ΚΕΦ. ΙΔ. Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως. Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Καὶ πάλιν ἑτέρωθι, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· νῦν “ γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὁ καιρὸς συνεσταλμένος ἐστὶ “ τὸ λοιπόν·” τί ἐστι “ μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν “ ἑαυτῶν ” οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχὺν, “ ὅπου γάρ εἰσι δύο ἢ τρεῖς,” φησὶ, “ συνηγμένοι “ εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,” καὶ πάλιν, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς· καὶ “ πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ “ μία·” οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ τὰ τῆς ἀγάπην αὔξεται διὰ τῆς ἐπισυναγωγῆς, τῆς δὲ ἀγάπης αὐξομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι· ἀλλὰ μὴ εἰς ζῆλον, φησὶν, ἀλλ’ “ εἰς “ παροξυσμὸν ἀγάπης,” εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· καὶ καλῶν ἔργων, ὥστε ζῆλον λαβεῖν· εἰ γὰρ τὸ ποιεῖν τοῦ λέγειν μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν, πολλοὺς ἔχετε καὶ ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας· τί ἐστι “ προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ;“ τουτέστι χωρὶς ὑποκρίσεως, μηδὲ ὀλιγοψυχῶμεν· τοῦτο γὰρ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται· πῶς δὲ ἔσται τοῦτο ; ἐὰν πληροφορῶμεν ἑαυτοὺς διὰ τῆς πίστεως ὡς ἐρραντμ σμένοι τὰς καρδίας· διὰ τί μὴ εἶπε, κεκαθαρμένοι ; τὴν διαφορὰν τῶν π εριρραντηρίων δεῖξαι βουλόμενος, καὶ τὸ μὲν τοῦ Θεοῦ φησι, τὸ δὲ ἡμέτερον· τὸ μὲν γὰρ λοῦσαι καὶ περιρρᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ, τὸ δὲ μετὰ ἀληθείας προσελθcν, καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον· εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου· τί ἐστι “ καὶ λελουμένοι τὸ σῶμα “ ὕδατι καθαρῷ ;“ τῷ καθαροὺς ποιοῦντι, ἣ τῷ μὴ ἔχοντι αἷμα· εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην· " μὴ ἐγκαταλείποντες τὴν “ ἐπισυναγωγὴν ἑαυτῶν, ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνό- συνόδους διατέμνουσιν· ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· ἀλλὰ “ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγά- “ πης·” τί ἐστι “ κατανοῶμεν ἀλλήλους ;“ οἷον εἴ τις ἐνάρετος, τοῦτον μιμώμεθα, βλέπωμεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνεται· μέγα γὰρ ἀγαθὸν ἡ σύνοδος· αὐτὴ γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ἐκαθαρίσθης, ἀπηλλάγης ἐγκλημάτων, γέγονας υἱός· ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ὑποστρέψῃς, πάλιν ἀποκήρυξις μένει, καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γάρ ἐστι θυσία δευτέρα. πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες ὅτι οὐκ ἀσφαλὲς αὐτοὺς τῷ βαπτίσματι προσελθεῖν, εἴγε οὐκ ἔστιν ἄφε- σις δευτέρα· οὗτοι δὲ φάσκοντες οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα. τί οτυν πρὸς ἀμφοτέρους ἐροῦμεν; ὅτι οὐ τὴν μετάνοιαν ἐνταῦθα ἀναι- ῥεῖ, οὐδὲ τὸν μετὰ μετανοίας ἐξιλασμόν· οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, ἀλλὰ τὸ δεύτερον ἀναιρεῖ λουτρόν· οὐ γὰρ εἶπεν, οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ οὐκέτι ἐστιν ἄφεσις, ἀλλὰ θυσία οὐκέτι ἐστι· τουτέστι σταυρὸς δεύτερος οὐκέτι ἐστί· θυσίαν γὰρ τοῦτο καλεῖ. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀνάγκη τοὺς ἐνταῦθα τὰ χείρω μεταστάντας ἀπὸ τῶν κρειττόνων, ἀναστάντας τῆ κολάσει παραδοθῆναι λοιπὸν, οὐκ ἐπιδεχομένους τότε μετάνοιαν· οὐδὲ γὰρ ἐπὶ τοῦ παρόντος βίου τὴν μετάνοιαν ἀναιρεῖ, ἀλλὰ τὸ μὴ εἰναι τότε συγχώρησιν λαβεῖν, τὸν ἐπὶ τοῦ πταίειν ἐνταῦθα μεμενηκότα, καὶ μηδεμίαν ἐπὶ τὸ πταίειν δεξάμενον αἴσθησιν, ἀλογίᾳ τινὶ μετὰ πολλῆς ἡδονῆς ἅπαν ἐπιτελῶν ἁμάρτημα. Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, οὐχ ὥσπερ τὰ Ἰουδαικά· διὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας ὅτι μία· ἢ τοῦτο μόνον βουλόμενος δεῖξαι, ὅτι διενήνοχε τῶν Ἰουδαϊκῶν τοῦτο, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε μηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν· “ ἑκουσίως γὰρ,” φησὶν, “ ἁμαρτανόντων “ ἡμῶν·” ὅρα πῶς συγγνωμονικός ἐστιν· ἑκουσίως, φησὶν, ἁμαρτανόντων ἡμῶν, ὥστε τῶν ἀκουσίων ἐστὶ συγγνώμη, μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας, ἤ τοι τοῦ Χριστοῦ, φησὶν, ἤ τοι τῶν δογμάτων ἁπάντων· οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, ἀλλὰ τί; “ φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος, “ ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.” ὑπεναντίους οὐ τοὺς ἀπίστους φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἣ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ δήξεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους· εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, καθάπερ θηρίον παραξυνόμενον καὶ σφόδρα χαλεπὸν καὶ ἐξηγριωμένον, οὐκ ἃν παύσοιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι, οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου κεντούμενος, ὃν ἃν ἐπιλάβηται οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ· εἰτα καὶ τὸν λόγον ἐπάγει τῆς ἀπειλῆς, εἰκότως, ὅτι δικαίως, ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον· ὅταν δείξωμεν ὅτι δικαίως γίνηται. Ἀθετήσας τις νόμον Μωυσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἣ τρισὶν μάρτυσιν ἀποθνήσκει. Ὥστε οὐδεμία σνγΤώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε σέως ὁ νόμος ἐστι· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο· τι ἐστιν ἐπὶ δυσὶν ἣ τρισίν ; ἃν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν· εἰ τοίνυν ἐπὶ τῆς παλαιᾶς, ἔνθα ὁ Μώσεως ἀθετειται νόμος, τοσαύτη τιμωρία, Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. Καὶ πῶς καταπατεῖ τις τὸν υἱὸν τοῦ Θεοῦ ; ὅταν γὰρ αὐτοῦ μετέχων ἐν τοῖς μυστηρίοις ἁμαρτίαν ἐργάσηται, φησὶν, οὐχὶ κατεπάτησεν αὐτόν ; οὐχὶ κατεφρόνησεν αὐτοῦ ; “ καὶ τὸ αἷμα “ κοινὸν,” φησὶν, “ ἡρράμενος,” τουτέστιν, ἀκάθαρτον, ἢ τῷ μηδὲν πλέον ἔχειν τῶν λοιπῶν· “ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας·” ὁ γὰρ τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα· ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι· ε7τα καὶ μαρτυρίαν ἐπάγει λέγων, Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· γέγραπται γὰρ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀν- θρώπων· ἀλΑ· ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερὸν, τοῦτο οὐδέν ἐστι, τὸ εἰς χεῖρας ἀνθρώπων ἐμπεσεῖν· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· ἅμα καὶ ἕτερον αἰνίττεται ἐνταῦθα· ἐμοὶ γὰρ ἐκδίκησις, φησὶν, ἐγὼ ἀνταποδώσω· ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς πασχόντων· ἐνταῦθα καὶ παραμυθεῖται αὐτοὺς, μονονουχὶ λέγων· μένει διὰ παντὸς ὁ Θεὸς καὶ ζῆ, ὥστε κάν μὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται, ἐκείνους δεῖ στε- νάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ. ΚΕΦ. ΙΕ. Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν. Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Κατασείσας αὐτῶν τὰς ψυχὰς τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὥστε πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας, ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως, καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει· ὡσανεὶ ἔλεγεν, ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυμίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα, νῦν δὲ οὐκέτι· καὶ ὁ παρακαλῶν οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων· καὶ οὐχ ἁπλῶς εἶπεν ἄθλησιν ὑπεμείνατε, ἀλλὰ πολλήν· καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλ’ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα, καὶ ἐπαίνων μεγίστων· εἶτα καὶ καταλέγει, κατὰ μέρος πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν· πῶς ; “ τοῦτο μὲν ὀνειδισμοῖς,” φησὶ, “ καὶ θλίψει θεατριζόμενοι·” μέγα γὰρ ὀνειδεισμὸς καὶ ἱκανὸν διαστρέψαι ψυχὴν καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ, τί φησιν ὁ προφήτης, “ ἐν τῷ λέγεσθαι μοι καθ’ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου ” καὶ πάλιν “ ὅτι “ εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν·” καὶ οὐχ ἁπλῶς εἶπεν ὀνειδισμὸν, ἀλλὰ καὶ αὐτὸ μετ’ ἐπιτάσεως πολλῆς, “ θεατριζό- “ μένοι·” ὅταν μὲν γάρ τις ὀνειδίζηται, καθ’ ἑαυτὸν λυπηρὸν μὲν, πολλῷ δὲ πλέον ὅταν ἐπὶ πάντων· εἰπὲ γάρ μοι, ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ’ αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν· οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, οὐκ ἠλγεῖτε δὲ, ἀλλὰ καὶ σφόδρα ἐχαίρετε· καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, “ κοινωνοὶ τῶν οὕτως “ πασχόντων γενηθέντες·” οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσιν· τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν· οὐκ εἶπε, φέρετε τὰς θλίψεις τὰς ἐμὰς, ἀλλὰ τὰς ὑμετέρας αἰδέσθητε· “ καὶ γὰρ τοῖς “ δεσμοῖς μου συνεπαθήσατε·” ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι, καὶ τῶν ἄλλων τῶν δεδεμένων ; οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ’ ὥσπερ ἀθληταὶ γενναῖοι οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνεσθε παράκλησις· “ καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ “ χαρᾶς προσεδέξασθε·” βαβαὶ πόση πληροφορία πίστεως ; εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως· τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε, καὶ ὃ πολλῷ τούτου μεῖζον ἐστὶν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν. Γινώσκοντες ἔχειν ἑαυτοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Ἀντὶ τοῦ βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην· εἶτα ἐπαινέσας αὐτοὺς, φησί· “ μὴ ἀποβάλητε οὖν τὴν παρρη- “ σίαν μεγάλην·” οὐκ εἶπεν ὅτι ἀπεβάλητε καὶ ἀνακτήσασθε, ἀλλ’ ὃ μᾶλλον ἐποίει αὐτοὺς ῥωσθῆναι, ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος· τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτως· “ μὴ ἀποβάλητε “ οὖν, ” φησὶ, “ τὴν παρρησίαν ὑμῶν·” ὥστε ἐν παρρησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν· “ ἢ τις ἔχει μισθαποδοσίαν μεγάλην·” καὶ πότε αὐτὰ ληψόμεθα, φησί· εἰ ἐν οὐρανοῖς γινώσκητε, φησὶν, ἔχειν ὕπαρξιν κρείττονα, μηδὲν ἐνταῦθα ζητεῖτε, “ ὑπομονῆς γὰρ ἔχετε “ χρείαν,” οὐχὶ προσθήκης, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρηθέν· ἵνα πρὸς τὸ τέλος ἐλθόντες “ κομίσησθε τὴν “ ἐπαγγελίαν.” Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιει. Ἵνα γὰρ μὴ λέγωσι καὶ πότε ἥξει, ἀπὸ τῆς γραφῆς αὐτοὺς παρακαλεῖ, ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός. Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Μεγάλη αὕτη παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατορθωκότας καὶ διὰ μικρὰς ῥᾳθυμίας ἀπολλύντας αὐτό. ΚΕΦ. Ις. Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης. Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ I πίστεως εἰς περιποίησιν ψυχῆς· ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· ἔλεγχος γάρ ἐστιν ἐπὶ τῶν λίαν δήλων· καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα· οὔτε οὑν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαί ἐστιν, οὔτε πάλιν ἂν μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πληροφορῆται τις, πίστις εἶναι δύναται· ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται, μᾶλλον δὲ οὐ χαρίζεται, ἀλλ’ αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδὲ ἐστὶν ἐν ὑποστάσει, ἀλλ’ ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρα ψυχῇ, τοῦτό ἐστιν “ ὑπόστασις πραγμάτων.” εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τι δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως ; οὐ τῶ δίκαιοι εἶναι, εἰ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται, ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί. (Θεόδωροσ.) Θεόδωρος δέ φησι· τὸ περὶ τῆς πίστεως παρὰ Ἰουδαίοις, μάλιστα εἰδὼς ἀπό τινος ἀκολουθίας, πολλαῖς ταῖς περὶ αὐτοῦ κέχρηται ἀποδείξεσιν· ἐκεῖνοι μὲν γὰρ προεβάλοντο τὸν νόμον, καὶ τὴν ἐκ τῶν ἔργων αὐτοῦ δικαίωσιν, οὗτοι δὲ τὴν πίστιν, τοῦτο λέγοντες, ὅτι κἂν μυρίοις τις ἐνέχηται κακοῖς, πιστεύσας μόνον Χριστῷ, σύντομον ἁπάντων δέχεται τὴν ἀπαλλαγὴν, τῆς παρ᾿ αὐτοῦ δικαιώσεως ἀξιούμενος· ὅθεν ὁρισάμενος αὐτὴν, ὁμοῦ μὲν ὥστε οἰκειῶσαι τοῖς προειρημένοις, ὁμοῦ δὲ ὥστε μᾶλλον αὐτὴν δυνηθῆναι δεῖξαι παρὰ πᾶσι φαινομένην τοῖς ἐναρέτοις καὶ παλαιοῖς ἀνδράσιν, ἐπάγει, “ ἐν ταύτῃ γὰρ ἐμαρ- “ τυρήθησαν οἱ πρεσβύτεροι.” (Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης· οὐ γάρ ἐστιν ἑτέρως γενέσθαι πιστὸν, ἃν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξαντο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν, τῶν θλίψεων ὀλιγοψύχουν λοιπὸν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν αὐτῶν παρεκάλεσεν εἰπὼν, “ μνήσθητε τὰς προτέρας ἡμέρας·” ἔπειτα ἀπὸ τῆς γραφῆς λεγούσης, “ ὁ δὲ δίκαιος ἐκ πίστεως ζή- “ σεται,” ἔπειτα ἀπὸ λογισμῶν, εἰπών· “ ἔστι δὲ πίστις ἐλπιζο- “ μένων ὑπότασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·” νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν καὶ θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς· καὶ δείκνυσιν ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦνται· δῆλον γὰρ, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα· πόθεν ; ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν· ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ τοὐναντίον, ὡς ἐκ φαινομένων τὰ φαινόμενα εἶναι, πίστεως δὲ δηλονότι ἔργον. Πίστει γὰρ νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας. Διὰ τι πίστει ; “ ὅτι μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γέ- “ γονεν·” εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπῳ αὐτὸ γυμνάζει· καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος, ἔνδοξος ἀνήρ· τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο· ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἣ διακοσίων ἀντέστησεν· εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπὸν, φησίν· “ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος·” καὶ θέα τίνα πρῶτον τίθησιν· τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ· οἰκεῖον τὸ πάθος· καὶ γὰρ ὑμεῖς ταῦτα, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυ- λετῶν, καὶ ὑπὸ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ Θεὸν φθονηθέντος, δεικνὺς ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται, ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ’ ὧν ἐτίμησεν· θυσίαν δὲ ἐνταῦθα τὴν ἐντιμοτέραν λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν· καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν ὅτι οὐκ ἀπεδέχθη, ξατο καὶ ε7πεν πρὸς τὸν Κάιν, οὐκ ἃν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς ; οὐκοῦν ὁ Ἅβελ καὶ ὀρθῶς προσήνεγκε καὶ ὀρθῶς διεῖλεν, ἀλλ’ ὁμ́ως ἀντὶ τούτων τίνα τὴν ἀμοιβὴν ἔλαβεν ; ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην ἢν ὁ πατὴρ ὑπέμεινεν διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος ἐδέξατο ἁ κατορθώσας· καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν, ᾧ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος, καὶ ταῦτα κατόρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εῃεν καὶ . . . ἐτίμησε τὸν Θεόν· εἰς τὸν πατέρα καὶ τὴν μητέρα ; ἀλλ’ ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν· ἀλλ’ εἰς τὸν ἀδελφόν ’, ἀλλὰ καὶ οὗτος ἠτίμασεν, ὥστε παρ’ ἑαυτ . . . ἀγαθὸν ἐξεῦρε, καὶ ὁ τοσαύτης τιμῆς ἄξιος, ἐσφάγη· πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη ετͅναι δίκαιος ; λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ “ ἐπὶ Ἅβελ ἐπέβλεψεν, καὶ ἐπὶ τὰς θυσίας “ αὐτοῦ ὁ Κύριος, καὶ ἐνεπύρισεν,” εἶπεν· ὁ τοίνυν καὶ διὰ λόγων καὶ δι’ ἔργων μαρτυρήσας τῷ δικαίῳ, καὶ δι’ αὐτὸν ὁρῶν ἀναιρού- μένον, οὐκ ἤμυνεν, ἀλλ’ εἴασεν· τὸ δὲ ὑμέτερον, οὐ τοιοῦτον· πῶς γὰρ οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα, ὥστε ἐκεῖνο ὄντως πίστις ἢν, καὶ ἀπὸ πίστεως τὴν ἀρετὴν εἵλετο· τί ἐστι " καὶ δι’ “ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ;” ἵνα μὴ εἰς πολλὴν αὐτοὺς ἐμβάλῃ, δείκνυσιν αὐτὸν ἐν μέρει ἀπολαύσαντα ἀμοιβῆς· πῶς ; ἡ ἐπισκοπὴ ἡ παρ’ αὐτοῦ, φησὶ, πολλὴ ἐστί· “ καὶ ἔτι “ λαλεῖ,” τουτέστιν ἀνεῖλεν αὐτὸν, ἀλλ’ οὐ συνανεῖλεν αὐτοῦ τὴν δόξαν καὶ τὴν μνήμην· τοῦτο δὲ καὶ τοῦ ζῆν σημεῖόν ἐστιν· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίους εἶναι, λαλεῖ· οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τοῦ ἐκείνου. Πίστει, Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸς ὁ Θεός. Οὗτος μείζονα πίστιν τοῦ ̓λβελ ἐπεδείξατο· τὰ γὰρ εἰς ἐκεῖ- νον γενόμενα ἱκανὰ ἦν αὐτὸν ἀποτρέψαι, ἀλλ’ ἐκεῖνα ὑπερβὰς, ἔγνω ὅτι εἰ Θεὸς ἐστὶ, πάντως καὶ ἀνταποδότης ἐστίν· καὶ τοι οὐδὲν οὔπω περὶ ἀναστάσεως ᾔδεσαν· καὶ ὅμως εἰ οἱ τοῦτο μὴ εἰδότες καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν, πόσῳ μᾶλλον ἡμεῖς ; κἂν ὑμεῖς οὖν, φησὶν, ὁρᾶτε μηδὲν ἐνταῦθα ἀπολαμβάνοντας ὑμᾶς, μὴ θορυβεῖσθε· πῶς πίστει μετετέθη Ἐνώχ ; ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις· εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει ; Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι. Πῶς; ἃν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀμοιβάς. πόθεν οὖν ἡ εὐαρέστησις ; “ πιστεῦσαι γάρ’ φησὶ, “ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστιν,” οὐ τὸ τι ἐστιν· τοῦτο γὰρ λογισμῷ καταλαβεῖν ἀδύνατον· εἰ ὅτι μισθαποδότης ἐστιν πίστεως χρείαν ἔχει καὶ οὐ λογισμῶν, πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι ; πολλοὶ δὲ ζητοῦσι, ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, καὶ πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματι· ἀλλὰ περιττὸν ταῦτα ζητεῖν· οὐ γὰρ προσέθηκε ταῦτα ἡ γραφή· τοῦτο μὲν γὰρ γέγονε τὸ τῆς μεταθέσεως· ἐκ προοιμίων εὐθέως τῆς ἀνθρωπίνης ψυχῆς λαμβανούσης ἐλπίδα τῆς καταλύσεως τοῦ θανάτου· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον· διὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησεν. Πίστει, χρηματισθεὶς Νῶε. Τὸ μὲν ὑπόδειγμα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγμα μόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας· αὕτη δέ ἐστιν ἀπηρτισμένη παράκλησις καὶ προτροπή· ὅταν μὴ μόνον οἱ πιστεύοντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες· τι δέ ἐστι “ χρηματισθείς ” τουτέστι, πρόρρησιν λαβών· χρηματισμὸς δὲ τίνος ἕνεκεν λέγεται ; καὶ γὰρ ἀλλαχοῦ φησιν· “ ἦν “ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος·” καὶ πάλιν· “ καὶ τί φησιν ὁ χρηματισμός ;” ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον ὥσπερ γὰρ Θεὸς χαρὰ, οὕτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; ἡ προφητεία λέγεται χρηματισμός· “ περὶ “ τῶν μὴ βλεπομένων,” φησὶ, τουτέστι, τοῦ ὑετοῦ “ εὐλαβηθεὶς “ κατεσκεύασε κιβωτόν·” ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλεν· ἐγάμουν γὰρ καὶ ἐγαμίσκοντο· ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν, ἀλλ’ ὅμως ἐφοβήθη ἐκεῖνος, καὶ κατεσκεύασε κιβωτόν· “ εἰς “ σωτηρίαν τοῦ οἴκου αὐτοῦ·” πῶς ; “ δι’ ἧς κατέκρινε τὸν “ κόσμον,” ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως· οἱ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῶ Θεῷ· τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης. Πίστει, καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, ἐξῆλθεν μὴ ἐπιστάμενος που ἔρχεται· πίστει, παρῴκησεν τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. τίνα γὰρ εἶδεν, εἰπέ μοι, ἵνα ζηλώσῃ ; πατέρα Ἕλληνα εἶχεν καὶ εἰδωλολάτρην· προφητῶν οὐκ ἀκηκόει· οὐκ ᾔδει ποῦ ἤρχετο· ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο· τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται· καὶ τί θαυμαστὸν εἰ αὐτὸς ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτως κατῴκησεν· ὥν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν· εἶπεν γὰρ “ σοὶ δώσω τὴν γῆν ταύ- “ τὴν καὶ τῷ σπέρματι σου·” εἶδε τὸν υἱὸν ἐκεῖ κατοικοῦντα· καὶ ὁ ἔγγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη· τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκ . . σθαι, καίτοι καὶ πρὸς .... ἧται ὅτι σοὶ καὶ . . . τι σου, οὐ διὰ τοῦ σπέρμ’ ... σοὶ, ἀλλὰ “ σοὶ καὶ τῷ σπέρματι σου·” καὶ οὔτε αὐτὸς ....... . . σαὰκ, οὔτε ὁ Ἰακὼβ . . . σαν τῆς ὑποσχέσεως ὁ . . γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ . . . νετο· οὗτος δὲ καὶ ἐξ ἔπι . . δεδωκὼς, καὶ τὰ μὲν εἰ . . τὰ δὲ εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο ἄν· διὰ τοῦτό φησιν, ὅτι μετὰ τῶν κληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας. Δύο ἐνταῦθα ζητῆσαι ἄξιον· πῶς εἰπὼν ὅτι μετέθηκε τὸν Ἐνὼχ, καὶ οὐχ εὑρίσκετο τοῦ μὴ ἰδεῖν θάνατον, λέγει, “ κατὰ πίστιν ἀπέ- “ θάνον οὗτοι πάντες,” καὶ πάλιν, “ μὴ κομισάμενοι τὰς ἐπαγγε- “ λίας,” τὸν Νῶε εἰληφέναι φησὶν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἄβελ ἔτι λαλεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς, καὶ, φησὶ, “ κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι “ τὰς ἐπαγγελίας.” τί οὖν ἐστιν ; ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον· “ κατὰ πίστιν ἀπέθανον,” ἀλλ’ ἐπειδὴ ἐξῃρημένου ἐκείνου ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας· τὸ δὲ “ μὴ “ κομισάμενοι τὰς ἐπαγγελίας,” ἀληθὲς τυγχάνει· οὐ γὰρ τοῦτο ἤμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε· ποίας δὲ καὶ ἐπαγγελίας φησίν ; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς, οἱ δὲ περὶ Νῶε καὶ Ἄβελ καὶ Ἐνὼχ ποίας ἐπαγγελίας ἔλαβον ; ἣ τοίνυν περὶ τῶν τριῶν φησι τούτων, ἣ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε· ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο· γεύματα δέ τινα ἦν τῶν μελλόντων· δίδωσι γὰρ καὶ ἐνταῦθα. Αλλὰ πόρρωθεν αὐτὰς εἰδότες καὶ ἀσπασάμενοι. Ενταῦθά τι μυστικὸν αἰνίττεται, ὅτι πάντα προέλαβον τὰ περὶ τῶν μελλόντων εἰρημένα· περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυξεν· τὰς γὰρ ἐπαγγελίας ταύτας, φησίν· ἢ τοῦτό φησιν, ἣ ὅτι οὐκ ἔλαβον μὲν αὐτάς· θαρρήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον τῇ πίστει μόνῃ, πόρεν ἀυτὰς ιοοντες, πρὸ τεσσάρων γενέων μέτα γὰρ τοσαύτας ἀπῆλθον ἐξ Αἰγύπτου· καὶ ἀσπασάμενοι, φησὶν, καὶ ἡσθέντες· οὕτως πεπεισμένοι ησαν πέρι ἀυτῶν. Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὁρᾷς ὅτι τούτῳ ἔλαβον, τῷ ἤδη δέξασθαι καὶ θαρρῆσαι ὑπὲρ αὐτῶν ; εἰ τοίνυν τὸ θαρρῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν· τι ἐστι “ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ” οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι ; πρὸς σύγκρισιν ἐκείνων, οὐκ εἰσίν· “ πίστει, “ φησὶ, καὶ αὐτὴ Σάρρα·” ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἰ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν· ἀλλ’ εἴποι ἄν τις, πῶς πιστὴ ἡ γελάσασα ; ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως γέγονεν· τὸ γὰρ εἰπεῖν “ οὐκ ἐγέλασα,” ἀπὸ πίστεως γέγονε· τοιγαροῦν διὰ τοῦτο κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις. Πίστει, καὶ αὐτὴ Σάρρα, δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν. Τί ἐστιν εἰς καταβολὴν σπέρματος ; εἰς τὸ κατασχεῖν τὸ σπέρμα δύναμιν ἔλαβεν· ἦν νενεκρωμένη, ἦν στεῖρα· διπλῆ γὰρ ἦν ἡ πήρωσις· ὅθεν καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος. ὅθεν, φησὶ, “ καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ “ πάντες·” οὐ τοῦτο μόνον λέγει ὅτι ἐγέννησεν, ἀλλ’ ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· ὡς τὰ ἄστρα, φησίν· πῶς οὖν αὐτοὺς ἀριθμεῖ; ἤτοι τὴν ὑπερβολήν φησιν, ἤτοι τοὺς ἀεὶ γενομένους. Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοι εἰσὶν ἐπὶ τῆς γῆς. Ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης, καὶ πατρίδα ἐζήτουν· ποίαν δὴ ταύτην ; ἄρα ἣν εἴασαν ; οὐδαμῶς· τι γὰρ ἐκώλυσεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν καὶ γενέσθαι πολίτας ; ἀλλ’ ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς· οὕτως καὶ πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ. Τί λέγεις ; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεται Θεὸς καλεῖσθαι αὐτῶν; μέγα καὶ ὄντως μέγα καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον· πῶς ; ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων Θεὸς, ᾗ ἔκτισεν καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων, οὐχ οὕτως, ἀλλ’ ὡς φίλος τις γνήσιος· ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος· ὁ τῆς οἰκουμένης καλούμενος Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοσούτων εἰσὶν ἀντίρροποι οἱ ἅγιοι. Πίστει, προσενήνοχεν τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος, πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Ἐνταῦθα οὐ τοὺς ἀνθρωπίνους ὑπερβῆναι μόνον λογισμοὺς ἐχρῆν, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ, οἷόν τι λέγω, εἶπεν, “ ἔξελθε ἐκ τῆς γῆς σου, “ καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ οὐκ “ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός·” ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; πάλιν φησίν· “ ἐν Ἰσαὰκ “ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσεν,” καὶ πάλιν λέγει, ὅτι θῦσόν μοι τοῦτον τὸν μέλλοντα τὴν οἰκουμένην ἅπασαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν εἰδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας ἐναντίας ταῖς ἐπαγγελίαις ; καὶ οὐδὲ οὕτως ἐθορυβήθη οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξω τῆς ἐπαγγελίας ὑπομένετε· εἶπε γὰρ ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, λαὶ ὅσα τοιαῦτα· ἐκεῖνος ἐναντία ὣν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ’ ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμ- φωνα· ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπὼν, “ λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός·” ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν, ὅτι οὐκ ὄντα ἐχαρισατο, καὶ νεκρὸν ἤγειρεν ἄπο τῆς ἀύτης, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει ἐπέπειστο· ὁμοίως γὰρ ἄπορον ἦν ἀνθρωπινῷ λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποΐαν δοῦναι παιδίον, καὶ σφαγιασθὲν ἀναστῆσαι· στῆσαι· ἀλλὰ προωδοποίει ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσι· καὶ ὅρα τὰ μὲν χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ· ὑμῖν δὲ τοὐναντίον φησί· τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα· εἰ δὲ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποσώσει· καὶ ἕτερον δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν “ ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ·” τι οὖν ; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν ; τίνος οὑν ἕνεκεν ἐπείραζεν αὐτόν ; οὐχ 7να αὐτὸς μάθη, ἀλλ’ ἵνα τοῖς ἄλλοις δείξη, καὶ κατάδηλον αὐτοῦ τὴν ἀν- δρείαν ἅπασι καταστήσῃ· εἶτα ἐπεξέρχεται τῷ νοήματι· οὐκ εἶχεν φησὶ, τὶς εἰπεῖν, ὅτι ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαρρῶν τοῦτον προσήνεγκε καὶ τὸν μονογενῆ προσέφερε, φησὶν, ὁ τὰς ἐπαγγελίας δεξάμενος· τί οὖν ὁ Ισμαὴλ, πόθεν ἦν ; μονογενῆ λέγω, φησὶν, ὅσον κατὰ τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν εἰπὼν “ μονογενῆ· ’ “ ἐν laaaK κληθήσεται σοι σπέρμα,” τουτ- ἐστιν, ἐξ αὐτοῦ· ειἶτα, ἵνα μή τις νομίσῃ ὅτι ἀπογνοὺς τοῦτο ποιεῖ, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐκείνην ἐξέ- βάλεν, ἀλλὰ μάθῃ ὅτι καὶ τοῦτο πίστεως ἦν, φησὶν, ὅτι κἀκείνην ε7χε τὴν πίστιν, καίτοιγε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ’ οὐκ ἐμάχετο· οὐ γὰρ λογισμὸς ἀνθρώπινος ἐμέτρει τοῦ Θεοῦ τὴν δύνα. μιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεψεν, “ ὅτι καὶ ἐκ νεκρῶν ἐγεί- “ ῥεῖν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,” τουτέστιν, ἐν ὑποδείγματι, ἐν τῷ κριῷ, φησὶν, πῶς· τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὕτως ἐσώθη, ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλα βεν, ἀντ’ ἐκείνου σφάξας ἐκεῖνον· ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι σφαγιαζόμενος· καὶ θέα μοι τὴν φιλανθρωπίαν ὅση· ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ’ ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ πράγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδοὺς υἱὸν, εἴ γε ἄνθρωπος, πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι νομισθῇ τοῦτο μόνον ποιεῖν, ἀλλ’ ὀφειλῇ. (ΘΕόΔΩΡοΣ.) Θεόδωρος δὲ φησίν· εἰς τὸ " ἐν παραβολῇ ἐκο- “ μίσατο,” τοῦτο λέγει, ὅτι ἀκολούθως ἔτυχεν τῇ ἑαυτοῦ πίστει· τῇ γὰρ ἀναστάσει πιστεύσας, διὰ συμβόλων τινῶν ἀποθανόντα αὐτὸν ἐκομίσατο· τὸ γὰρ ἐν πολλῇ τοῦ θανάτου προσδοκίᾳ γενό- μένον μηδὲν παθεῖν, τοῦ ἀληθῶς ἀναστησομένου σύμβολον ἦν, ὅσον τοῦ θανάτου πρὸς βραχὺ γευσάμενος, ἀνέστη μηδὲν ὑπὸ τοῦ θανάτου παθών· τὸ γοῦν “ ἐν παραβολῇ” ἀντὶ τοῦ ἐν συμβόλοις. (Σευηριανοῦ.) Σευηριανὸς δὲ ὁμοίω τῷ μακαρίῳ πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ· πρότερον ἔθηκεν τὸν Ἰακὼβ, εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν. (Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· “ πολλοὶ, φησὶ, “ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ “ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.” ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι ; καὶ σφόδρα· εἰ γὰρ διὰ τοῦτο οὐκ ἀπεκαλύπτετο ὁ υἱὸς, διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο· τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἣ οὐ τοῦτο, φησὶν, ἀλλὰ πίστει περὶ μελλόντων· οὐ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ μελλόντων τῶν ἐνταῦθα· πῶς γὰρ ἄνθρωπος καθήμενος ἐν ξένῃ τοιαύτας εὐλογίας ἐδίδου ; ἀλλὰ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν. ὁρᾷς ὅτι ὅπερ ἔφην, ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώναντο τῆς εὐλογίας, ἀλλ’ εἰς ἐγγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν· εὑρίσκομεν γὰρ τὸν ἀδελφὸν μᾶλλον ἀπολελαυκότα· ὁ μὲν γὰρ ἐν δουλεία καὶ θητεία καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις ’τον ἀπάντα διεγένετο χρόνον· ἐρωτώμενος τε πάρα του Φαραὼ, φησίν· “ μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν,” ἐκεῖνος δὲ ἐν αὐθεντείᾳ καὶ ἀδείᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός· ποῦ οὖν ἐξεβλήθησαν αἱ εὐλογίαι, ἀλλ’ ἣ ἐν τῷ μέλλοντι; ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπέλαυον, οἱ δὲ δίκαιοι τοὐναντίον ; οὐ μὴν πάντες. ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἢν, καὶ ἀπέλαυσεν καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν· προ- τίθησι δὲ τὸν Ἰακὼβ τοῦ Ἠσαῦ, ἀπὸ τῆς ἀρετῆς. Πίστει, Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται· “ καὶ προσεκύνησεν,” φησὶν, “ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ·” ἐνταῦθα, φησὶν, οὐ μόνον ετͅπεν, ἀλλὰ καὶ ἐθάρρει τοῖς λεγομένοις· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησὶ, “ καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ,” τουτἐστιν καὶ γέρων ὣν ἤδη προσκυνεῖ τῷ 1ωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ· καὶ διὰ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν· πίστεως οὖν ἔστι μόνης τὰ κατὰ τὸν Ἰακώβ· καὶ ὁ Ἰωσὴφ δὲ τούτων ἀκούσας, καὶ τῆς ὑποσχέσεως τοῦ Θεοῦ τῆς πρὸς τὸν Ἀβραὰμ, “ σοὶ δώσω καὶ τῷ σπέρματι “ σου τὴν γῆν ταύτην, ’ ἐν ἀλλοτρίᾳ ὣν καὶ οὐδέπω ὁρῶν ἐκβεβη- κυῖαν τὴν ὑπόσχεσιν, οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐντείλασθαι, καὶ τοὺς ἄλλους ἐνάγων εἰς πίστιν, ὥστε προσδοκᾷν τὴν ἐπάνοδον. Πίστει, Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ. Πἀλιν αὔξει τὴν παράκλησιν, εἰς πρόσωπα εὐτελῆ κατάγων τὸ πρᾶγμα· καὶ ἄρχεται ἀπὸ τῶν γονέων τοῦ Μωυσέως, ἀσήμων τινῶν ἀνδρῶν, καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς· διὰ τοῦτο καὶ προιὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων, “ πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθή- “ σασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.” Καὶ οὐ μόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε· τέως δὲ περὶ τῶν γονέων τοῦ Μωυσέως ἀναγκαῖον εἰπεῖν· πόθεν οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον ; ἀπὸ πίστεως· εἶδον γὰρ, φησὶν, ἀστεῖον τὸ παιδίον, αὐτὴ ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο· οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν σπαργάνων πολλὴ τῷ δικαίῳ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἣ καὶ τὴν βάρ- βᾶρον ἐκείνην τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέρρωσεν, καὶ εἷλεν καὶ ἐπεσπάσατο· καί τοι γ ἡ πίστις οὐχὶ καινὴν ε7χεν ἐπὶ τούτων τὴν ὑπόθεσιν· τί γὰρ ἦν ἀπὸ τῆς ὄψεως πιστεῦσαι ; ἀλλ’ ὑμεῖς, φησὶν, ἀπὸ πραγμάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέ- χυρα ἔχοντες· τὸ γὰρ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προσδέξασθαι, καὶ ὅσα τοιαῦτα, πίστεως ἢν καὶ ὑπομονῆς. Καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. καὶ τοιγε ἐκεῖνος ἐνήργει· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία. Πίστει, Μωυσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Ὡσανεὶ ἔλεγε πρὸς αὐτοὺς, οὐδεὶς ὑμῶν ἀφῆκεν βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐδὲ θησαυροὺς τοσούτους, οὐδὲ ἐξὸν εἶναι βαἵλεως υἱὸν κατεφρόνησε τούτου, καθὼς ὃ Μωυσῆς ἐποίησεν· οὐ γὰρ ἁπλῶς ε7πεν ἀφῆκεν, ἀλλ’ “ ἠρνήσατο,” τουτέστιν, ἐμίσησεν, ἀπεστράφη· καὶ οὐκ εἶπεν “ μείζονα πλοῦτον ἡγησάμενος τῶν “ Αἰγύπτου θησαυρῶν,” τὸν οὐρανὸν καἰ τὰ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τι ; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τὸ γὰρ διὰ Χριστὸν ὀνειδρ ζεσθαι βέλτιον ἡγήσατο τοῦ μὴ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ μισθὸς ἦν· “ μᾶλλον ἑλόμενος,” φησὶν, “ σνγκακου- “ χεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ·” ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων ἕλετο, καὶ ἑκὼν ἑαυτὸν ἔρριψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῶ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν· ἣ πρόσκαιρον, φησὶν, “ ἔχειν ἁμαρτίας ἀπόλαυσιν·” ἁμαρτίαν ε7πεν, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχηθῆναι, μέγα ἀγαθὸν τὴν κακουχίαν ἡγούμενος· τι ἐστι “ τὸν “ τοῦ Χριστοῦ ; τουτέστι τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν, “ εἰ υἱὸς ε7 τοῦ Θεοῦ ’ ὑπὸ τούτων, ὑπὲρ ὧν ἐσταυροῦτο· ὅταν τις παρ’ ωτν εὐεργετῇ ὀνειδίζεται· ἐνταῦθα αὐτοὺς ἀνέ- στῆσεν, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπαθεν, καὶ ὁ Μωϋσῆς παρὰ τῶν ἰδίων, παρ’ ὧν καὶ ὑμεῖς. Πίστει, κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. Καὶ μὴν ἡ γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο· πρόσεχε δὲ καὶ τῷ εἰρημένῳ, τὸ “ μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως·” φοβουμένου γὰρ ἦν, μὴ ἅψασθαι τῆς προστασίας· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν· οὖ γὰρ εἶπεν ὅτι ζητεῖ με καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι, ὥστε καὶ τὸ φυγεῖν πίστεως ἢν, ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν· τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν, τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους καὶ λέγειν, ἴδωμεν εἰ σώζει με ὁ Θεός· ταῦτα δὲ πάντα γέγονεν, ὅτι τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει. Πίστει, πεποίηκε τὸ πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ ἀυτῶν. Τί ἐστιν “ ἡ πρόσχυσις τοῦ αἵματος ” ἀρνειὸς ἐθύετο κατ’ οἰκίαν, καὶ τὸ αἷμα ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἢν ἀποτειχισις τῆς ἀπωλείας τῆς Αἰγυπτίας· εἰ τοίνυν αἷμα ἀρνειοῦ ἐν μέσοις Αἰγυπτίοις, καὶ ἐπ’ ὀλέθρῳ τοσούτῳ ἀσινεῖς ἐφύλαττε τοὺς Ἰουδαίους, πολλῷ μᾶλλον ἡμᾶς διασώσει οὐκ ἐπὶ φλιῶν, ἀλλ’ ἐν ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριομένους τοῦ Χριστοῦ. ἐφοβήθη τὸ αἷμα ὁ Ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε τὸν δεσποτικὸν θάνατον ἐννοήσας, ὑμεῖς δὲ αὐτοῦ τοῦ Χριστοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρρεῖτε ; Πίστει, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς. Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν ὅτι οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι. Ἡς πεῖραν λαβόντες Αἰγύπτιοι κατεπόθησαν. Πῶς ; πίστει· ὅτι ἤλπισαν διὰ τῆς θαλάττης διαβήσεσθαι· καὶ διὰ τοῦτο ηὔχοντο, μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος, καὶ ἡ αὐτὴ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε καθάπερ θάλασσα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ’ αὐτῶν. Πίστει, τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἷά τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ’ ἡ πίστις πάντα δύναται. ὁρᾷς πανταχοῦ οὐχὶ ἀκολουθίᾳ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γενόμενα ; οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα λόγον ἐκίνησεν, δεικνὺς, ὅτι οὐ νῦν ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται. Πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης. Οὐκοῦν αἰσχρὸν εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε; καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε· τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε πάντων γὰρ ἀπολωλότων μόνη διεσώθη. Καὶ τί ἔτι λέγω ; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. τελευτήσας εἰς τὴν πόρνην καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰ, ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ’ ἐπιτρέχει σφόδρα συνετῶς ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· ὅταν γάρ τι ἰσχυρῶς ἀγωνίζηται, ἃν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει ’τον ἀκροατὴν. Περὶ Γεδεὼν, Βαράχ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν. Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲ,; εἰ τὸν Βαρὰχ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις· τι λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει ; μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ’ εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πιστει. Καὶ τῶν προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας. Οἱ περὶ Γεδεών. Εἰργάσαντο δικαιοσύνην. Ενταῦθα περὶ τοῦ Δαβὶδ οἶμαι αὐτὸν λέγειν. Ἐπέτυχον ἐπαγγελιῶν. Ὡν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ. Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας. Ὁρᾷς πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ Δανιὴλ καλούμενος, ὑπὸ τῶν λεόντων, οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ διατρίβοντες, οἱ Ἰσραηλῖται, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν· τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα· “ ἔφυγον στόματα μα- “ χαίρας·” περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν. Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας. Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται· “ ἀπὸ ἀσθενείας” γὰρ, τουτέστιν ἀπὸ αἰχμαλωσίας· ίας· τίς γὰρ ἃν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ ἰσχυροὺς γενήσεσθαι καὶ ἐκκλίναι παρεμβολὰς ἀλλοτρίων ; ἀλλ’ ἡμῖν οὐδὲν τοιοῦτο σννέβη, φησὶν, ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων εἰσίν. Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ηλίαν, νεκροὺς γὰρ ἀνέστησαν. Ἕτεροι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν. Διὰ τι γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἐβουλήθησαν ; οὐκ ἄρα κρείττονα προσεδόκων ζωήν ; καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες αὐτοὶ εἴλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης οἵας τὰ παιδία τῶν γυναικῶν· ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ τοῦτο λέγεται, ὁ ἀποκεφαλισμός. Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων καὶ φυλακῆς. Εν τούτοις τελευτᾷ, ἐν οἰκειοτέροις· μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ἠ’, μὴ ᾐ δὲ ἐκ τῆς αὐτῆς ὑποθέσεως ταχθεῖσα· διὰ τοῦτο εἰς τοῦτο τὸν λόγον ἐτέλεσεν, δεσμὰ λέγων, φυλακὰς, μάστιγας, λιθασμοὺς, τὰ κατὰ Στέφανον, τὰ κατὰ τὸν Ζαχαρίαν αἰνιττόμενος· διὸ ἐπήγαγεν, Ἐν φόνῳ μαχαίρας ἀπέθανον. Τί ἐστι ; ποῖον ἐπαινεῖς ; ποῖον θαυμάζεις ; τοῦτον ἣ ἐκεῖνον ; διό φησι, τοῦτο μὲν ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ ὅτι καὶ πρὸς αὐτὴ, τὴν τελευτὴ, ἴσχυεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων ἐστίν· εἰπὼν δὲ τὰ κατὰ τοὺς Ἀποστόλους ὅτι “ ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν Ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος καὶ μάλιστα θαυμασθέντος φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν. Περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἄξιος ἦν ὁ κόσμος. Οὕτως οὐδὲ ἱμάτιον εἶχον, φησὶν, ὑπερβολῇ θλίψεως· οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον, οὐ στάσιν· οὐδὲ γὰρ τὴν ἐρημίαν καταλαβόντες ἡσυχίαν ἦγον, ἀλλὰ καὶ ἐκεῖθεν ἔφευγον, καὶ ἐκεῖθεν ἠλαύνοντο. Ἐπ᾿ ἐρημίαις γὰρ πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καθάπερ ἐπὶ τοῖ, αἰσχίστοις ἑαλωκότες, καὶ οὐδὲ τὸν ἥλιον ὁρᾷν ἄξιοι· ἀλλ’ ἔδει φεύγειν ἀεὶ καὶ καταδύσεις ἐπιζητεῖν· τίς οὐν ὁ μισθὸς τῆς τοσαύτης ἀμοιβῆς ; οὐδέπω ἀπέλαβον, ἀλλ’ ἔτι μένουσιν· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ὄντες ἀσχάλλετε, ἐνοήσατε καὶ ὑμεῖς τί ἐστι καὶ ὅσον ἐστὶν τὸν Ἀβραὰμ καθῆσθαι καὶ τὸν Ἀπόστολον Παῦλον, περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν· ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν· περὶ ἡμῶν γὰρ, φησὶν, ὅτι κρεῖττόν τι προσβλέψατο ὁ Θεὸς, ἵνα μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἵνα ὥρισε πασι τῶν στεφάνων τίν καῖρον· καὶ οὐκ εἶπεν ἴνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ’ “ ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι,” προέλαβον κατὰ τοὺς ἀγῶνα,; ἀλλ’ οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους, οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ’ ἡμᾶς ἐτίμησεν. ΚΕΦ. ΙΖ. Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ. τοιγαροῦν ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων. Πολλαχοῦ ἡ γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς, ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προ- φήτης, ἀπὸ καύματος καὶ ἀπὸ σκληρότητος, καὶ ἀπὸ ὑετοῦ· τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων ὥσπερ νέφος φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας, οὕτως τὴν ὑπὸ τῶν κακῶν καταπονουμένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν· καὶ οὐκ εἶπεν, ὑπεραιωρούμενον, ἀλλὰ “ περικείμενον ἡμῖν,” ὃ ἐκείνου πλέον, ὥστε ἐν μείζονι εἶναι ἀδείᾳ. ποῖον νέφος μαρτύρων ; εἰκότως μάρτυρας οὐκ ἐν τῇ καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ παλαιᾷ· καὶ γὰρ καὶ οὗτοι ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν εἰς τὸ “ ὧν οὐκ ἦν ἄξιος “ ὁ κόσμος· οὐ περὶ πάντων λέγει τοῦτο, ἀλλὰ περὶ τούτων τῶν τελευταίων, οὓς καὶ μάρτυρας οἶδεν, ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς, καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν. (Θεόδωροσ.) Θεόδωρος δέ φησιν· οὐχ ἁπλῶς εἶπεν ὅτι πᾶσι τῆς ἀνταποδόσεως καιρός· οὐ γὰρ τοῦτο ἦν αὐτῷ προκείμενον· ἀλλ’ ἵνα δείξῃ ὅτι καὶ τοσαῦτα μὲν πεποιηκότες, τοσαῦτα δὲ καὶ πεπονθότες διὰ πίστεως, ὅμως ἔτι περιμένουσι τῶν ἐπαγγελθέντων τὴν ἀπόδοσιν, οὐ δυσχεραίνοντες, εἴ γε μεθ᾿ ἡμῶν κομιοῦνται τῶν ὑστέρων, ὅπερ τὴν ὑπομονὴν αὐτῶν ἐδείκνυ μείζονα· εἴ περ δὴ καὶ μετὰ θάνατον ἔτι περιμένουσι τοὺς ἀγωνίσασθαι ὁμοίως αὐτοῖς ὀφείλοντας, ὥστε μετ’ ἐκείνων τυχεῖν τῆς τῶν καλῶν ἀπολαύσεως· μαρτύρων δὲ ἐνταῦθα, οὐ τῶν πεπονθότων λέγει, ἀλλὰ τῶν μαρτυρουντων πρὸς τὴν πίστιν. Ὄγκον ἀποθέμενοι πάντα. Πάντα τίνα, τουτέστιν τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς· πάντα τὰ ἀνθρώπινα. Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν. “ Εὐπερίστατον” ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἣ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. (Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, εἰς τὸ “ ὄγκον ἀποθέ “ μένοι πάντα·” ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται· “ εὐπερί- “ στατον” δὲ εἶπε τὴν ἁμαρτίαν, τὴν εὐκόλως ἡμᾶς περιισταμένην, καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα. Άλλοσ δέ φησιν, οὕτω δεῖ ἀναγινώσκειν· “ τοιγαροῦν καὶ ἡμεῖς “ τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος, μαρτύρων ὄγκον,” τουτέστι τὸν τῶν τοσούτων μαρτυριῶν ὄγκον, ἀποθέμενοι πάντα καὶ τὴν “ εὐπερίστατον ἁμαρτίαν·” “ δι’ ὑπομονῆς, φησὶ, τρέχο- “ με,, τὸν προκείμενον ἡμῖν ἀγῶνα·” ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν, καὶ οὐκ εἶπεν, προσθῶμεν τῷ δρόμῳ, ἀλλ’ ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν· εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστὸν, “ ἀφορῶντες,” φησὶν, “ εἰς τὸν τῆς πίστεως ἀρχη- “ γὸν καὶ τελειωτὴν Ἰησοῦν·” ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν, “ εἰ τὸν οἰκοδεσπότην, Βεελζεβοὺλ “ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ ” καὶ πάλιν· “ οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν “ κύριον αὐτοῦ·’ εἰ βουλόμεθα οὖν, φησὶν, μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Κύριον ὁρῶμεν, τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ιησοῦν· τι ἐστι τοῦτο ; τουτέστιν αὐτὸς ἡμῖν τὴν πίστιν ἐνέθηκεν· αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει· καὶ γὰρ ὃ πρὸς τοὺς μαθητὰς ἔλεγεν, “ οὐχ ὑμεῖς ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς·” καὶ Παῦλος δέ φησι, “ τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.” Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας. Τουτέστιν, ἐξὸν παθεῖν αὐτῷ μηδὲν, εἴγε ἐβούλετο· “ οὐδὲ γὰρ “ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” καὶ ὡς αὐτός πού φησιν, “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ “ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·” εἰ τοίνυν ὁ μηδεμίαν ἔχων ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν· πόσῳ μᾶλλον ἡμᾶς δίκαιον πάντα γενναίως ὑπομένειν ; τί δέ ἐστιν “ αἰσχύνης “ καταφρονήσας ” τὸν ἐπονείδιστον θάνατον εἵλετο, φησίν· ἔστω γὰρ, ἀπέθνησκεν τι καὶ ἐπονειδίστως ; δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρὰ ἀνθρώπων δόξαν· τι οὖν τὸ τέλος ; “ ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν·” ὁρᾷς τὸ ἔπαθλον ; ὅπερ καὶ Παῦλος γράφων φησί· “ διὸ καὶ ὁ Θεὸς αὐτὸν “ ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, “ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ·” τὸ κατὰ σάρκα, φησί· μάλιστα μὲν οὖν εἰ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα, πεῖσαι πάντας ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται οὐ τὰ τυχόντα· διὰ τὰ σκώμματα οὖν καὶ τὰς λοιδορίας καὶ τὰς ὕβρεις, καὶ τὰς διώξεις, καὶ πάντα ὅσα ἤκουσέ τε καὶ ἔπαθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῦτα εὐεργετῶν, καὶ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύων καὶ ὡς Θεὸς θαυματουργῶν, φησιν, Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. καὶ ἀναλογίσασθε τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ δεσπό- του πόσην ἡμῖν οὐ παρέξει προθυμίαν ; καὶ παρεὶς πάντα εἰπεῖν, διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρ- τίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγετας. Εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικεν· τὸ μὲν γάρ ἐστιν ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας πολλούς· ὅπερ ἔθηκεν ἀνωτέρω, εἰπὼν, “ ἀναμιμνήσκεσθε τὰς “ πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμεί- “ νατε παθημάτων·” τὸ δὲ ὅταν λέγωμεν ὅτι οὐ μέγα τι πέπονθας, τὸ μὲν τετρυχωμένην αὐτὴν διαναπαύει, καὶ ἀναπνεῖν ποιεῖ, τὸ δὲ ῥᾳθυμοῦσαν καὶ ὑπτίαν γενομένην ἐπιστρέφει· ἵνα γὰρ μὴ ἐξ ἐκείνης τῆς μαρτυρίας φρόνημα αὐτοῖς τεχθῇ, ὅρα τι ποιεῖ, “ οὔπω μέχρις αἵματος ἀντεκατέστητε, πρὸς τὴν ἁμαρτίαν·” ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι ψυχὴν, ὅταν ἐννοήσῃ ὅτι οὐ πρὸς τὸ πᾶν ἦλθεν, τουτέστιν, οὔπω θάνατον ὑπέστητε, μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι· ὁ μέντοι Χριστὸς ὑπὲρ ὑμῶν τὸ αἷμα ἐξέχεεν· ὑμεῖς δὲ οὔπω εἰς κινδύνους ἐνέβητε θάνατον ἀπειλοῦντας. Καὶ ἐκλέλησθε τῆς παρακλήσεως. τουτέστι, καὶ παρήκατε τὰς χεῖρας καὶ ἐξελύθητε· ἐνταῦθα δείκνυσιν καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην. τὸ “ ἀντεκατέστητε” πρὸς τοὺς ἑστῶτας εἴρηται. Ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. Ἐποιήσατο ἀπὸ τῶν πραγμάτων τὴν παράκλησιν ἐκ περιουσίας, καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει· ὁ Θεὸς, φησὶν, ἐστὶν ὁ συγχωρῶν· τοῦτο δὲ οὐ μικρὸν εἰς παράκλησιν, ὅταν μάθωμεν ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ, τὰ τοιαῦτα δυνηθῆναι ἐκείνου συγχωροῦντος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται. Οὐκ ἔχεις εἰπεῖν ὅτι ἐστι τις δίκαιος θλίψεως χωρὶς, εἰς παιδείαν ὑπομένετε, φησιν, οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν· ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς, εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν μαστιγοῖ ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος ἴσως οὐχ υἱὸς, εἰσὶ μὲν γὰρ μαστιζόμενοι πολλοὶ καὶ πονηροὶ, ἀλλ᾿ ἐκεῖνοι τῆς οἰκείας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ’ ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί. Εἰ δὲ χωρὶς ἐστὲ παιδείας. Ὁρᾷς ὅτι ὅπερ ἔφην εἶπεν, ὅτι οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υιον ; ὡσπερ γὰρ ἐν ταῖς οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατερες, τῶν δὲ γνησίων δεδοίκασι μὴ ῥᾳθυμήσωσιν· εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι τῶν νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ· εἰ δὲ γνησιότητος τοῦτό ἐστιν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεὸς διὰ τοῦτο αὐτὸ. Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα. Εἰ γὰρ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς τὸν πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε ; καί τοι οὐκ ἀπὸ τούτου μόνου ἡ διαφορὰ, ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς αἰτίας· ἐκεῖνοι μὲν γὰρ πρὸς τὸ αὐτοῖς δοκοῦν, τουτέστιν ἡδονὴν πληροῦντες πολλάκις· οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες· ἐνταῦθα οὐ διά τι τῶν αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι’ ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· πάντα γὰρ ποιεῖ, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὐτοῦ. Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν ἡμᾶς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ σύμφερον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. Τουτέστιν τῆς καθαρότητος, ὥστε ἀξίους γενέσθαι κατὰ δύναμιν, ἐκεῖνος σπουδάζει, ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς οὐ σπουδάζετε, ἵνα λάβητε· “ εἶτα,” φησὶ, “ τοὺς μὲν τῆς “ σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ “ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ “ ζήσομεν ” “ πνευμάτων,” ἤ τοι τῶν χαρισμάτων, δυνάμεων· ἐὰν οὕτως ἀποθνήσκωμεν, φησὶ, τότε ζησόμεθα. Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης. Καλῶς εἶπεν “ οὐ δοκεῖ·” οὐκ ἔστι, φησὶ, λύπη ἡ παιδεία, ἀλλὰ δοκεῖ· πᾶσα δὲ καὶ ἡ ἀνθρωπίνη καὶ ἡ πνευματικὴ, ποία γὰρ λύπη τίκτουσα χαράν· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν. Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης. Οὐ καρπὸν, ἀλλὰ “ καρποὺς,” πλῆθος πολὺ “ τοῖς δι’ αὐτῆς,” φησὶ, “ γεγυμνασμένοις ” ἀντὶ τοῦ τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν· ἄρα γυμνασία ἐστὶν ἡ παιδεία τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη ἐν τοῖς ἀγῶσι καὶ ἀκαταγώνιστον· μὴ τοίνυν ἐκλειψῆτε περὶ τὴν ἀνταπόδοσιν· ὀρθὰ, φησὶ, βαδίζετε, ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων ἐπιτρίβει τὸ κακὸν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. ΚΕΦ. ΙΗ. Περὶ σωφροσύνης ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἡσαῦ. μὴ εὑρὼν τόπον μετανοίας. Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε q. Θεόδωροσ φησί· ποῦ εἰσιν οἱ λέγοντες, τὸν Ἀπόστολον ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν, “ ἀδύνατον γὰρ τοὺς φωτισθέντας καὶ τὰ ἑξῆς, πάλιν ἀνακαινί- “ ζεῖν εἰς μετάνοιαν ” πῶς ἄρα ταῦτα νοοῦσιν ; πῶς “ τὰς παρει- “ μένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα” ἀνωρθωθῆναι κελεύει; χωλοῦ δὲ ἴασιν ποίαν βούλεται γενέσθαι, ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος ; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον, ἐξ ὧν, φησὶ, πρὸς αὐτοὺς, “ ἀναμιμνήσκεσθε δὲ τὰς πρό- “ τερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε “ παθημάτων.” Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, “ μὴ ἐγκαταλείποντες τὴν “ γωγὴν ἑαυτῶν·” τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, οὐδὲν γὰρ οὕτως q Sacræ τὸ κείμενον supplevi, quod deerat aliis ut opinor. μάλιστα ἐν πειρασμοῖς εὐκαταγωνίστους ποιεῖ καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι· εἰπὲ γάρ μοι, διάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται κατ’ ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντες ἀσθενεστέρους. εἰ δυνατὸν οὖν τὸ ἐξ ὑμῶν, μετὰ πάντων εἰρηνεύετε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ’ ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. “ καὶ τὸν ἁγια- “ σμόν·” ἀντὶ τοῦ τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα, εἴτε χωρὶς γάμου ἐστὶ, φησὶ, τίς ἁγνὸς μεινάτω, εἴτε ἐν γάμῳ, μὴ πορνενέτω, ἀλλὰ κεχρήσθω τῇ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός· πῶς ; οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ’ ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφεὶς πόρνῃ προσέχειν· ὁ γὰρ γάμος τίμιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, “ οὗ χωρὶς, οὐδεὶς ὄψεται τὸν Κύριον·” ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει, “ μὴ πλανᾶσθε, οὔτε πορνοὶ, οὔτε μοιχοὶ, “ οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεο- “ νέκται, οὔτε κλέπται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομή- “ σουσι· πῶς γὰρ, ὁ γενόμενος πόρνης σῶμα, πῶς δυνήσεται εἶναι του χρίστου ; Ἐπισκοποῦντες, μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’ αὑτῆς μιανθῶσιν πολλοί· μή τις πόρνος ἢ βέβηλος. Ὅρα πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν· “ παρακαλοῦντες,” φησὶν, “ ἀλλήλους, καθ’ ἑκάστην ἡμέραν, “ ἄχρις οὗ τὸ σήμερον καλεῖται·” μὴ τοίνυν πάντας ἐπὶ τοὺς διδασκάλους ἐπιρρίπτετε, μὴ πάντας ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶ, ἀλλήλους οἰκοδομεῖν· “ ἐπισκοποῦντες” οὖν φησὶ, τουτέστιν ἀκριβῶς ἐρευνῶντες, καὶ καταμανθάνοντες ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, “ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, τοῦτο ἐν τῷ Δευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν, ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, “ μικρὰ ζύμη ὅλον τὸ φύ- “ ραμα ζυμοῖ·” οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην· καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον, καὶ οὐκ εἶπεν “ ῥίζα” πικρὰ, ἀλλὰ “ πικρίας·” τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνέγκαι γλυκεῖ; τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν, οὐκ ἔνεστι ποτε γλυκὺν ἐνεγκεῖν καρπὸν, καὶ διὰ ταύτης, φησὶ, μιανθῶσιν οἱ πολλοί· τουτέστιν, τοὺς ἀσελγεῖς ἐκκόπτετε. Μῆ τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Καὶ ποῦ πόρνος ἦν ὁ Ἠσαῦ ; οὐ τοῦτό φησιν ὅτι πόρνος ἦν, ἀλλὰ μή τις ὡς Ἠσαῦ βέβηλος, τουτέστιν γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γα·στρίμαργος· καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος. Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν. Οὐ τὴν μετάνοιαν ἐκβάλλει· οὐ γὰρ ἦν μετανοίας τὰ ῥήματα· καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξεν· καὶ γὰρ αὐτὸς τῇ προαιρέσει ἀνεῖλεν τὸν Ἰακώβ· “ ἐγγυσάτωσαν γὰρ,” φησὶν, “ αἱ ἡμέραι “ τοῦ πάθους τοῦ πατρὸς, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου·” οὐκ ἴσχυσαν τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι, ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον. ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, καὶ ἄγνοιαν ὑποκρίνεσθαι, ἱν ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπαγάγῃ, ὥστε μὴ ἀπαναισχυντῆσαι· ἣ οὖν οὐχ εὗρεν μετάνοιαν, ἣ μετανοίας μείζονα ἥμαρτεν· ἔστι γὰρ ἁμαρτήματα μετανοίας μείζονα, τουτέστιν, μὴ πέσωμεν πτῶμα ἀνίατον· τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, φησὶν, ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν, τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τὰ ἐναντία φησὶν, οὕτω λέγων, “ τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς “ ἐν ὑμῖν,” καὶ πάλιν, “ ὅτι τινὲ, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι- “ τος ἐξεπέσατε·” δοῦ μαρτυρεῖ ὅτι ἐξέπεσαν· ὁ μὲν γὰρ ἑστὼς ἀκούων ὅτι πεσόντα οὐκ ἐστι συγγνώμης τυχεῖν, ἀσφαλέστερος ἔσται περὶ τὴν στάσιν· ἃν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῆ αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· οὐ μόνον δὲ, φησὶν, ἐδάκρυσεν, ἀλλὰ καὶ ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, ἀλλ’ ἀσφαλίζεται αὐτοὺς πρὸς τὸ μὴ πεσεῖν. Θεόδωροσ δέ φησιν, οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξαι ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν ἐπιδεξαμένους, ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ. οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς· γνοίη δ’ ἄν τις ἐκ τοῦ παραδείγματος, ὁ φησι· πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος, ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μέτα τοῦτο ἔπειτα οὔχι συγχωρήσεως αμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε· ἀλλ’ εὐλογίας, ἣ κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν, ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόντε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο, ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ’ αὐτῷ, καὶ τινὰς εὐλογίας αὐτῷ δεδωκώς· οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται.