ τίτυπα τῶν ἀληθινῶν·” ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ο ναὸς οὐτῶ κατεσκεύασται ὡσπερ ο οὐρανὸς τοῦ οὐρανοῦ· τι λέγεις; ἂν μὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν οὐκ ἐμφανίζεται ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ; ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα πάντα; “ ἐμφανισθῆναι, φησὶ, “ τῷ προσώπῳ “ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” τι ἐστιν “ ὑπὲρ ἡμῶν ” μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναμένης ἐξιλεώσασθαι τὸν Πατέρα· τι γὰρ, εἰπέ μοι, αὐτὸς ἦν ἐχθρός; οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, αὐτὸς οὐκ ἦν ἐχθρός· ὅτι γὰρ οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, ἄκουσον τι φησιν· “ εἰρηνοποιήσας τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὥστε “ καὶ αὐτὸς εἰσῆλθεν εἰς τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ “ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” νῦν ἐμφανίζεται, ἀλλ’ ὑπὲρ ἡμῶν. “ οὐδ’ “ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται “ εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·” ὅρα πόσαι αἱ διαφοραί· τὸ πολλάκις τοῦ ἅπαξ, τὸ ἐν αἵματι ἀλλοτρίῳ τοῦ ἐν ἰδίῳ, πολὺ τὸ μέσον· αὐτὸς οὖν καὶ ἱερεὺς καὶ ἱερεῖον, καὶ θυσία· εἰ γὰρ μὴ τοῦτο ἦν, πολλὰς ἔδει θυσίας προσενεγκεῖν, πολλάκις ἔδει σταυρωθῆναι. “ ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν, ἀπὸ “ καταβολῆς κόσμου ἐνταῦθα καὶ παρεκάλυψε· “ νῦν δὲ ἅπαξ ἐπὶ “ συντελείᾳ τῶν αἰώνων, ” μετὰ τὰ πολλὰ ἁμαρτήματα· εἰ μὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένετο, εἶτα οὐδεὶς ἐπίστευσεν· οὐκ ἔδει δεύτερον ἀποθανεῖν, ἀνόνητα ἦν ἅπαντα· ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἐφάνη, ὃ καὶ ἀλλαχοῦ λέγει, “ ὅπου “ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·” “ νῦν δὲ ἅπαξ “ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς “ θυσίας αὐτοῦ πεφανέρωται. καὶ “ καθόσον ἀπόκειται τοῖς ἀνθρώ- “ ποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις·” εἶτα λέγει καὶ διὰ τι ἅπαξ ἀπέθανεν, ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο· ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἀποθανεῖν· τοῦτο οὖν τὸ “ ἅπαξ ἀπέθα- “νεν ὑπὲρἁπάντων·” τι οὖν οὐκέτι ἀποθνήσκομεν; τὸν θάνατον ἐκεῖνον ἀποθνήσκομεν μὲν, ἀλλ’ οὐ μένομεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν ἐστιν· θανάτου γὰρ τυραννὶς, καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν· ὅταν δὲ μετὰ τὸ ἀποθανεῖν ζῆσαι ἦ, καὶ ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίμησις· ἐπεὶ οὖν ἤμελλεν πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμᾶς ἀπαλλάξῃ, “ οὕτω καὶ ὁ Χρι- “ στὸς ἅπαξ προσενεχθεὶς,” ὑπὸ τίνος