ΚΕΦ. Δ. Οτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον. Ὅθεν ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· μέλλων προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόμον τὸν λόγον ἦγ’ ἄγεν, οὐ γὰρ μικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. ἄρχεται μὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν, ἤρξατο ἀπὸ τῆς σαρκὸς τέως τὸ ἴσον τιθέναι, καὶ φησιν, " ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ “ αὐτοῦ,” καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς. εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ’ ὅμως ἔτι πολὺ τὴν αἰδῶ, φησὶ, τῷ ποιήσαντι αὐτόν· τί ποιήσαντι; Ἀπόστολον καὶ ἀρχιερέα· οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων, “ ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ, τουτέστι, ἐν τῶ λαὼ, ἐν τῶ ἱερῶ· ἐνταῦθα δὲ τὸ ἐν οἴκω αὐτοῦ φησιν, ὡς ἃν εἴποι τις περὶ τῶν ἐν τῇ οἰκίᾳ, καθάπερ τις ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς τῷ λαῷ. ὅτι γὰρ οἶκον ἐνταῦθα τὸν λαὸν, φησὶν, ἐπήγαγεν, “ οὗ ὁ οἰκός ἐσμεν ἠμεῖς.” τι ἐστι “πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν;” τουτέστιν εὐνοικὸν προϊσάμενον τῶν αὐτοῦ, οὐκ ἐῶντα φθείρεσθαι ἁπλῶς. Ἀπόστολον δὲ αὐτὸν καλεῖ διὰ τὸ ἀπεστάλθαι, “ καὶ ἀρχιερέα τῆς ὁμολογίας “ ἡμῶν,” τουτέστι τῆς πίστεως· καὶ αὐτὸς γὰρ λαὸν ἐγκεχείρισται, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἀλλὰ μείζονα καὶ ἐπὶ μείζοσιν. (Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησι· Μωϋσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδόν· ἀλλ’ ἦν ἰσχνό- φωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τοτηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ Δὰν καὶ ἕως Βιρσαβεὲ, καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ. καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαβὶδ, ψάλλει που καὶ φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραὴλ, " ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες “ ἔθνη καὶ κατεφύτευσας αὐτήν·” προσεπάγει δὲ τούτοις, ποταμῷ Εὐφράτῃ, καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίαν, “ ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, “ καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.” συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μώσεως ὁρᾶται κήρυγμα· προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα, καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς, τὰ πρόσκαιρα καὶ εὐμάραντα. γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· “ δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ,” καὶ “ ἔστιν ἀδύνατον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας.” Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς, βεβοήθηκε τοῖς πειραζομένοις. Κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὣν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ μονογενὴς αὐτοῦ Λόγος· ἵν ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν, καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν, καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις, “ ἐν ᾧτ’ πέπον- “ θεν αὐτὸς πειρασθεὶς,” “ τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” κατὰ τὸ γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις “ τὸ πειρασθεὶς,” ἀντὶ τοῦ πεπονθὼς, ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, πάντας ἡμᾶς ἠλευθέρου, καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν· οὐκοῦν “ βεβοήθηκε τοῖς πειραζομένοις,” εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, ἵν οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ιουδαίων, “ καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς “ τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν “ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι “ ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, “ εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ “ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε.” σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν. Ὅθεν, ἀδελφοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι’ αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μώσεως ἐδίδου νόμος, ἀλλ’ ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται, καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος, καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι, “ καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν “ καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·” καὶ πάλιν, “ ὁ πρῶτος ἄνθρωπος “ ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἷος ὁ χοικὸς, τοιοῦτοι “ καὶ οἱ χοικοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.” γεγόναμεν τοίνυν ἐπουράνιοι· μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν ἐν οὐρανοῖς τὸ πολίτευμα· “ οὐ γὰρ τοῖς ἀρχαίοις ἐν “ ἴσῳ προσεληλύθαμεν ἡμεῖς, ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ “ ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων· “ προσεληλύθαμεν δὲ μᾶλλον Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος “ Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν Ἀγγέλων, πανηγύρει καὶ “ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ " Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθή- “ κἠς νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λα- “ λοῦντι παρὰ τὸ βελ.” τὸ μὲν γὰρ αἷμα τοῦ Ἅβελ κατεκεκράτει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου· λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα, τὸ τίμιον αἷμα· μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον, καὶ ῥεραντίσμεθα δι’ αὐτοῦ πρὸς δικαίωσιν. Κατανοήσωμεν τοίνυν τὸν Ἀπόστολον καὶ καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν. Ἀρχιερέα δηλονότι καὶ Ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ πατρὸς, ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι’ αὑτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι’ εὐσέβειαν καὶ ὑπακοὴν τινὸς πρὸς Θεόν. Συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων, “ εἰς τοῦτο γὰρ καὶ ἐκλήθητε, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ “ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς “ ἴχνεσιν αὐτοῦ.” καὶ αὐτὸς δέ φησιν ὁ Σωτῆρ’· “ εἰ τις θέλει “ ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν “ αὑτοῦ, καὶ ἀκολουθείτω μοι.” τῷ γε μὴν ὠνομᾶσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ· θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἄν· καὶ ἐπ’ αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός. γέγραπται γοῦν ὅτι “ Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος. ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν, ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, “ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.” καὶ μὴν ὁ Παῦλος “ πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ “ Υἱοῦ αὐτοῦ·” τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τὸ “πιστὸς,” ἣ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν, ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν ; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐνανθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς, ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν. Θεοδώρητοσ. Πάλιν ἀρχιερέα καὶ Ἀπόστολον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν· εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἂν ἦν, ὅτι δὲ καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονε ἐν τῇ πρὸς Γαλάτας ἔδειξεν, “ ἐξαπέστειλε γάρ’ φησὶν, “ ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ “ γυναικός.” ἔφη γοῦν “ ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ “ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός “ με· τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ “ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ “ ἐσχάτῃ ἡμέρᾳ.” δεδέμεθα γὰρ ὡς Σωτήρι’ καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι’ Υἱοῦ, πᾶν ὅτι ἃν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς, ὅτι καὶ δύναμις αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ο Ι ἰὸς, “ ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ “ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, “ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατὴρ μὲ ἀπέστειλε·” ψάλλει δέ που καὶ ὁ Δαβίδ· “ ἔντειλαι, ὁ Θεὴ, τῇ δυνάμει σου, δυνάμωσον ὁ “ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.” Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἣ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος, καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μώσεως δοθέντα νόμον ἱερουργοῦν τῷ Θεῷ, ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες, ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο, κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων, ἀλλ’ ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος, “ Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν “ μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ “ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος “ τράγων καὶ μόσχων· διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ “ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος.” τὴν σάρκα ἐκείνην λέγει μείζονα καὶ τελειοτέραν σκηνὴν, κἀς ὃ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “ οὓ γὰρ ἐκ μέτρου διδῶσιν ὁ Θεὸς τὸ Πνεῦμα,” τελειοτέρας δὲ ὡσείτε καὶ ἀλήπτου οὔσης καὶ μείζονος κατορθούσης, τουτέστι, φησὶν, “ οὐ ταύτης τῆς κτίσεως·” ἰδοῦ πῶς μείζονος, οὐ γὰρ ἄνθρωπος αὐτὴν κατεσκεύασεν, οὐδὲ ταύτης τῆς κτίσεως ἐστιν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ, διὰ τῆς μείζονος σκηνῆς, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος καὶ εἰσερχομένην εἰς τὰ ἅγια τῶν ἁγίων, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ κἄ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια καταπέτασμα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ὡς ἔχουσα τὴν θεότητα. Ἐπράττετο μὲν γὰρ δι’ αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω πολλοῦ γε καὶ δεῖ. σέσωκε γὰρ τὴν ἐπουράνιον αἵματι τῷ ἰδίῳ, καὶ οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἱερεὺς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας· “ καὶ γὰρ ἦν ἀδύνατον αἷμα “ ταύρων καὶ τράγων ἀφαιρεῖν ἅμαρτ’ ” ὅθεν καὶ δευτέρας διαθήκης ἐξετέθη τύπος, οὐκ ἐχούσης ἐφ’ ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ, γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν· καὶ τούτου μάρτυς γένοιτ’ ἃν ἡμῖν οὐ ψευδοέπης ὁ μακάριος Παῦλος· ἔφη γὰρ πάλιν περὶ αὐτοῦ, “ διὸ εἰσορχόμενος εἰς τὸν κόσμον, λέγει, “ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· “ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον, ἰδοὺ “ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται ῥάπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ “ Θεὸς, τὸ θέλημά σου.” τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος ; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγεται ; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος; Κυρίλλου. Ἐκβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τυπικῶς δὲ μᾶλλον, ἀλλὰ φυσικῶς, ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου, καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρός· ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀνάλλαγμα γένηται, τεθνεὼς σαρκὶ κατὰ τὰς γραφὰς· γέγονε γὰρ διὰ τοῦτο καινῆς διαθήκης μέσ’ ἴτης, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος· προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς, καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ ὁμούσιον τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς, οὐχ ὡς ἑτέρῳ μᾶλλον αὐτὴν ἱερούργει καὶ προὔχοντι τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσι,, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ’ ἃν εἰκότως· δεδικαιώμεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ, καὶ μεμένηκε Λόγος, καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν, καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος, “ ὡς γέγονε μὲν Ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, “ πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς “ ἐν τῷ οἴκῳ αὐτοῦ· πλείονός γε μὴν δόξης αὐτὸς ἠξίωται παρὰ “ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας “ αὐτόν.” καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγόν· ὑποτρέχει γὰρ εὐμηχάνως τὸν Ἰσραὴλ, οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ, καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται· πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέ- σθαι Χριστὸν Ἀπόστολον καὶ ἀρχιερέα, καὶ πρός γε τούτῳ, πιστόν· καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μώσης· εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μώσεως ὄνομα, καὶ τοὺς ἐπαίνους τοὺς ἐπ’ αὐτῷ προκαταθεὶς, τῷ λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν, “ καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.” Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων, καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων, καὶ αὐτοῦ δὲ δηλονότι Μώσεως, στεφανοῖ δὲ διὰ τῶν τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γὰρ ἔστιν ἀληθὲς, ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ’ οὐσίαν τῶ ποιητῆ, πῶς ἃν ἐνδοιάσειέ τις, ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν ; ἐπιτήρει δὲ ὅτι τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας γίας ἡμῶν, ἡμῶν, αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ αὐτὸς ἢν ὁ ἱεροφάντης Μωσῆς· ” πλείονός γε μὴν ἠξιῶ- “ σθαι δόξης παρ’ ἐκεῖνον, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ “ κατασκευάσας αὐτόν.” προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα καταδεικνὺς τὸν Ἰησοῦν· “ πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ “ δὲ τὰ πάντα κατασκευάσας Θεός·” οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ’ ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ κατ’ αὐτὸν, ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέσεως. Ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος μονογενὴς Υἱὸς, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρωπος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ, καὶ εἰ γέγονε σὰρξ, τὸ πρὸ παντὸς εἶναι χρόνου, καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν, ὅτι τῶν ὅλων ἐστι γενεσιουργός· “ εἷς γὰρ Θεὸς ὁ “ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ “ τὰ πάντα,” καὶ πάλιν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ “αὐτὸς, αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·” πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἃν εἴη, καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως, καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἀβραὰμ πρὸς τὸν Ἰσραὴλ, λέγων· “ Ἀβραὰμ ὁ “ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “ εἶδεν καὶ ἐχάρη.” οἱ δὲ κὰγ οὐδένα τρόπον τὸ ἐπ’ αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ’ ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον, “ “πεντή- “ κοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” ὁ δὲ πρὸς αὐτούς· “ Ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἀβραὰμ καὶ Μώσεως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργός· ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημά- τῶν προυφεστάναι λέγειν ’τον ποιήτην καὶ τῶν κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλλος. οὐκοῦν ἀσυγκρίτως τὸ Μώσεως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν, ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ’ ἕτερον δὲ τρόπον πειρᾶται πληροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων λόγος· “ ἦν μὲν γὰρ,” φησὶν, “ ὁ Μώσης πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ “ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς “δὲ ὡς Υἰὸς ἐπὶ τὸν οἰκον αὐτοῦ, οὑ ὁ οίκος ἐσμὲν ἡμεῖς.” Ἄθρει δὴ οὖν, ὅπως τῷ μὲν μακαρίῳ Μωϋσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν, τῷ γνησιότητος τρόπῳ κοσμούμενον· εἰναι γάρ φησιν ἐν τῷ οἴκῳ πιστὸν, “ εἰς μαρτύριον τῶν λαληθησομένων,” τουτέστιν εἰς διακονίαν τῶν παρὰ Θεοῦ λόγω Χριστὸν δὲ οὐχ οὕτως. εἰ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ’ ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι. πεπαιδαγώγηκε μὲν γὰρ ὁ Μώσης διὰ τῆς τοῦ νόμου σκιᾶς τοὺς ἀρχαιοτέρους, καὶ τὰ τῆς οἰκετικῆς γνησιότητος ἐκομίζετο γέρα, Θεοῦ λέγοντος πρὸς αὐτόν· “σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ πολὺ δὲ λίαν ἐν ἀμείνοσιν ἐπὶ Χριστοῦ. κεκάθικε γὰρ ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, καὶ κατῴκησεν ὡς Υἱὸς καὶ Κύριος ἐν τῷ οἴκῳ τοῦ Πατρὸς αὐτοῦ. ἐναυλίζεται γὰρ ἡμῶν ὡς Θεὸς διὰ τοῦ ἰδίου Πνεύματος, καί τοι τοῦ πανσόφου Μώσεως ἐν οὐδενὶ κατοικήσαντος, οὐ γὰρ μέτοχοι γεγόναμεν Μώσεως, ἀλλ’ οὐδὲ ἑτέρου τινὸς τῶν ἁγίων· μετεσχήκαμεν δὲ τοῦ Χριστοῦ, διά τε τοῦ Πνεύματος καὶ τῆς εὐλογίας τῆς μυστικῆς. καί τοι γὰρ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός ἐνεστηκότος ἤδη καιροῦ καθ’ ὃν ἔδει τοῦτο πληροῦν, κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί· καὶ γοῦν ἔφη τοῖς ἁγίοις Ἀποστόλοις, “ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ “ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν·” “ ὁ γὰρ κολλώ- “ μένος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι,” κατὰ τὸ γεγραμμένον. παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, πάλι, οὕτω φησίν· “ οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πι “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, “καθὼς σὺ Πατὴρ ἐν ἐμοἱ, κάγὼ έν σοί· ίνα καὶ αὐτοὶ ἐν “ ἡμῖν ἓν ὠσιν· ἴνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας, “ κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, “ καθὼς καὶ ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι “τετελειωμένοι εἰς ἕν.” Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλάισμα τετηρηκόσι τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν, οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος Υἱὸς, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγενημένος ναός· ἀλλ’ ὅτι “γέ- “ γονε” μὲν κατὰ τὰς γραφὰς “ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ’ ἔστιν Υἱὸς εἰς, καὶ Κύριος εἱς, Ἰησοῦς ὁ Χριστός. Τοῦ μακαρίου Ἀθανασίου. Ποιητὴς γὰρ ὣν καὶ δημιουργὸς, ὕστερον γεγένηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν και ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. πότε γὰρ πεποίηται, ἣ πότε Ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· ταύτην γὰρ προσενέγκας τὴν σάρκα δι’ ἑαυτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, ὅτι οὐ πίστεως μετέχων, οὐδ’ ἔστιν 1 ἀπιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἃν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμενοαι οὐκ εἶχον τὸ πιστὸν, καθ’ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρμοῦ· ἡ δὲ τοῦ Σωτῆρος θυσία, ἅπαξ γενομένη, τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός· καὶ ἡ μὲν κατὰ νόμον ἱερατεία, καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ κύριος καὶ ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γινόμενος, εἰς τὸ ὑπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· καὶ ὁ μὲν Μώσης θεράπων, ὁ δὲ Χριστὸς Υἱός· καὶ ὁ μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μώσης ἄνθρωπος ὣν φύσει, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ· 1 Leg. ἔτι. ὁ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὐπ’ αὐτοῦ. Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῆ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πάτερες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαρά- κοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Σοφωτάτην ἐν τούτοις ποιεῖται τὴν ἐπίπληξιν τοῖς Ἐβραίων δήμοις, εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν τοῖς πατράσι συμεβηκότων κατὰ τὴν ἔρημον. ἐκλετυτρωμένίι γὰρ τῆς Αἰγυπτίων πλεο- νεξίας, ὀψὲ καὶ μόλις τὸν τῆς ἀσυνήθους δουλείας ἀπολυσάμενοι ζυγὸν, κέκληνται πρὸς γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην· εἶτα πλείστων τε ὅσων αὐτοῖς καὶ μὴν καὶ ἀξιαγάστων ἐπιδειχθέντων σημείων, παροτρύνοντες οὐ διαλελοίπασιν ὃν διὰ πάσης ἐπεικείας, καὶ τῆς εἰς ἅπαν ὁτιοῦν εὐπειθείας θεραπεύειν ἐχρῆν. ἐπειδὴ ἧκον πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς ἀεὶ προσδοκηθείσης αὐτοῖς χώρας τε καὶ γῆς, προσκεκρούκασιν ἀπιστήσαντες· μὴ γὰρ μὴ δύνασθαι διασώσειν αὐτοὺς τὸν τῶν δυνάμεων Κύριον παραφρονοῦντες ἔφασκον, ἀπολεῖσθαι δὲ καὶ οὐκ εἰς μακρὰν διὰ χειρὸς τῶν κατοικούντων ἐν αὐτὴ, καὶ δὴ καθίσαντες ἔκλαιον, καὶ ύπονοστῆσαι πάλιν εἰς τὴν τῶν πλεονεκτησάντων ἐβουλεύοντο γῆν. τί οὖν πρὸς ταῦτα Θεός ; “ προσώχθισα τῇ γενεᾷ ταύτῃ, ’ φησὶ, “ καὶ ε7πον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς “ ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν “ κατάπαυσίν μου.” εὐθέως οὖν ὁ Παῦλος παρενεγκὼν εἰς δεαμα τὰ τοῖς ἀρχαίοις συμβεβηκότα διά γε τὸ ἀπιστεῖν ἑλέσθαι Θεῷ, “ Bλέπετε,” φησὶν, “ ἀδελφοί· μή ποτε ἔσται ἔν τινι “ ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ “ ζῶντος.” ἡ μὲν οὖν ἀπιστία δίκης τε ὁμοῦ καὶ ὀλέθρου προμνή- στρια γένοιτ’ ἄν· καὶ μάλα εἰκότως τοῖς ἀγαπῶσιν αὐτήν· τὸ δὲ δὴ προσήκασθαι μὲν τὴν πίστιν τὴν εἰς Χριστὸν, μὴ μὴν ἔτι καὶ ὑγιῶς τοῦτο δρᾷν, φαίην ἂν ἔγωγε, τοῖς τῆς ἀπιστίας αἰτιώμασιν, ἀδελφὴν ὥσπερ τινὰ τὴν φαυλότητα νοσεῖν. (Εὐσεβίου.) Εὐσέβιός φησιν, ἅπαξ ποτὲ, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον αὐτὸ πράξητε, ἐὰν αὖθις,, αὐτοῦ τῆς φωνῆς ἀκούσητε ἐν ἀνθρώποις γενομένου. τὸ δὲ “ σήμερον” εἰς πάντα τὸν ἐνεστηκότα αἰῶνα ἀναφέρει· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. “ διὸ προσώχθισα τῇ γενεᾷ “ ἐκείνῃ,” τούτου, φησὶν, ἕνεκα, τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών. Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οἱ δὲ οὐδὲ ταῖς ἀπειλαῖς προσέχειν ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἐβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπέλαυσαν γῆς. τὴν γὰρ γῆν ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσε, κατὰ δὲ τοὺς ἅλλους ἑρμηνευτὰς ἀνάπαυσιν. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τὰς μεταβάσεις ὡς ὁδοιποροῦντες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης ἐν ἡ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν· ὁδοὺς δὲ Θεοῦ, τὰς οἰκονομίας ἐκάλεσε. τὰ αὐτὰ δὲ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰσέτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνοιμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ ἡμᾶς ὀργὴ Θεοῦ, καὶ ἀποπεσούμεθα τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως, ἥτις γενήσεται μέτα τὴν ἔξοδον τοῦ παρόντος βίου· τότε γὰρ τὸ ἀληθινὸν σάββατον ἡμᾶς διαδέξεται, ἐν ᾧ ἀληθινῷ σαββάτῳ αὐτὸς ὁ Θεοῦ Λόγος ἀναπαύσεται ἐν ἡμῖν, τοῖς διὰ πράξεων ἀγαθῶν τὴν ἀρετὴν κατορθώσασιν. (Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης εἰς τὸ ” “ λέγει τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ἀκούσητε,” λέγει, περὶ ἐλπίδος ἢν αὐτῷ ὁ λόγος, ὅτι χρὴ ἐλπίἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται πάντως τοῖς ἐνταῦθα πονήσασι μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις· τοῦτο οὖν ἀπὸ τοῦ προφήτου δείκνυσιν, “ ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς “ τὴν κατάπαυσίν μου.” τρεῖς φησὶ καταπαύσεις εἶναι, μίαν τὴν τοῦ σου, ἐν ῃτ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, δευτέρα, τὴν τῆς Παλαιστ ίνης, εἰς ἣν εἰσελθόντες οἱ Ἰουδαῖοι ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην τὴν ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀνεπαύοντο ὄντως τῶν πόνων καὶ τῶν μόχθων. τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται· καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος, τῶν τριῶν ἐμνημόνευσεν ; ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτῆς λέγοντα· περὶ μὲν γὰρ τῆς πρώτης οὐκ εἶπε, φησὶ, πῶς πάλαι γεγενημένης, ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· οὐ γὰρ εἰσελεύσονται, φησὶν, εἰς τὴν κατάπαυσίν μου· εἰς δὲ τὴν Παλαιστίνην, καὶ εἰσῆλθον καὶ ἀνεπαύσαντο. λείπεται δὴ τὴν τρίτην ταύτην εἶναι λοιπόν. βλέπετε μή τότε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ἀπὸ γὰρ σκληρότητος ἡ ἀπιστία γίνεται· καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἶκον τῷ λόγῳ τοῦ Θεοῦ. εἰκὸς γὰρ ἀπιστεῖν αὐτοὺς, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γινομένων. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανἶς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. εἰ γὰρ οἱ πατέρες ὑμῶν, φησὶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς. Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Σευηριανοῦ. Ὠσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει· μέτοχοι γὰρ Χριστοῦ γεγ όναμεν, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. (Θεοδώροσ.) Θεόδωρος φησιν· οὐδὲ γὰρ νῦν, φησὶ, συμβου- λεύειν προσῆκεν ὑμῖν, ὅπως ἃν ἀποστάντες τῶν χειρόνων ἐπὶ τὸ κρεῖττον ῥέψητε διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως. πρὸς γὰρ ἤ δὴ πεπιστευκότας ὁ λόγος μοι γίνεται, ὥστε τὰ αὐτὰ παραινεῖν ὑμῖν προσῆκεν, ὅπως ἂν ἐπιμένητε τοῖς δόξασιν ἅπαξ· τοῦτο οὖν λέγει, ὅτι οἱ πιστεύσαντες καὶ τοῦ Πνεύματος μετειληφότες, μέτοχοι τῆς ὑποστάσεως τοῦ Χριστοῦ γεγόναμεν, ὥσπερ τινὰ φυσικὴν τὴν πρὸς αὐτὸν κοινωνίαν δεξάμενοι· λείπει δὴ λοιπὸν τὸ τὴν ἀρχὴν ταύτην ἐν ἀκεραίῳ διαφυλάξαι γνώμῃ. τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μώσεως· τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη ; οὐχὶ τοῖς ἁμαρτήσασιν ; ὧν τὰ κῶλα ἔπεσον ἐν τῆ ἐρήμῳ, καὶ τὰ ἑξῆς. Θεοδώρου. βούλεται δεῖξαι, ὅτι πάντες οἱ διὰ Μώσεως ἐξελθόντες ἀπώλοντο δι’ ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ τίσιν δὲ προσώχθισε ; καὶ τίσι δὲ ὤμοσεν ; άναγινωσκομένων μὲν κατ’ ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπαιτούντων ἀνταπόδοσιν· οὔτε ἐκεῖνο, ὅτι τινὲς δὲ ἀκούσαντες παρεπίκραναν τότε, λέγεσθαι κατ’ αὐτὴν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγοι ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἤσαν· λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων, ὅτι τίνες ἐποίησαν τόδε μέρος, ἀπὸ πλήθους ἀποτεμνόμενοι, ὅταν ἐλάττονας εἰναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων· ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ· ὥστε οὐδὲ ἀκολουθίαν εἶχε τινὰ τὸ λέγειν, τίνας εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων, οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο νομίσας τὸν ἀριθμόν. ΚΕΦ. Ε. Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν. Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῆ τις ἐξ ὑμῶν ὑστερηκέναι. (Φεόδωροσ.) Προσῆκεν φοβεῖσθαι, φησὶν, ὅπως ἃν μὴ αὐτοὶ τῆς εἰς τὴν κατάπαυσιν εἰσόδου τὴν ἐπαγγελίαν δεξάμενοι ὑστερήσωμεν μοχθηρίᾳ γνώμης· μηδὲ γάρ τις οἰέσθω ἀρκεῖν αὐτῷ τὴν ἐπαγγελίαν τιῶν μελλόντων, ὥσπερ οὐδὲ ἐκείνοις· οὐ γὰρ ἦσαν κατὰ τὴν πίστιν τοῖς ἐπαγγελθεῖσι συνημμένοι, ὅθεν οὕτως ἀναγνωστέον, ” μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκουσθεῖσιν,” ἵνα εἴπῃ ταῖς πρὸς αὐτοὺς γεγενημέναις ἐπαγγελίαις τοῦ Θεοῦ διὰ Μώσεως. Διὸ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν. Χρυσοσόμου. Ὁ μακάριος Ἰωάννης φησι· τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ γένηται, “ ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτη τῆς ἁμαρτίας·” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ; ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ὅταν ψυχὴ εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ, καταφρονήσασα δὲ οὐδὲ πιστεύειν ἀνέχεται ὥστε ἀπαλλάξαι φόβου αὐτήν· ” μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ·” μετέχομεν αὐτοῦ, φησὶν, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς, συγκληρονόμοι καὶ σύσσωμοι, ἓν σῶμά ἐσμεν ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· “ ἐάν περ “ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχω- “ μεν·” “ τίς ἐστιν ἀρχὴ τῆς ὑποστάσεως ; τὴν πίστιν δι’ ἧς " ὑπέστημεν καὶ οὐσιώμεθα καὶ γεγενήμεθα, ὡς ἄν τις εἴποι, εἰτα “ ἐπάγει,” ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ καθυπέρβατόν ἐστιν ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, τὸ γὰρ σήμερον ἀεί ἐστιν· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκουῆς ἐκείνους, μὴ συγκεκερασμένους τῆ πίστει τοῖς ἀκούσασιν. Πῶς οὐκ ὠφέλησεν ; εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι τοῦτο αὐτὸ, δι’ ὧν φησι, “ τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, “ ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως· τίσιν “ δὲ προσώχθισε μ΄ ἔτη· οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα “ ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσιν δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν “ κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι “ οὐκ ἠδυνήθησαν ἀνελθεῖν διὰ ἀπιστίαν.” εἰπὼν πάλιν τὴν μαρτυρίαν, καὶ τὴν ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ· “ εἶπε γάρ’ φησὶ, " σήμερον ἐὰν τῆς φωνῆς ἀκούσητε, μὴ σκλη- “ ρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ·” τίνων μέμνηται, φησὶ, σκληρυνθέντων, τίνων δὲ ἀπειθησάντων· οὐ τῶν Ιουδαίων; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονε· μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ἀπώναντο, ἐπεὶ μηδὲ ἐπίστευσαν. οἱ οὖν περὶ Χαλὲβ καὶ Ἰησοῦν ἐπειδὴ μὴ συνεφώνησαν τοῖς ἀπιστήσασι, διέφυγον τὴν κατ’ ἐκείνων ἐξενεχθεῖσαν τιμωρίαν· καὶ ὅρα τί θαυμαστῶς· οὐκ εἰπεν οὐ συνήνεσαν, ἀλλ’ οὐ συνεκράθησαν, τουτέστιν, ἀστασιάστως διέστησαν τῶν πάντων, μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι· εἰσελευσόμεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες· πόθεν τοῦτο δῆλον, ἐπήγαγε, καθὼς εἴρηκεν, “ ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰσελεύσονται εἰς τὴν κατά- “ παῦσίν μου,” καὶ τοιούτων ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων· καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δῆλόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι. τί οὖν σπουδάζει δεῖξαι τέως ; ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὐ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐρανῶν. τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. ὅτι γὰρ τοῦτο λέγει, φησὶν, " εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· “ καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ἀπὸ πάντων “ τῶν ἔργων αὐτοῦ,” καὶ ἐν τούτῳ πάλιν, “ εἰσελεύσονται εἰς τὴν “ κατάπαυσίν μου” ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατά- παυσιν. Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐχ εἰσῆλθον δι’ ἀπείθειαν· πάλιν τινὰ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται. Τί δέ ἐστιν ὅ φησιν; ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν, πάντως ἐκεῖνοι οὐκ εἰσῆλθον· ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν, πόθεν τοῦτο δῆλον, μετὰ τοσαῦτα ὄη φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, “ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· εἰ γὰρ αὐτοὺς “ Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα “ ἡμέρας·” δῆλον δὲ ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς ταῦτά φησι. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Οὐ γὰρ ἃν εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι· πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην οἰκοῦντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις; καὶ καλῶς συνεπέρανε τὸν λόγον· οὐ γὰρ εἶπε κατάπαυσις, ἀλλὰ σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα καὶ ᾧτ’ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν· ὥσπερ γὰρ ἐν τῷ σαββατισμῷ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε· ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; “ ὃ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός ἐπειδὴ πέρι ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἢν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε· τὸ δὲ σήμερον ὥστε μηδέποτε ἀπελπίζειν ἑαυτούς· “ παρακαλεῖτε, φησὶν, ἑαυτοὺς “ καθ᾿ ἑκάστην ἡμέραν,” τουτέστι κἂν ᾖ τις ἡμαρτηκὼς, ἕως ἃν ᾖ τὸ σήμερον ἐλπίδας ἔχει· εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, εἴπων, Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Ἐνταῦθα περὶ τῆς κολάσεως διαλέγεται, εἰς τὰ κρυπτὰ αὐτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν· οὐ κῶλα ἐστὶ πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει καὶ τιμωρίᾳ. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀληθινῆς καταπαύσεως τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν, μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν· ὥσπερ γὰρ ὁ Θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἅπαξ αὐτοῦ τῆ κατασκευῇ τέλος δεδωκὼς, οὕτως προσῆκε καὶ τὸν εἰς κατάπαυσιν εἰσιόντα, μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιὰ, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς παράβασιν νομίμων m. τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη τὴν μεταβολὴν, καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν· τὸ δὲ σήμερον, φησὶν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρας διαστήματος λέγεσθαι δύναται, ὡς ἃν ἐφ’ ἑκάστης ἡμέρας τοῦ σήμερον ἁρμόττοντος. τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας ἕνεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ μονογενοῦς θεότητος λαμβάνειν τὸ “ ἐγὼ “ σήμερον γεγέννηκά σε·” οἳ τὸ σήμερον ἀόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες, ὅτι τὸ σήμερον λέγεσθαι οὐκ ἃν δύναιτο μὴ οὔσης ἡμέρας· ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἃν τὸ σήμερον, σαφῶς ὁ Ἀπόστολος ἐδήλωσεν εἰπὼν, " πάλιν, τινὰ “ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, εἰ δὲ καὶ ἑτέρωθι παρακαλεῖτε “ ἑαυτοὺς, ἔφη καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖ- “ ται,” πρῶτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν ἡμερῶν τὸ σήμερον λέγοιτο, τῷ εἰπεῖν καθεκάστην ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ “ ἄχρις οὗ τὸ σήμερον καλεῖτα·” ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, οὐ δυναμένου μὲν τοῖς παρεληλυθόσι, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν· τι γάρ φησι ; καθ’ ἑκάστην ἡμέραν τὸ σήμερον λέγεσθαι πρὸς ἡμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθαι τοῦ μένειν ἐπὶ τῆς πίστεως· ὡς m Hæc corrupta sunt. γὰρ τοῦ σήμερον τὴν παροῦσαν σημαίνοντος ἡμέραν, οὕτως αὐτοῖς συνεβούλευσε, καταχρησάμενος τῇ σημασίᾳ μᾶλλον πρὸς τὸ τῆς παραινέσεως ὠφέλιμον. (Σευγριανόσ.) Σευηριανὸς δέ φησι, μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ Ἁγίου νεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια. ΚΕΦ. ς. Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγῳ τῷ διὰ πάντων, καὶ τὸν χρηστὸν τῆς χόριτος τῆς ἱερατικῆς πόμ’ τῷ ὁμοιοπαθήσαντι ἡμῖν ἀνθρωπίνως. Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυ- σιν, ἵνα μὴ ἐν τῷ αὐτῶν τις ὑποδείγματι πέση τῆς ἀπι- στίας,–(ἕως) — πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησι, δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν· ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ, καὶ ἵνα μὴ ἀκούων ἐν τῷ αὐτῷ τὴν αὐτὴν ετͅναι νομίσῃς τιμωρίαν, ἄκουσον τι ἐπάγει· “ ζῶν γὰρ ὁ λόγος τοῦ “ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο- “ μον” καὶ τὰ ἑξῆς· δείκνυσιν ἐνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη· μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας ἁπλῶς νομίσῃς· μαχαίρας γάρ ἐστι τομώτερος· ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν σκόπει τίνος ἕνεκεν ἐδεήθησαν οἱ προφῆται εἰπεῖν, μάχαιραν καὶ ῥομφαίαν καὶ τόξον· “ ἐὰν μὴ “ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “ αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν, οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε, “ διἰκνού- “ μένος, ’ φησὶν, “ ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.” τί ἐστὶ τοῦτο ; φοβερόν τι ᾐνίξατο, ἣ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἢ μάχαιρα μόνον τῶν σωμάτων. δείκνυσιν ἐνταῦθα ὅτι καὶ ψυχὴ κολά- ζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται καὶ τὰ ἐγκάρδια κρίνει· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων, καὶ τί λέγω περὶ ἀνθρώπων, φησὶ, κἂν γὰρ Ἀγγέλους εἴπῃς, κἂν Ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἱανδήποτε κτίσιν, πάντα ἐκκαλύπτεται τῷ ὀφθαλμῷ ἐκείνῳ· πάντα δῆλά ἐστι καὶ φανερά· “ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς “ ὃν ἡμῖν ὁ λόγος.” τί ἐστι τετραχηλισμένα; ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν ἱερείων ἐξελκομένων. ὥσπερ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς καθελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἐκκαλύπτεται, καὶ δῆλα ποιεῖ τοῖς ἡμετέροις ὀφθαλμοῖς, οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα.’ τί ἐστιν ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας ; ὡς ἄν τις εἴποι, διὰ τι οὐκ ἴδιον ἐκεῖνος τὴν γῆν ἔλαβεν ἀρραβῶνα τῆς τοῦ Θεοῦ δυνάμεως; δέον πιστεῦσαι, τῷ φόβῳ πλέον ἐνδόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, ἢ καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον ὅτι πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν· τοῦτο δὲ καὶ περὶ ὑμῶν δέδοικα, φησὶν, ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων, “ ἀναμνή- “ σθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν “ ὑπεμείνατε παθημάτων·” μηδεὶς οὖν πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω· ἱκανοὶ γὰρ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ἡμᾶς, μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον· τοῦτό ἐστιν, “ ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας,” ὃ καὶ πρὸς τῷ τέλει λέγει, “ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γό- “ νατα ἀνωρθώσατε·” εἶτα, ἵνα μὴ ἀκούσας ἐν τῷ αὐτῷ ὑποδείγματι, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέμειναν, ὅρα τι φησι, “ ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώ- “ τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον·” πάσης γὰρ μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐμπίπτει ψυχὰς ὁ λόγος, πληγὰς ἐργαζόμενος χαλεπάς· καὶ καιρίας δίδωσι στομάς. εἶτα περὶ Υἱοῦ διαλέγεται, “ πρὸς ὃν ἡμῖν ὁ λόγος·” αὐτῷ, φησὶν, ἔχομεν εὐθύνας δοῦναι τῶν πεπραγμένων· πῶς οὖν ἵνα μὴ πέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν, ἱκανὰ μὲν κἀκεῖνά φησι παιδεῦσαι. Ἔχομεν δὲ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ· κρατῶμεν τῆς ὁμολογίας. Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν, “ οὐ γὰρ ἔχομεν " ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· ἡμῶν·” διὰ τοῦτο ἀνωτέρω ἔλεγεν, " ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται “ τοῖς πειραζομένοις βοηθῆσαι·” πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν· εἶπεν ἐκεῖ, οὐκ ἔστι κτίσις ἀφανὴς, τὴν θεότητα αἰνιττόμενος· εἶτα ἐπειδὴ τῆς θεότητος ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· " ἔχοντες οὖν ἀρχιερέα μέ- “γαν διεληλυθότα τοὺς οὐρανοὺς,” καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὡς ὑπὲρ οἰκείων προιστᾶται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν· Μωϋσῆς μὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθεν· ἀλλ’ οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσι, ἀλλὰ καὶ τὰ πη ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν· ποίαν; ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀντίδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. ὅτι γὰρ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἱερέα ἔνδον εἶναι, συμπαθῆσαι δυνάμενον ταῖς ἀσθενείαις ἡμῶν· οὐκέτι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, οὐδὲ ὅτι ποτέ ἐστι θλίψις· ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα· πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡμέτερος, ἵνα δύνηται συμπαθεῖν. Πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας. Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη " καθ’ ὁμοιότητα χωρὶς “ ἁμαρτίας.” ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁμαρτίας καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν, ὥστε καὶ ὅταν λέγῃ, “ ἐν ὁμοιώματι σαρκὸς,” οὐ τοῦτό φησιν, ὅτι ὁμοίωμα σαρκὸς, ἀλλ’ ὅτι σάρκα ἀνέλαβε. διὰ τί οὖν εἶπεν ὁμοιώματι ; ὅτι περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τῆ μὲν γὰρ φύσει ἡ αὐτὴ ἦν ἡμῖν· τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή. Προσερχώαεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Θρόνον φησὶ τὸν βασιλικὸν, περὶ οὗ φησιν, “ εἶπεν ὁ Κύριος “ τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.” τί ἐστι “ προσερχόμεθα “ μετὰ παρρησίας ;“ ὅτι ἀναμάρτητον ἔχομεν ἱερέα καταγωνιζό- καταγωνιζόμενον τὴν οἰκουμένην· εἰ καὶ ἡμεῖς ὑπὸ ἁμαρτίας ἐσμὲν, ἀλλ’ αὐτὸς ἀναμάρτητος. πῶς προσερχόμεθα μετὰ παρρησίας ; θρόνος γὰρ χάριτός ἐστιν, οὐ θρόνος κρίσεως, νῦν διὰ τοῦτο “ μετὰ παρ- “ ρησίας, ἵνα λάβωμεν ἔλεον,” καὶ οἷον ζητοῦμεν· φιλοτιμία γὰρ τὸ πρᾶγμα, δωρεὰ βασιλική· καὶ “ χάριν εὕρωμεν εἰς εὔκαιρον “ βοήθειαν·” ἂν μὲν γὰρ νῦν προσέλθῃ, φησὶ, λήψῃ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ, ἃν δὲ τότε προσέλθῃς, οὐκέτι· οὐ γὰρ ἔστι τότε θρόνος χάριτος, ἕως ὅτε κάθηται χαριζόμενος ὁ βασιλεύς· ὅταν δὲ ἡ συντέλεια, τότε ἐγείρεται εἰς κρίσιν· “προσερ- “ χώμεθα δὲ μετὰ παρρησίας,” πάλιν μὴ ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες· οὐ γὰρ δύναται μετὰ παρρησίας ὁ τοιοῦτος προσελθεῖν· διὰ τοῦτο λέγει, “ καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ “ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·” ἵνα δὲ μὴ ἀκούων ἀρχιερέα, νομίσῃς αὐτὸν ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἀνάγει, ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ’ ἕστηκεν. ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐχὶ φύσεως ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· ἵνα προσ- φέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐ- τὸς περίκειται ἀσθένειαν καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ἁμαρτίων. Θέλει δεῖξαι λοιπὸν, ὅτι πολλῶ βελτίων ἡ διαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ οτυν τοῦτο, πόρρωθεν προκαταβάλλων τοὺς λο- γισμούς. ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, οὐδὲ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔγρω. σκευήν· οὐ γὰρ παρατηρήσεις νομικά, ἀλλ’ ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ τὸ πᾶν ἐν τοῖς πνευματικοῖς· οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ὑπήγετο ὡς τὰ σωματικὰ, τοῦτον ὅλον ἀνακινεῖ τὸν λόγον· καὶ θέα τὴν σύνεσιν, ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ ἀπ’ αὐτοῦ πρώτου δείκνυσι τὴν διαφοράν. διὰ τοῦτο ὁρίζεται πρῶτον τι ἐστιν ἱερεὺς, καὶ δείκνυσιν εἴ τινα ἔχει ἱερέως, καὶ εἰ τὰ σύμβολα ταῦτα σύμβολα δείκνυται ἱερῶ. συνῆς· ἀντέπιπτε δὲ αὐτῷ, ὅτι οὔτε εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεύς· πῶς οὐν ἱερεύς φησι ; καὶ πρῶτον ἀπὸ τῶν παρόντων αὐτὸ βεβαιοῦται. ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστεύεσθαι· ἀλλ’ ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται· καὶ τέως ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅτι ὑπερέχει. ἡ γὰρ κατὰ σύγκρισιν ὑπερόχη οὐτῶ γίνεται, ὅταν ἐν μὲν τοῖς κοινωνῃ, ἐν ’δε τοῖς ὑπερέχῃ· “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τοῦτο κοινὸν τῷ Χριστῷ ὑπὲρ ἀνθρώπων καθίσταται, καὶ τοῦτο, “ ἵνα “ προσφέρῃ δῶρα καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ·” καὶ τοῦτο οὐχ ὅλον, τὰ δὲ λειπόμενα οὐκέτι. Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμενοις. Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχὴ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν· εἶτα καὶ ἄλλο ὑφ’ ἕτερον, φησὶ, γίνεται, καὶ οὐκ αὐτὸς ἐπιπηδᾷ· καὶ τοῦτο κοινὸν, “ καὶ οὐχ “ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ “ καθάπερ καὶ Ἀαρών·” ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, ὃ καὶ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, “ ὅτι ἀπ’ ἐμοῦ οὐκ ἐλήλυθα·” ἐνταῦθα δέ μοι δοκεῖ καὶ τοὺς Ἰουδαίων αἰνίττεσθαι ἱερέας ὡς οὐκέτι ὄντας ἱερέας τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας· οὕτω καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα. ποῦ οὖν ἐχειροτονήθη, φησὶν, ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῆσαι βουλομένους τῇ ἱερωσύνῃ, ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσιν· πόθεν οὖν; ἀπὸ προφητείας τοῦτο δείκνυσιν, οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν· διὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται, “ ἀλλ’ ὁ “ λαλήσας,” φησὶ, “ πρὸς αὐτὸν, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον “ γεγέννηκά σε.” τί πρὸς τὸν υἱὸν τοῦτο ; ναὶ, φησὶ, προκατακευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι, καθὼς καὶ ἐν ἑτέρῳ λέγει· “ σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ;” οὐδεὶς ἕτερος, πάντες γὰρ ὑπὸ νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο, οὐδένα ἃν ἔχοιεν ἕτερον δεῖξαι. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν. Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ, ἣ τὸ κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· τι γὰρ βούλεται τὸ " μετὰ κραυγῆς ” ἰσχυρᾶς;” οὐδαμοῦ τοῦτο τὸ εὐαγγέλιόν φησιν, οὐδὲ ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδὲ ὅτι κραυγὴν ἐποιήσατο. ὁρᾷς ὅτι συγκατάβασις ἦν ; οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ “ μετὰ “ κραυγῆς ἰσχυρᾶς.” Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ. Τί λέγεις ; αἰσχυνέσθωσαν οἱ αἱρετικοί. Γενναδίου. Ἀντὶ τοῦ τῷ πάθει τὸ μάθημα τῆς ὑπακοῆς ἔχων ἐντελέστατον, ἐπεδείξατο, καὶ ταῦτα τυγχάνων Υἱός. οὕτω δὲ καὶ ἡμεῖς λέγειν εἰώθαμεν· πολλάκις γοῦν ἄριστα λόγον διεξεληλυθότος τινὸς, φαμὲν ὅτι οὗτος ἀληθῶς ἔμαθεν ἀφ’ ὧν εἴρηκε λόγους, τουτέστι τῇ ἀγγελίᾳ καὶ τῇ φράσει βεβαίως ἔδειξεν κατωρθωκέναι τῶν λόγων τὴν μάθησιν. Ὁ υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο· καὶ τί περὶ τῶν προφητῶ νπλέον ἃν εἴποι τις; ποία δὲ καὶ ἀκολουθία εἰπεῖν “εἰσα- “ κουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὡν “ἔπαθε τὴν ὑπακοήν;" ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτως μέμηνε ; τίς δὲ παραπαίων ταῦτα ἐφθέγξατο; ποίαν ὑπακοὴν ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας ὡς πατρὶ υἱός; πῶς ὕστερον ἔμαθεν; ὁρᾷς ὅτι περὶ τῆς σαρκώσεως εἴρηται; εἰπὲ δή μοι, τοῦ πατρὸς ἐδεῖτο ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν, “ εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ “ ποτήριον τοῦτο;” οὐδαμοῦ δὲ περὶ ἀναστάσεως ἐδεήθη τοῦ πατρὸς, ἀλλὰ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· " λύσατε τὸν “ ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,” καὶ “ ἐξουσίαν “ ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν ἀυτὴν, οὐδεὶς αἴρει ἀυτὴν ἀπ’ ἐμοῦ ἐγὼ τίθημι ἀυτὴν ἀπ’ “ ἐμαυτοῦ·” τι οὖν ἐστι; τίνος ἕνεκεν ἐδεῖτο; ἣ περὶ τίνος ἐδεῖτο τῶν πιστευσάντων εἰς αὐτόν; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εἰκότως· ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὸν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη, ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος ἔλεγεν, “ εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἃν ὅτι “ πρὸς τὸν Πατέρα πορεύομαι· καὶ γὰρ ὁ Πατήρ μου μείζων μου “ ἐστι·” πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν ; “ παρέδωκε γάρ’ φησὶν, “ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ- “ τιῶν ἡμῶν·” καὶ πάλιν, " δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων “ ἡμῶν·” τί οὖν ἐστιν; ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ αὐτοῦ; οὕτω καὶ ἐνταῦθα, " καίπερ ὣν υἱὸς, ἀπὸ τῆς “ εὐλαβείας εἰσηκούσθη,” φησί· βούλεται δεῖξαι αὐτοῦ τὸ κατόρθωμα ὃν μᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ· τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεὸν, ἔμαθεν ὑπακούειν τῷ Θεῷ, φησὶν, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας. εἰ δὲ ἐκεῖνος Υἱὸς ὣν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὸ ὑπακούειν, πολλῷ μᾶλλον ἡμεῖς. ὁρᾷς πόσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς ; δοκοῦσι γὰρ ἀφηνιάζειν. Καὶ τελειωθεὶς διὰ τῶν παθημάτων. τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν χρή· οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας, τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας. Προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν ΙΙ τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν. Μέλλων καθιέναι εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοὺς ἐπιτιμᾷ, δεικνὺς ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους αὐτοὺς εἶναι, πλέον ἐνδιέτριβε τῶ ταπεινῶ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς πέρι τινος δικαίου οὐ διαλέγεται· καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντη, οὔτε εἶπε, τὸ μὲν γὰρ ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων πεποίηκε, τὸ δὲ ἵνα μὴ καταχώσῃ ἀυτῶν ’τον νοῦν. ΚΕΦ. Ζ. Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς. Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος· ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα διανοοῦντας, ἑρμηνεῦσαι οὐ δύναται καλῶς αὐτοῖς. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι, διὰ τὸν χρόνον. Δείκνυσιν ἐνταῦθα, πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσιν ὅτι καὶ λαικοὶ ὀφείλουσι κατηχεῖν· ὅρα γοῦν αὐτὸν ὠδίνοντα συνεχῶς τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον· ἄκουε γὰρ ὅπως ἤρξατο, “ ἔχοντες ἀρχιερέα μέ- “ γαν διεληλυθότα τοὺς οὐρανούς·” καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησὶ, “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, “ ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν·” καὶ πάλιν, “ οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα·” καὶ πάλιν εἰπὼν, “ σὺ εἶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχιστέδεκ·” πάλιν ἀναβάλλεται λέγων, “ ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “ αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας.” ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενος, φησὶν, ἡ αἰτία παρ’ ὑμῖν· βαβαὶ πόση διαφορὰ, ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταὶ εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι· καὶ γὰρ ὀφεί- “ λοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.” ἐνταῦθα τὴν ἀνθρωπότητα φησίν· ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτα τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐνταῦθα ταῦθα πρῶτα τὰ περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκοντο. ὁρᾷς τίς ἡ αἰτία τοῦ τὰ ταπεινὰ φθέγγεσθαι; οὕτω καὶ Ἀθηναίοις ἐποίησε διαλεγόμενος ὁ Παῦλος καὶ λέγων, τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησε, ἡμέραν ἐν ᾐ μέλλει “ κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧτ’ ὥρισεν, πί- “στιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’ διὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγοι, ἐν βραχεῖ τοῦτό φησι· τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς Ἐπιστολῆς, καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι· τὸ δὲ εἰπεῖν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς “ἀκοαῖς,” ἐδήλωσεν ὅτι πάλαι ὑγίαινον καὶ ἦσαν ἰσχυροὶ, τῆ προθυμίᾳ ζέοντες· ἀπὸ δὲ τῶν συνεχῶν θλίψεων γεγόνασι νωθροί. Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελείοις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν, ὥστε οὐκέτι τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς καὶ ἔθυσε, καὶ ἐδεήθη κραυγῆς καὶ ἱκετηρίας. ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται; ἀλλ’ ἐκείνους τότε ἔτρεφεν οὐδαμοῦ προσιστάμενα αὐτοῖς· ἄρα οὖν τροφὴ ἀληθὴς τὰ λόγια τοῦ Θεοῦ· δώσω γὰρ “αὐτοῖς,” φησίν, “ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν “ τοῦ ἀκοῦσαι λόγον Κυρίου,” “ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·” οὐκ εἶπεν ἔθρεψα. δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτο τροφὴ, ἀλλ’ ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ’ ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ δίδοται· καὶ οὐκ εἶπεν, χρείαν ἔχετε, ἀλλὰ γεγόνατε ” χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς,” τουτέστιν, ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε. Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος δικαιοσυνης. Τίς ἐστι λόγος τῆς δικαιοσύνης; ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, ἐὰν μὴ περισσεύῃ ἡ “ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων,” τοῦτο καὶ αὐτός φησιν ὁ ἄπειρος λόγου δικαιοσύνης,” τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον· ἣ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἰπεν, πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι. τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Οὐκ εἶχον τὰ αἰσθητήρια ἐκεῖνοι γεγυμνασμένα, οὐδὲ ᾔδεσαν καλὸν καὶ ἀγαθόν· νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον, ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν καὶ διεφθαρμένων καὶ ταπεινῶν· τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν, ἀλλ’ οὐ τὸ τέλειον· τοιοῦτοι εἰσιν οἱ πᾶσι προσέχοντες, ἁπλῶς καὶ ἀδιακρίτως τὰς ἀκοὰς διδόντες· ὃ δοκεῖ μοι καὶ τούτους αἰτιᾶσθαι ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε·” τοῦτό ἐστι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” λάρυγξ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγοὑς. I Δι’ ὅπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα. Τίς ἐστιν ἡ ἀρχὴ τοῦ λόγου αὐτὸς ἐφεξῆς τίθησι λέγων “ μὴ “ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ “ πίστεως ἐπὶ Θεόν· βαπτισμῶν διδαχῆς, ἐπιθέσεως τε χειρῶν, “ ἀναστάσεως τε νεκρῶν καὶ κρίματος αἰωνίου·” εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ ἡμέτερον, ἣ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; τι δέ ἐστιν ἀρχή; οὐδὲν ἄλλο ἣ τοῦτο· ἀρχὴν δέ φησιν, ὅταν μὴ βίος καθαρὸς παρῇ· καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς, καὶ μηδὲν ἀμφιβάλλειν ὑπὲρ αὐτῶν· εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι χρὴ καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι· ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος, “ ἐγὼ θεμέλιον τέθεικα, καὶ ἄλλος ἐποικοδομεϊ, εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, “ ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.” μὴ πάλιν,” φησὶ, θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων·” τι δέ ἐστιν “ ἐπὶ τὴν τελειότητα φερώμεθα;" πρὸς αὐτὴν χωρῶμεν λοιπὸν τὴν ὀροφὴν, τουτέστι βίον ἄριστον ἔχωμεν· ὥσπερ γὰρ ὁ θεμέλιος συνέχει τὴν πᾶσαν οἰκοδομὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορία. ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς ταύτης ἀμφιβάλλῃ καὶ ὑβρίζῃ τὴν διδασκαλίαν, εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα· τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο ἐγκαλεῖ ὡς παρασαλευθεῖσι καὶ δεομένοις “ θεμέλιον καταβάλλειν “ μετανοίας, ἀπὸ νεκρῶν ἔργων·” τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον καὶ τὸ μὲν ἀφιέντα, τὸ δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ’ ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψαιτο ; ὁ γὰρ μέλλων ἐπ’ ἀρετὴν ἰέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε ταύτην μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι· διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι’ ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Θεοῦ γίνεται χάριτος· ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι ’δει, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ καὶ καταψηφισάμενον. τί δέ ἐστι “βαπτισμῶν διδαχῆς;” οὐχ ὡς πολλῶν ὄντων τῶν βαπτισμῶν, ἀλλ’ ἑνός· τί οὖν αὐτὸ πληθυντικῶς εἶπεν; διὰ τὸ εἰπεῖν, “ μὴ πάλιν θεμέλιον καταβαλλόμενοι·” εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτιζε, καὶ ἄνωθεν κατήχησε, διδασκόμενοι τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν. (Σευηριανοόσ.) Σευηριανὸς δέ φησιν· ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ, κατὰ νόμον γὰρ ἐπολιτεύσατο, διὰ τοῦτο λέγει, τοῦτ’ ἀφέντες, ἐπὶ τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἀνεὺ νόμου n μέλλοντος ἱερέως εἶναι, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν.” τοῖς Χριστιανοῖς, νεκρά ἐστι τὰ γήινα· ἄτοπον οὖν ἐστι, φησὶν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴ τε τῆς κατὰ πίστιν, εἰ τε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς· ὁ Κύριος ἐλθὼν, μετάνοιαν ἐκήρυξε, λέγων μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·” μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων· οὕτως οὖν ἀναγνωστέον, μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας· ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς Θεὸν, καὶ τὸ βάπτισμα, ὃ πληθυντικῶς ὠνόμασε διὰ τὸ πλῆθος τῶν καταξιουμένων, εἴρηκε δὲ βαπτισμῶν, καὶ τὴν διδαχὴν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν, δι’ ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, καὶ τὰ ἑξῆς. ἀνατρέχει ἐπὶ τὸν νόμον· τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμοι ἱερεῖς νόμον ἐξεδίκουν. ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου, ὁ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησὶν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπεν τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις. Ἐπιθέσεώς τε χειρῶν. (Χρυσοστόμου.) Ὀ μακάριος Ἰωάννης φησίν· οὕτω γὰρ τὸ πνεῦμα ἐλάμβανον, ἐπιθέντας αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας. Ἀναστάσεώς τε νεκρῶν. τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται. n Cod. ἂν εὐνόμου. Καὶ κρίματος αἰωνίου. Διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἣ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἣ κακῶ, βιοῦν καὶ ῥᾳθύμως, λέγει, νήψατε, οὐκ ἔνι εἰπεῖν, ναὶ ῥᾳθύμως ζήσωμεν· πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, πάλιν ληψόμεθα πνεῦμα· σφάλλεσθε, φησὶ, ταῦτα νομίζοντες. Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γεννηθέντας νεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· “ ἀδύνατον,” φησί· μηκέτι προσδόκα τὸ μὴ δυνατόν· εἰ ὅλως ἐφωτίσθητε ἅπαξ· εἰτα ἐπάγει, “ γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου,” τουτέστι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, “ καὶ μετόχους γεννηθέντας “ Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,” τὴν διδασκαλίαν ἐνταῦθα λέγει· “ καὶ μετόχους γεννηθέντας Πνεύ- “ μάτος Ἁγίου· δυνάμεις τε μέλλοντος αἰῶνος,” ἣ τὸ τὰ θαύματα ἐπιτελεῖν, φησὶν, ἣ τὸν ἀρραβῶνα τοῦ Πνεύματος · “ καὶ “ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας “ ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας·” ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν, τουτέστι διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ’ ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός· οὐ γὰρ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγεν, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστιν, καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνου ἐστὶ, τῆς δὲ μετανοίας ἐστὶ τὸ καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν αμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος, καὶ στερροὺς ἐργάσασθαι· εἰς ἐκείνην μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι, ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν· ἀνασταυροῦντας,” φησὶν, “ ἑαυτοῖς τὸν Υἱὸν “ τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας·” τὸ βάπτισμα σταυρός ἐστιν, ᾧτ’ καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος· “ σύμμορ- “ φοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ,“ καὶ πάλιν, “ συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν “θάνατον·” ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστὸν, τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. τί δέ ἐστιν ἀνασταυροῦντας; ἄνωθεν πάλιν σταυροῦντας· ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ· ἐκεῖνος ἀπέθανε τῇ σαρκὶ, ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη καὶ ἀνέστη ὁ καινὸς, ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. εἰ τοίνυν ἀνάγκη βαπτισθῆναι πάλιν, ἀνάγκη πάλιν τὸν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισμα οὐδὲν ἕτερόν ἐστιν, ἣ ἀναίρεσις τοῦ βαπτιζομένου καὶ ἔγερσις ἐκείνου. καὶ καλῶς εἶπεν ἑαυτοῖς ἀνασταυροῦντας·” ὁ γὰρ τοῦτο ποιῶν ὡς τῆς προτέρας χάριτος ἐπιλανθανόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται· κατηξιώθητε οὖν, φησὶ, τοσαύτης ἀφέσεως. ὁ γὰρ ἐν σκότῳ καθήμενος ἐχθρὸς ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος, ὁ ἀπολλύμενος, οὗτος ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀπορρήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ’ ἄξιος μὲν ὣν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἃν δύναιτο βαπτισθῆναι πάλιν ; δυνάμεις τε μέλλοντος “ αἰῶνος·” τὸ γὰρ ζῆν ὡς Ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενον ἡμῖν γίνεται, διὰ τοῦ Πνεύματος ἔστι τοῦτο μαθεῖν· τί ἐστι δυνάμεις μέλλοντος αἰῶνος; ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. (Σευηριανοῦ.) Σευηριανὸς φησί· νεκροὺς ἤγειραν οἱ Ἀπόστολοι· αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. “ παραδειγματίζοντας” εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ· ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός. Γῆ γὰρ ἡ πιοῦσα ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. Χρυσοστόμου. Υετὸν, τὴν διδασκαλίαν, καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,’ τοῦτο καὶ ἐνταῦθά φησι· καὶ πολλαχοῦ ἔλεγεν ἡ γραφὴ, “ ἐντελοῦμαι “ ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν,” περὶ τοῦ ἀμπελῶνος λέγουσα, ὃ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ, καὶ πάλιν, ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·” ἡ γὰρ γῆ “ πιοῦσα,” φησὶ, τὸν ἐπ’ αὐτῆς ἐρχόμενον ὑετὸν,” ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ὕστερον, καὶ οὐδὲ οὕτως ἀπώναντο· εἰ γὰρ μὴ ἐγεωργήθης, φησὶν, εἰ μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτο τὸ κακόν· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; ἔμεινε γὰρ,” φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ “ ἀκάνθας·” ὁρᾷς ὅτι πανταχοῦ ἡ γραφὴ ἀκάνθας τὰ ἁμαρτήματα καλεῖ ; καὶ γὰρ ὁ Δαβὶδ φησίν· “ ἐστράφην εἰς ταλαιπω- “ ρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν·’ “ καὶ τίκτουσα βοτάνην εὔθετον,” ὡς βίος ἄριστος καὶ καθαρός· “ καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας “ ἀπὸ Θεοῦ· ” ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον ἁπάντων, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας· οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ Θεοῦ πρόσταγμα· “ διὰ τοῦτο,” φησὶ, “ μεταλαμβάνει τῆς εὐλο- “ γίας ἀπὸ τοῦ Θεοῦ·” καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν τοῦτο οὐκ εἰπεν, ἀλλὰ τί, ἐκφέρουσα ἀκάνθας,” ὡς ἃν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα, “ ἀδόκιμος,” φησὶ, “ καὶ κατάρας ἐγγύς·” βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος· κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα, ὁ δὲ μή πω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται· καὶ οὐ τούτῳ μόνω παρεμυθήσατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, ἥτις καήσεται, ἀλλὰ τι; ἧς τὸ τέλος εἰς καῦσιν·” ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, ὑπόδειγμα εἰς τὸ βάπτισμα, πῶς γάρ; δεύτερον βάπτισμα ἐκώλυεν· ἀλλὰ τὴν τοῦ Ἁγίου Πνεύματος δύναμιν, πολλάκις εὐεργετοῦσαν, τὰ δὲ ἄλλα ὁμοίως. Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καθαψάμενος ἱκανῶς, καὶ φοβήσας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων, νωθρότερον ἐργάζεται· τί γὰρ, φησίν; οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ νῦν τοῖς ῥήμασιν ὑμᾶς φοβεῖσθαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε· καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν, οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, “ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.” βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέρρωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας, τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεὸν, ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός· τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα ἀπὸ τῶν μελλόντων ἀναρρῶσαι δυνήσεται ἴσως, καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, ἔτρεχε καλῶς,” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε “ εἰκῆ, εἴ γε καὶ εἰκῆ·” ὥσπερ δὲ ἐνταῦθα μετ’ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” οὕτω καὶ ἐκεῖ, θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε·” περὶ γὰρ μεγάλων ὅταν ἐκπέσωσι, θαυμάζομεν· τίνος οὖν, φησὶν, ἕνεκεν ταύτα εἴπομεν; Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος, ἄχρι τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. Οὐκ ἄρα σπουδάζομεν μόνον, οὐδὲ μέχρι ῥημάτων τοῦτο βουλόμεθα, ἀλλ’ ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι, οὐχ ἕνα, ἄλλα πάντας ὁμοίως, οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων δεδοικότες. ὡς ἃν εἴποι τις, θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. πρὸς πληροφορίαν τῆς ἐλπίδος,” ἡ ἐλπὶς, φησὶ, διαβαστάζει· αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μὴ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπίς· μιμηταὶ δέ’ φησὶ, “ τῶν διὰ πίστεως κληρονομούντων τὰς ἐπαγγελίας·” καὶ τίνες εἰσὶν οὗτοι, ἑξῆς λέγει· καὶ ἀνάγει αὐτοὺς ἐπὶ τὸν πατριάρχην, οἴκοθεν αὐτοῖς φέρων τὸ ὑπόδειγμα· ἵνα μὴ νομίσωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι τὸ πιστεῦσαι. ΚΕΦ. Η. Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρη. τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε, καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Πῶς οὖν ἐπέτυχεν; οὐ περὶ τῶν αὐτῶν, φησὶν, ἐνταῦθα κἀκεῖ, ἀλλὰ διπλῆν ποιεῖται τὴν παράκλησιν· ἐπηγγείλατο τῷ Ἀβραάμ. καὶ τὰ μὲν ἐνθάδε, μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ οὐδέ ὥ· “ καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνον τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακρο- θυμία; ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς, ὅτι πολλάκις ἐκκόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίαν· καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὀλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάμ· εἶτα πρὸς τῷ τέλει καὶ πλέον τι ποιεῖ, ὅτι καὶ μακροθυμήσαντες οὐκ ἔτυχον, καὶ οὐδὲ οὕτως ἀσχάλλουσιν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. “ Ὁ δὲ Θεὸς ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε “ καθ’ ἑαυτοῦ.” καλῶς· τίς οὖν ἐστιν ὁ ὀμόσας τῷ Ἀβραάμ; οὐχ ὁ υἱὸς ὂν, φησι; μάλιστα μὲν αὐτὸς, πλὴν οὐκ ἀμφισβητῶ· ὅταν οὖν αὐτὸς ὀμνύῃ, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν” τὸν αὐτὸν ὅρκον, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; ὥσπερ γὰρ ὁ Πατὴρ ὄμνυσι, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ’ ἑαυτοῦ, λέγων, “ ἀμὴν, “ ἀμὴν, λέγω ὑμῖν·” ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει, καὶ τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ “ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· τί ἐστι, “ καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος;” ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀνωτέρω εἰπὼν “ τὴν πλη- “ ροφορίαν τῆς ἐλπίδος,” ἐδήλωσεν ὅτι ὁ Θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι’ ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι’ ὁρκομοσίας. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἐνταῦθα καὶ πιστοὺς περιλαμβάνει, διὰ τοῦτο καὶ ταύτης μέμνηται τῆς ἐπαγγελίας τῆς πρὸς ἡμᾶς κοινῶς γινομένης· “ ἐμεσίτευσε,” φησὶν, “ ὅρκῳ·” πάλιν ἐνταῦθα τὸν Υἱόν φησι μεταξὺ ἀνθρώπων καὶ Θεοῦ μεσίτην γεγονέναι, Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν. Ποίου καὶ ποίου; διὰ τοῦτο καὶ αὐτὸ προσέθεικεν. ὁρᾷς ὅτι οὐ τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ’ ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι, τουτέστι, πληροφορῆσαι θέλων· καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ δείκνυσι τοῦ Θεοῦ ὃν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴ γε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθῶς ὀμνύουσιν οἱ ἄνθρωποι καὶ ὁ Θεὸς κατ’ αὐτοῦ ὤμοσε, τουτέστι καθ’ ἑαυτοῦ· ἀλλ’ ἐκεῖνοι μὲν ὡς μείζονος, οὕτος δὲ οὐχ ὡς μείζονος, καὶ ὁμοίως ἐποίησεν· οὐ γὰρ ἴσον ἄνθρωπον καθ’ ἑαυτοῦ ὀμόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει· ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται; (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀδύνατον ὀμόσαντα Θεὸν μετατεθῆναι. ἀδύνατον ἦν μετατεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν. Θεόδωροσ δὲ οὕτω φησὶ, τὸ “ διὰ δύο ἀμεταθέτων,” τῷ Θεὸν εἶναι τὸν ἐπαγγειλάμενον, οὐδαμῶς οἷόν τε ψεύσασθαι, καὶ τῷ μεθ’ ὅρκου ποιήσασθαι τὴν ἐπαγγελίαν. Ἰσχυροτέραν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καὶ οὐκ ἐπειδὴ ὤμοσεν· ὅρκος δὲ τι ἐστιν ἐδήλωσεν εἰπὼν, τὸ κατὰ τοῦ μείζονος ὀμόσαι· ἀλλ’ ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν· ὥσπερ οὖν ὄμνυσι δι’ ἡμᾶς, κα. τοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι, οὕτω καὶ τὸ “ ἔμαθεν ἐξ ὧν “ ἔπαθεν” εἴρηται· ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον τὸ διὰ τῆς πείρας ἐλθεῖν. τί ἐστι “ τῆς προ- “ κειμένης ἐλπίδος;” ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα· ὥστε τὰ μετὰ τὸν Ἀβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων. Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα. Ἐν τῷ κόσμῳ ἔτι ὄντας, καὶ οὐδέπω μεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελμένοις, διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῳ οὐρανῷ ἐσμεν, εἶπεν ἀναμείνατε πάντως γὰρ ἔσται εἶτα πληροφορῶν, λέγει, μᾶλλον δὲ τῇ ἐλπίδι· ἀλλ’ οὐκ εἶπεν, ἡμεῖς ἐσμεν ἔνδον, ἀλλ’ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μύριοι παρασαλευθῶσιν ἄνεμοι, ἀλλ’ ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ, οὕτω καὶ ἡ ἐλπίς. καὶ ὅρα τί σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε, θεμέλιον, ὅπερ ἀπῆδεν, ἀλλ’ ἄγκυραν· τὸ γὰρ ἐν σάλῳ ὃν, καὶ οὐ σφόδρα δοκοῦν ἡδρᾶσθαι, ἐπὶ τῆς ὑγρᾶς ὡς ἐπὶ γῆς ἕστηκε, καὶ σαλεύεται καὶ οὐ σαλεύεται· ἐπὶ μὲν γὰρ τῶν σφόδρα στερρῶν καὶ φιλοσόφων εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς, λέγων, “ ὅστις ᾠκοδόμησε τὴν “ οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.” ἐπὶ δὲ τῶν ἀπαγορευόντων καὶ ὀφειλόντων διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος· ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος, ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι· ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν. “ εἰσερχομένην εἰς τὸ “ ἐσώτερον τοῦ καταπετάσματος,” ἀντὶ τοῦ διικνουμένην εἰς τὸν οὐρανόν. εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ἦ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα· μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, ὅτι “ πρόδρομος ὑπὲρ ἡμῶν “ εἰσῆλθεν Ἰησοῦς·” ὁ δὲ πρόδρομος τινῶν ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. καὶ οὐκ εἶπεν ἁπλῶς, εἰσῆλθεν, ἀλλ’ “ ὅπου “ πρό δρόμος ὑπὲρ ἡμῶν εἰσῆλθεν,” ὡς καὶ ἡμῶν ὀφειλόντων καταλαβεῖν· “ κατὰ τὴν τάξιν,” φησὶ, “ Μελχισεδὲκ ἀρχιερεὺς γενό- “μένος εἰς ’τον αἰῶνα.” Ἰδοὺ καὶ ἄλλη παράκλησις, εἴγε ἄνω ὁ ἀρχιερεὺς ἡμῶν, καὶ πολλῷ βελτίων τοῦ παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ, καὶ τῇ σκηνῇ, καὶ τῇ διαθήκῃ καὶ τῷ προσώπῳ· καὶ τοῦτο εἰς τὸ κάτα σάρκα εἴρηται· χρὴ τοίνυν καὶ τοὺς ὢν ἐστιν ἱερεὺς, σφόδρα εἶναι βελτίους, καὶ ὥσπερ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ Ἰουδαίων τὸ μέσον· ὅρα γάρ· ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· οὐχ ἁπλῶς μέμνηται ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ, περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτα, ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευιτικῆς φιλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ· κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου m τῆς ἱερωσύνης τῆς ἐν νόμω. (Θεοδώρου.) Θεόδωρος δέ φησιν, ὁμοίως τῷ μακαρίῳ προσθεὶς ὅτι αἰώνιος ἡμῖν γέγονεν ἀρχιερεὺς ὁ Χριστὸς, τῷ πάντας τοὺς καθ’ ἑκάστην γενεὰν πιστεύοντας δι’ ἑαυτοῦ προσάγειν τῷ Θεῷ, ἐπὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι· οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.