προσενεχθείς; ὑφ’ ἑαυτοῦ δηλονότι· ἐνταῦθα οὐδὲ ἱερέα αὐτόν φησι μόνον, ἀλλὰ καὶ θῦμα καὶ ἱερεῖον· διὰ τοῦτο προσενεχθεὶς, “ εἰς τὸ πολλῶν ἀνενεγκεῖν “ ἁμαρτίας.” διὰ τί “ πολλῶν” καὶ μὴ πάντων; ἐπειδὴ μὴ πάντες ἐπίστευσαν, ὕπερ ἀπάντων μιν ἀπέθανεν, τουτέστι τὸ αὐτοῦ μέρος, ἀντίρροπος ἦν ὁ θάνατος ἐκεῖνος τῆς ἁπάντων ἀπωλείας. οὐ πάντων δὲ τὰς ἁμαρτίας ἀνήνεγκεν, διὰ τὸ μὴ θελῆσαι αὐτούς· τί δέ ἐστιν ἀνήνεγκεν ἁμαρτίας· ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἀναφέρομεν τὰ ἁμαρτήματα καὶ λέγομεν, εἴτε ἑκόντες εἴτε ἄκοντες ἡμάρτομεν, συγχώρησον, τουτέστι μεμνήμεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦμεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε· ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός ; ἄκουσον αὐτοῦ λέγοντος, “ καὶ ὑπὲρ αὐτῶν “ ἐγὼ ἁγιάζω ἐμαυτόν·” ἰδοὺ ἀνήνεγκε τὰ ἁμαρτήματα, ἦρεν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀνήνεγκεν τῷ πατρί· οὐχ ἵνα τί ὁρίσῃ κατ’ αὐτῶν, ἀλλ’ ἵνα αὐτὰ ἀφῇ· “ ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθή- “ σεται,” φησὶ, “ τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.” τί ἐστι “χωρὶς ἁματρίας;” οἷον οὐχ ἁμαρτάνει· οὐδὲ γὰρ ὀφείλων ἀποθανεῖν ἀπέθανεν, οὐδὲ δι’ ἁμαρτίας. ἀλλὰ πῶς ὀφθήσεται; κολάζων φησὶν, ἀλλ’ οὐκ εἶπεν τοῦτο, ἀλλὰ τὸ φαιδρὸν, “ χωρὶς “ ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν,” ὡς μηκέτι λοιπὸν θυσίας δεηθῆναι, ὥστε σῶσαι αὐτοὺς, ἀλλ’ ἀπὸ ἔργων τοῦτο ποιεῖν. Θεόδωροσ δέ φησι· νῦν, φησὶν, ὀφθεὶς, ὅτε τὴν ἁμαρτίαν κρατεῖν συνέβαινεν, ἀναγκαίως τὸν διὰ τὴν ἁμαρτίαν κρατοῦντα θάνατον ἐδέξατο· τότε δὲ τῆς ἁμαρτίας ὡς εἰκὸς λελυμένης, ἀνάγκη καὶ αὐτὸν ἀπαθῶς ὀφθῆναι· τὸ γὰρ “ χωρὶς ἁμαρτίας” τοῦτο λέγει, ὅτι μὴ κρατούσης ἔτι τῆς ἁμαρτίας, οὕτω καὶ αὐτὸς ἔξω παντὸς ἀνθρωπίνου πάθους ὀφθήσεται τότε. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ ἀυτὴν τὴν εἰκόνα τῶν πραγμάτων. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, αὐτὴν τὴν ἀλήθειαν· ἕως μὲν γὰρ ἃν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώματα, σκιά τίς ἐστιν· ὅταν δὲ τὸ ἄνθος ἐπαλείψῃ τις καὶ ἐπιχρίσῃ τὰ χρώματα, τότε εἰκὼν γίνεται. τοιοῦτόν τι καὶ ὁ νόμος ἦν, τουτέστι τῆς θυσίας τῆς ἀφέσεως. ΚΕΦ. ΙΓ. Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν. κατ’ ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι. ἐπεὶ οὐκ ἃν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά 8σου. ἀνωτέρω λέγων ὅτι θυσίαν καὶ προσφορὰν ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται, τότε εἶπεν, ἰδοὺ ἥκω, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Ὁρᾷς πάλιν τὴν περιουσίαν ; μία, φησὶν, αυστηἡ θυσία, ἐκεῖναι lo δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί. τι γὰρ ἔδει πολλῶν, εἰπέ μοι, τῆς μιᾶς ἀρκούσης ; ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ μηδέποτε αὐτοὺς καθαίρεσθαι δείκνυσιν· ὥσπερ γὰρ φάρμακον ὅταν ῃτ ἰσχυρὸν καὶ ὑγιείας ποιητικὸν καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν, τὸ πᾶν ἐργά- σῆται, δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι· καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι ἐπιτίθεσθαι· ἂν δὲ ἀεὶ ἐπιτί- θεται, δηλονότι τοῦ μηδὲν ἰσχυκέναι ἔστι σημεῖον· φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι καὶ μὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί γὰρ δήποτε ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται ; εἰ γὰρ πάντων ἦσαν ἀπηλλαγμένοι τῶν ἁμαρτημάτων, οὐκ ἃν καθ’ ἑκά- στην ἡμέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισμέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡμέρᾳ, ὥστε κατηγορία ἁμαρτημάτων, οὐ λύσις ἁμαρτημάτων ἦν τὸ γινόμενον, κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις· τῷ μὲν οὖν προσφέρεσθαι, ἔλεγχος ἁμαρτημάτων, τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον, ἅπαξ προσηνέχθη· τὰ ἀντίτυπα ἄρα τύπον ἔχει μόνον, οὐχὶ τὴν ἰσχὺν, ὥσπερ ἐπὶ τῶν εἰκόνων, τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχὺν, ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, δὲ ἰσχὺς οὐκέτι· οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τῆς σκηνῆι· ὁ μὲν γὰρ τύπος ἴσος ἦν, ἁγία γὰρ ἦν, ἡ δὲ δύναμις καὶ τὰ ἄλλα οὐ τὰ αὐτά· τί ἐστιν “ εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας “ αὐτοῦ πεφανέρωται ;” τι ἐστιν ἀθέτησις ; τουτέστιν, καταφρό- νῆσις· οὐκέτι παρρησίαν ἔχει, ἠθετήθη γὰρ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δὲ, τουτέστιν βίαν ἔπαθεν, ὅτε προσεδόκησεν πάντας ἑλεῖν, τότε ἀνῃρέθη. διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται, τουτέστιν, ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν· μὴ γὰρ ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, ὥστε εἰκῆ λοιπὸν γίνεται τοῦτο, εἰ καὶ γίνεται· τί γὰρ ἔδει φαρμάκων, οὐκ ὄντων τραυμάτων; τι οὖν ἡμεῖς; καθ’ ἑκάστην ἡμέραν οὐ προσφέρομεν; προσφέρομεν μὲν, ἀλλ’ ἀνάμνησιν ποιούμεθα τοῦ θανάτου αὐτοῦ, καὶ μία ἐστὶν αὕτη, οὐ πολλαί· ἐπειδὴ ἅπαξ προσηνέχθη ἐκείνη, εἰσηνέχθη εἰς τὰ ἅγ ία τῶν ἁγίων· τοῦτο ἐκείνης τύπος ἐστὶν, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ’ ἀεὶ τὸ αὐτὸ, ὥστε μία ἐστὶν ἡ θυσία ἐπὶ τῷ λόγῳ τούτῳ· ἐπειδὴ δὲ πολλαχοῦ προσφέρεται, πολλοὶ Χριστοί; οὐδαμῶς, ἀλλ’ εἷς πανταχοῦ ὁ Χριστός· καὶ ἐνταῦθα πλήρης ὣν, καὶ ἐκεῖ πλήρης· εἰ γὰρ σῶμα, ὡσπερ οὑν πολλαχοῦ προσφερόμενον, ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία θυσία ὁ ἀρχιερεὺς ἡμῶν ἐκεῖνός ἐστιν, ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκὼν, ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον· τοῦτο εἰς ἀνάμνησιν γίνεται τοῦ τότε γενομένου· “ τοῦτο “ γὰρ ποιεῖτε,” φησὶν, “ εἰς ἐμὴν ἀνάμνησιν.” (Θεόδωροσ.) Θεόδωρος δέ φησιν· εἰς τὸ “ θυσίαν καὶ “ φορὰν οὐκ ἠθέλησας,” κ. τ. λ. ταῦτα μὲν εἴρηται τοῖς ἐν Βαβυλῶνι πρὸς τὸν Θεὸν, βουλομένοις εἰπεῖν, ὅτι θυσίας με οὐκ ἀπῄτησας, ἀλλὰ μόνον τὸ ὑπακούειν σου καὶ τὸ θέλημά σου ποιεῖν· καὶ εὔθυμοι τὰ τῆς ἐπανόδου λοιπὸν ἀναμφίβολα ἦν· μεταλλάξας οὖν αὐτὴν ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· ταύτῃ, φησὶν, ἀντὶ τοῦ “ωτια, “ σῶμα, εἰπὼν, κατηρτίσω μοι. (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· περὶ τοῦτο εἴρηται; περὶ οὐδενὸς, ἀλλ’ ἢ περὶ τοῦ Χριστοῦ. ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς, ὅτι οὐ διὰ τὰς πονηρίας αὐτῶν οὐ δέχεται, καθάπερ ἑτέρωθι φησιν, ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα καὶ πεφωρᾶσθαι οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα· τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; οὐκ ἀπὸ τοῦ πολλάκις μόνον δῆλον, φησὶν, ὅτι ἀσθενεῖς εἰσιν, καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ προσίεσθαι αὐτὰς τὸν Θεὸν ὡς ἀνονήτους καὶ ἀνωφελεῖς, καὶ ἀλλαχοῦ φησιν, ὅτι “ εἰ ἠθέλησα, θυσίαν, ἔδωκα ἄν’ ἄρα καὶ διὰ τούτου δηλοῖ, ὅτι οὐ θέλει· ἄρα οὖν οὐχὶ θυσία τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ’ ἡ τῶν θυσιῶν ἀναίρεσις· τί ἐστι “ τοῦ ποιῆσαι τὸ “ θέλημά σου ” τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι, τοῦτο τοῦ Θεοῦ θέλημα. Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμεν. Ἢ καὶ ἄλλως φησὶν, ὅτι οὐχ αἱ θυσίαι τοὺς ἀνθρώπους καθαίρουσιν, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ· ἄρα οὖν τὸ θύειν οὐ θέλημα τοῦ Θεοῦ· καὶ τί θαυμάζεις εἰ νῦν οὐ θέλημα τοῦ Θεοῦ, ὅπου οὐδὲ ἐξ ἠχῆς θέλημα ἦν· “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν “ ὑμῶν ” πῶς οὖν αὐτὸς ἐπέταξε; συγκαταβαίνων, ὥσπερ οὑν ὁ Παῦλός φησι· “ θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, “ ἐν ἐγκρατείᾳ·” καὶ πάλιν φησὶ, “ βούλομαι νεωτέρας γαμεῖν, “ τεκνογονεῖν,” καὶ δύο θελήματα τίθησιν, ἀλλ’ οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει, ἀλλὰ τοῦτο μὲν αὐτοῦ· διὸ καὶ χωρὶς αὐτὸ αἰτίας τίθησιν· ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται· διὸ καὶ μετὰ αἰτίας πρόσκειται· πρότερον γὰρ κατηγορήσας αὐτῶν ὅτι κατεστρηνίασαν τοῦ Χριστοῦ, τότε φησὶ, “ βούλομαι νεωτέ- “ ρας γαμεῖν, τεκναγονεῖν,” οὕτω δὴ καὶ ἐνταῦθα· οὐκ αὐτοῦ θέλημα ἦν προηγούμενον τὸ τὰς θυσίας γίνεσθαι· ὥσπερ γὰρ, φησὶν, “ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν “ καὶ ζῇν,” καὶ ἀλλαχοῦ λέγει, ὅτι οὐ μόνον ἐβουλήθη, ἀλλὰ καὶ ἐπεθύμησεν τοῦτο· καίτοι ἐναντία ἡ ἐπιτεταγμένη βούλησίς ἐστιν· πῶς οὖν οὐ θέλεις; πῶς ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ σφόδρα τοῦ θέλειν ἐστὶ σημεῖον; οὕτω δὴ καὶ ἐνταῦθα· “ ἐν ᾧτ’ θελήματι ἡγιασμένοι ἐσμὲν,” φησί· πῶς ἡγιασμένοι; διὰ τῆς προσφορᾶς Ἰησοῦ Χριστοῦ ἐφάπαξ. Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε κἀς ἡμέραν λειτουργῶν καὶ προσφέρων θυσίας. Ἄρα τὸ ἑστάναι τοῦ λειτουργεῖν ἐστι σημεῖον· οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι. Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Εἰπεν ὅτι ἐκεῖναι οὐ προσφέρονται, συνελογίσατο ἀπὸ τῶν ἐγγράφων, ἀπὸ τῶν ἀγράφων· ἄλλως δὲ, καὶ ῥητὸν παρέστησεν προφητικὸν, λέγων, “ ὅτι θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας·” εἰπεν ὅτι ἀφῆκεν τὰς ἁμαρτίας, πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφων μαρτυρίας πιστοῦται· “ μαρτυρεῖ γάρ’ φησὶν, “ ἡμῖν, καὶ τὸ “ Πνεῦμα τὸ Άγιον·” μετὰ γὰρ τὸ εἰρηκέναι· “ αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν “ διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι· ὅπου δὲ ἄφεσις τούτων, “ οὐκέτι προσφορὰ περὶ ἁμαρτίας·” οὐκοῦν ἀφῆκεν τὰς ἁμαρτίας, ὅτε τὴν διαθήκην ἔδωκεν· εἰ τοίνυν ἀφῆκεν τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας· “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος·” τίνος ἕνεκεν ἡ ἀναβολή; “ ἵνα “ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· μιᾷ γὰρ προσ- “ φορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.” ἀλλ’ ἴσως εἴποι τις ἂν, τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικεν; διὰ τοὺς πιστοὺς τοὺς μέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι· πόθεν οὖν ὅτι τεθήσονται; διὰ τοῦ εἰπεῖν ὅτι ἐκάθισεν· ἀνέμνησε πάλιν τῆς μαρτυρίας ἐκείνης τῆς λεγομένης, “ ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον “ τῶν ποδῶν σου·” οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαῖοί εἰσιν· εἰτα ἐπειδὴ εἶπεν, “ ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ,” σφόδρα δὲ ἠπείγοντο· τούτου χάριν πάντα τὰ μετὰ ταῦτα τίθησιν, ὅσα περὶ πίστεως διαλέγεται· τίνες δὲ οἱ ἐχθροί; οἱ ἄπιστοι πάντες, οἱ δαίμονες· καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνιττόμενος, οὐκ εἰπεν, ὑπαταγῶσιν, ἀλλὰ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔχοντες οὖν, ἀδελφοὶ, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων, ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἢν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν. Δείξας τὸ μέσον τοῦ ἀρχιερέως καὶ τῶν θυσιῶν καὶ τῆς σκηνῆς καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε πάντα ἐκεῖνα ἐλάττω, ταῦτα δὲ μείζω, φησὶν, ὥσπερ αἰσχύνην ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παρρησίαν τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης, εἰς τὴν εἴσοδον ἐνταῦθα τὸν οὐρανὸν, καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευματικὰ, “ ἣν ἐνεκαίνισε,” τουτέστιν, ἣν κατεσκεύασεν, καὶ ἧς ἤρξατο, ἐγκαινισμὸς γὰρ λέγεται ἀρχὴ χρήσεως, λοιπὸν ἣν κατεσκεύσαεν, φησὶ, καὶ δι’ ἧς αὐτὸς ἐβάδισεν “ ὁδὸν πρόσφατον καὶ “ ζῶσαν.” ἐνταῦθα τὴν πληροφορίαν τῆς ἐλπίδος ἐμφαίνει, “ πρόσφατον,” φησὶ, βιάζεται δεῖξαι πάντα μείζονα ἐσχηκότας, εἴ γε νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ μήτε ἐπὶ Ἀβραὰμ ἐγένετο· “ ὁδὸν πρόσφατον,” φησὶ, “ καὶ ζῶσαν·” ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσεν, τουτέστιν τὰ προστάγματα τὴν μένουσαν· “ διὰ “ τοῦ καταπετάσματος,” φησὶ, “ τῆς σαρκὸς αὐτοῦ·” ἡ γὰρ σὰρξ αὕτη ἔτεμεν πρώτη τὴν ὁδὸν ἐκείνην· τοῦτο αὐτὴν ἐνεκαίνισεν ἣ ἐβάδισεν· καταπέτασμα δὲ εἰκότως ἐκάλεσεν· ὅτε γὰρ ἤρθη εἰς υψος, τότε ἐφάνη τὰ ἐν τοῖς οὐρανοῖς. Προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πιοτεως. Τίνι προσερχόμεθα; τοῖς ἁγίοις, τῆ πίστει, τῆ πνευματικὴ λατρείᾳ, “ μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως,” ἐπειδὴ οὐδέν ἐστιν ὁρατὸν, οὔτε ὁ ἱερεὺς λοιπὸν οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον, καίτοιγε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἀλλ’ ἔνδον αὐτὸς εἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες· ἐνταῦθα δὲ . . . . τοῦτο γέγονεν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια, ἀλλ’ ὅτι καὶ ἡμεῖς εἰσερχόμεθα· διὰ τοῦτό φησιν “ ἐν πληροφορίᾳ πίστεως·” ἔστι γὰρ καὶ πιστεύειν ἁπλῶς διστάζοντα, οἱοι πολλοί εἰσι· καὶ νῦν λέγοντες ὅτι ἐνίων ἐστιν ἀνάστασις, ἐνίων οὔ· τοῦτο οὐκέτι πίστις· ἐν πληροφορίᾳ, φησὶ, πίστεως· οὕτω δεῖ πιστεύειν ὥσπερ ὁρωμένων, καὶ πολλῷ πλέον· ἐνταῦθα μὲν γὰρ σφαλῆναι ἐστὶν ἐν ὁρωμένοις, ἐκεῖ δὲ οὔ· ἐνταῦθα μὲν τῇ αἰσθήσει ἐπιτρέπομεν, ἐκεῖ δὲ “ τῷ πνεύ- “ ματι· ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς·” δείκνυσιν ὅτι οὐ πίστις μόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ἐζητεῦται καὶ τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν· οὐ γὰρ δέχεται μετὰ πληροφορίας τὰ ἅγια τοὺς μὴ οὕτω διακειμένους· ἅγια γάρ ἐστι, καὶ ἅγια ἁγίων· ἐνταῦθα δὲ ἄνθρωπος οὐδεὶς βέβηλος εἴσεισιν· ἐκεῖνοι τὸ σῶμα ἐρραντίζοντο, ἡμεῖς τὴν συνείδησιν, ὥστε ἔνεστι καὶ νῦν περιρραντίζεσθαι αὐτῇ τῆ ἀρετῇ, Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ. Τὸ λουτρὸν φησὶν ἐνταῦθα οὐκέτι σωμάτων καθάρσιον, ἀλλὰ ψυχῆς· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος, ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν· μηδὲν τοίνυν περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει, πίστεως δεῖται τὰ ἡμέτερα.