ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. ΑΝΗΡ τις ἦν Φιλήμων τῶν πιστῶν καὶ γενναίων ἀνδρῶν, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστῶν, καὶ οὕτω πιστῶν, ὡς καὶ ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι. μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν ὑπακοὴν, καὶ ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀνεπαύσατο εἰς αὐτόν. δοκεῖ δέ μοι καὶ καταγώγιον ἁγίων εἶναι ἡ οἰκία ἐκείνου, πάντων ἕνεκεν. οὗτος παῖδά τινα εἶχεν Ὀνήσιμον κλέψαντά τι παρὰ τοῦ δεσπότου καὶ δραπετεύσαντα, ὃς ἐλθὼν πρὸς τὸν Παῦλον εἰς τὴν Ρώμην, μὴν, καὶ εὑρὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, καὶ ἀπολαύσας τῆς παρ’ αὐτοῦ διδασκαλίας, τοῦ βαπτίσματος ἔτυχεν ἐκεῖ. καὶ τοῦτο δηλοῖ ὁ Ἀπόστολος λέγων “ ὃν “ ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.” γράφει τοίνυν ὁ Παῦλος συνιστῶν αὐτὸν πρὸς τὸν δεσπότην ὡς ἀναγεννηθέντα νῦν. ἀλλ’ ἐπειδὴ τινές φασι περιττὸν εἰναι τὸ καὶ ταύτην προσκεῖσθαι τὴν Ἐπιστολὴν, εἴ γε ὑπὲρ πράγματος μικροῦ ἠξίωσε, μαθέτωσαν ὅτι μυρίων ἐγκλημάτων εἰσὶν ἄξιοι, ὅσοι ταῦτα ἐγκαλοῦσιν. οὐ μόνον γὰρ τὰς οὕτω μικρὰς ἐπιστολὰς καὶ ὑπὲρ οὕτω πραγμάτων ἀναγκαίων ἐπεσταλμένα, ἔδει ἐγγεγράφθαι, ἀλλ᾿ εἴθε γὰρ ἐνῆν εὐπορῆσαι ἅπασαν τῶν Ἀποστόλων καὶ τὴν ἄλλην ἀναστροφήν· οὕτω πάντα τὰ πη αὐτῶν γενόμενα πολλῆς ὠφελείας γέμει. ὅτι δὲ περὶ ἀναγκαίων ἡ Ἐπιστολὴ διεπέμπετο, μαθεῖν ὑμᾶς χρήσιμον· ἓν μὲν καὶ πρῶτον, τὸ σπουδαῖόν τινα εἶναι περὶ πάντα· εἰ γὰρ Παῦλος ὑπὲρ λῃστοῦ καὶ δραπέτου τοσαύτην ποιεῖται πρόνοιαν, οὐδὲ παραιτεῖται ἣ αἰσχύνεται, πολλῷ μᾶλλον οὐδὲ ἡμᾶς ῥαθύμους εἶναι προσήκει περὶ τὰ τοσαῦτα· δεύτερον ὅτι τὸ δουλικὸν γένος οὐ δεῖ ἀπογινώσκειν κἂν εἰς ἐσχάτην ἐλάσῃ κακίαν· τρίτον ὅτι τοὺς δούλους ἀποσπᾷν τῶν δεσποτῶν οὐ προσήκει. εἰ γὰρ Παῦλος ὁ οὕτω θαρρῶν τῷ Φιλήμονι τὸν Ὀνήσιμον τὸν οὕτως εὔχρηστον καὶ χρήσιμον αὐτῷ πρὸς διακονίαν οὐκ ἠθέλησε κατασχεῖν παρὰ γνώμην τοῦ δεσπότου, πολλῷ μᾶλλον ἡμᾶς τοῦτο ποιεῖν οὐ χρή· πρὸς τούτοις διδάσκει ἡμᾶς μὴ ἐπαισχύνεσθαι τοὺς οἰκέτας εἰ ἐνάρεστοι εἶεν. προσέχωμεν τοίνυν παρακαλῶ τῇ παρὰ τοῦ Ἀποστόλου γραφείσῃ Ἐπιστολῇ· τοσαῦτα γὰρ ἤδη κερδάναντες, πλέονα κερδανοῦμεν ἀπὸ τῆς ὑφῆς. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΣ. α΄. Ἔπαινος Φιλήμονος καὶ εὐχαριστία ὑπὲο ἀὐτοῦ. β΄. Σύστασις Ὀνησίμου φυγάδος οἰκέτου, καὶ παράκλησις ὑπὲρ αὐτοῦ σωθέντος διὰ πίστεως. ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ ΕΠΙΣΤΟΛΗΝ. Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Ὑπὲρ οἰκέτου πρὸς δεσπότην ἐστὶ ταῦτα· εὐθέως οὖν ἀπὸ τοῦ προοιμίου τὸ φρόνημα αὐτοῦ κατέσπασε, τὸν θυμὸν ἔσβεσε, δέσμιον ἑαυτὸν καλῶν, κατένυξε καὶ συνέτεινεν, οὐδὲν τὰ παρόντα ἐποίησε δοκεῖν εἶναι πράγματα· εἰ γὰρ δεσμὸς οὐκ αἰσχύνει διὰ Χριστὸν, πολλῷ μᾶλλον δουλεία οὐκ ἐπονείδιστον. (Σευηριανόσ.) Ἄλλος φησί· ἐν πολλαῖς ἐπιστολαῖς ξένον τίθησι ῥῆμα τοῦ μέλλοντος εἰσάγεσθαι λόγου κατασκευαστικὸν, καὶ νῦν ἐπειδὴ ἔμελλεν ἀξιοῦν ὑπὲρ Ὀνησίμου τῇ ἑαυτοῦ ἀξίᾳ, ἀξία δὲ αὐτοῦ τὸ δεδέσθαι, τὸ ἀξιόπιστον τῆς παρακλήσεως δείκνυσιν. ὡς ἃν εἰ ἔλεγεν, δι’ ὑμᾶς τὸν δεσμὸν τοῦτον περίκειμαι. Καὶ Τιμόθεος ὁ ἀδελφός. χρυσοστόμου. Συμπαραλαμβάνει καὶ ἕτερον μεθ’ ὥστε κἀκεῖνον μᾶλλον εἶξαι καὶ δοῦναι τὴν χάριν. Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν. Εἰ ἀγαπητὸς, οὐ τόλμης τὸ θαρρεῖν, ἀλλὰ πολλῆς φιλίας· εἰ συνεργὸς, οὐ μόνον ἀξιοῦσθαι ὑπὲρ τῶν τοιούτων, ἀλλὰ καὶ χάριν εἰδέναι ὀφείλει. Θεόσωροσ. Συνεργὸς δὲ τῷ περὶ τὴν τῶν ἁγίων ἐσπουδακέναι θεραπείαν, οὐ μικρὰ συμβαλλόμενον τοῖς τὸ Εὐαγγέλιον κηρύττειν ἐγκεχειρισμένοις. Καὶ Ἀμφίᾳ τῆ ἀγαπητῇ. Ἐμοὶ δοκεῖ σύμβιον εἶναι τούτου· ὅρα Παύλου τὸ ταπεινόν· οὐ τὸν ἄνδρα μόνον ἀξιοῖ, ἀλλὰ καὶ τὴν γυναῖκα. Θεόδωροσ. Καὶ ὥσπερ ἀγαπητὸν ἐκεῖνον ἐκάλεσεν, οὕτω ταύτην, ἅτε δὴ μηδὲν διαφέρειν κατὰ τὴν εὐσέβειαν ἀνδρῶν τὰς γυναῖκα; ἡγούμενος· ἡγεῖτο δὲ ταύτην ἐπ’ ἐκείνων ἁρμόττειν τὴν προσηγορίαν, ἐφ’ ὧν πάθους αἰσχρότης οὐκ ἐμεσίτευσε. Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν. Ἕτερόν τινα ἴσως φίλον, οὐκ ἐξ ἐπιτάγματος βουλόμενος τὰ τοιαῦτα ἀνύειν, οὐδὲ ἀγανακτῶν εἰ μὴ εὐθέως κελεύσαντι ὐπακούσειεν, ἀλλ’ ἅπερ ἃν ἀνὴρ ἄγνωστος ἐποίησε, ταῦτα ποιεῖν κἀκείνους ἀξιοῖ, ὥστε συναντιλαμβάνεσθαι τῆς δεήσεως. εἰ συστρατιώτης εἶ, καὶ ἐν τούτοις κοινωνεῖν ὀφείλεις. οὗτος δέ ἐστιν Ἄρχιππος, περὶ οὗ γράφων Κολοσσαεῦσιν ἔλεγεν· “ εἴπατε Ἀρχίππῳ τὴν “ διακονίαν ἣν παρέλαβεν ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς·” δοκεῖ μοι αὐτὸς εἰναι τῶν ἐν κλήρῳ κατειλεγμένων. (Θεόδωροσ.) Ἄλλος φησίν· υἱῷ αὐτοῦ λέγει τοῦ τε καὶ τῆς Ἀμφίας. Καὶ τῆ κατ’ οἶκόν σου ἐκκλησίᾳ. Χρυσοστόμου. Οὐδὲ δούλους παρῆκεν ἐνταῦθα, οἶδε καὶ ῥήματα δούλων ἀνατρέψαι τὸν δεσπότην, καὶ μάλιστα ὅταν υπερ δούλου ἡ ἀξίωσις ῇ οὐ τοίνυν ἀφίησιν αὐτοὺς εἰς φθονον ἐμπεσεῖν, τῇ προσηγορίᾳ τιμήσας μετὰ τῶν δεσποτῶν, ἀλλ’ οὐδὲ ’τον δεσπότην ἀγανακτῆσαι συγχωρεῖ, ὀνομαστὶ αὐτῶν μὴ μνημονεύω ὅρα οὖν πῶς συνετῶς εὗρεν καἰ τούτους τῇ μνήμῃ τιμῆσαι, κἀκεῖνον μὴ πλῆξαι· τὸ γὰρ τῆς ἐκκλησίας ὄνομα οὐκ ἀφίησι τοὺς δεσπότας ἀγανακτεῖν, εἴγε συναριθμοῖντο τοῖς οἰκέταις. Χάρις ὑμῖν καὶ εἰρήνη. Εἰς ὑπόμνησιν αὐτὸν ἤνεγκε τῶν οἰκείων ἁμαρτημάτων· ἐννόησον, φησὶ, πόσα σοι συνεχώρησεν ὁ Θεὸς, πῶς χάριτι σὺ ἐσώθης· μίμησαι τὸν δεσπότην. ΚΕΦ. Α. Επαινος Φιλήμονος καὶ εὐχαριστία ὑπὲρ αὐτοῦ. Εὐχαριστῶ τῷ Θεῷ μου, πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἢν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ πρὸς πάντας τοὺς ἁγίους· ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται, ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν. Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάσας καὶ ἐπαινέσας, ἐπὶ τοῖς κατορθώμασι καὶ τῆς ἑαυτοῦ ἀγάπης δείξας τεκμήριον οὐ μικρὸν, τὸ διὰ παντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν ὅτι πολλοὶ ἀναπαύονται, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται, τότε καὶ ἑαυτὴν τελευταίαν τίθησιν· οὐκ εἶπε δὲ ἡ πίστις σου, ἀλλ’ “ ἡ κοινωνία τῆς πίστεως “ σου,” συνάπτων αὐτὸν ἑαυτῶ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν. Χαρὰν γὰρ ἔσχον καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπη σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ ὡς τὸ τὰς ἑτέρων εὐεργεσίας προφέρειν, καὶ μάλιστα ὅταν ἐκείνων αἰδεσιμώτερος ἦν· τοῦτο οὖν βούλεται εἰπεῖν· σύ μοι παρρησίαν ἔδωκας ἐκ τῶν εἰς ἑτέρους γεγενημένων καὶ παράκλησιν, τουτέστιν, οὐ μόνον ἡδόμεθα, ἀλλὰ καὶ παραμυθούμεθα· μέλος γὰρ ἡμῶν ἐκεῖνοι· καὶ ἐμφαντικώτερον δὲ αὐτό φησιν, “ ὅτι τὰ σπλάγχνα τῶν ἁγίων,” ὡς ἃν εἰ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου· οὕτως ἡ ἀγάπη δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ’ αὐτῶν. Διὸ πολλὴν ἔχων παρρησίαν ἐν Χριστῷ. Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξει τὸν ἀκροατήν· ὅθεν ἐκ περιουσίας πολλὴν τίθεται τὴν προδιόρθωσιν. ὡς ἃν εἰ ἔλεγεν, παρρησίαν ἡμῖν ἔδωκας οὐ, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν Χριστῷ, οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερος ὣν, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν, καὶ τότε ἔθηκε τὸ ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἀνῆκον, τουτέστιν εὔλογον πρᾶγμα· διὰ ταῦτα μὲν οὖν οἶδα, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, πλὴν ἐπειδὴ περὶ τοῦ πράγματος πολλὴν ποιοῦμαι σπουδήν. Παρακαλῶ, τοιοῦτος ὣν ὡς Παῦλος πρεσβύτης. βαβαὶ, πόσα δυσωπητικὰ ἀπὸ τῆς ποιότητος τοῦ προσώπου, ὅτι Παῦλος· ἀπὸ τῆς ἡλικίας, ὅτι πρεσβύτης· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ δέσμιος Ἰησοῦ Χριστοῦ. τοσούτοις προλεήνας αὐτοῖς τὴν ψυχὴν, ἔτι τὸ ὄνομα ἀναβάλλεται· ἴστε γὰρ θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μάλιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται· παρασκευάσας οὐν αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι, ΚΕΦ. Β. Σύστασις Ὀνησίμου φυγάδος οἰκέτου, καὶ παράκλησις ὑπὲρ αὐτοῦ σωθέντος διὰ πίστεως. Παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. πάλιν οἱ δεσμοὶ δυσωπητικοὶ, καὶ τότε τὸ ὄνομα· οὐ μόνον γὰρ τὸν θυμὸν ἔσβεσεν, ἀλλὰ καὶ ἡσθῆναι πεποίηκεν· οὐ γὰρ ἃν, φησὶν, αὐτὸν τέκνον ἐκάλουν, εἰ μὴ σφόδρα ἦν εὔχρηστος· δεσμὸς αὐτὸν ἐγέννησε, φησὶν, ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιμῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ Χριστοῦ πειρασμοῖς. Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον. Ὀμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμὸν, οἶδα, φησὶν, ὅταν ἄχρηστος ἢν, νῦν δέ σοι χρήσιμος ἔσται. Νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον. Θεόδωροσ. Εἰ Παύλῳ χρήσιμος, τῷ τοιαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ. ἵνα μὴ δόξῃ τὸν ἀλλότριον οἰκέτην σφετερίζεσθαι, διὰ τοῦτο σοὶ, εἶτα μοί· σοὶ κατὰ τὴν ὑπηρεσίαν, ἐμοὶ κατὰ τὴν βελτίωσιν τοῦ τρόπου. “ ὃν ἔπεμψα “ πρός σε,” καὶ τούτῳ τὸν θυμὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν· μάλιστα γὰρ οἱ δεσπόται ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων παρακαλῶνται. Σὺ δὲ αὐτὸν τουτέστι τὰ ἐμὰ σπλάγχνα προσλαβοῦ. Καὶ πάλιν οὐ γυμνὸν τίθησι τὸ ὄνομα, ἀλλὰ μετὰ ῥήματος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερμότερόν ἐστι· τουτέστι, “ τὰ ἐμὰ “ σπλάγχνα ποοσλαβοῦ·” ἵνα εἴπῃ, οὐχὶ συγγνώμης ἐστὶν ἄξιος, διὰ τί ; τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόμην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. Ὅρα πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμὴν, κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς τιμᾷ· εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐμὲ λειτουργίαν δι’ αὐτοῦ. Χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι. τοῦτο μάλιστα χαυνοῖ τὸν ἀξιούμενον, ὅταν καὶ πράγματος ὄντος χρησίμου, μέτα τῆς ἐκείνου γνώμης γίνηται καὶ οὐκ εἶπεν, ἵνα μὴ κατὰ ἀνάγκην, ἀλλ’ ὡς κατὰ ἀνάγκην. ᾔδειν μὲν γὰρ, φησὶν, ὅτι καὶ μὴ μαθὼν, ἀλλ’ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγανάκτησας, ἀλλ’ ομως ἐκ πλείονος περιουσίας. Ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ἦ, ἀλλὰ κατὰ ἑκούσιον. τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχης, οὐκέτι ὡς δοῦλον. Καλῶς τὸ “ τάχα,” ἵνα καὶ εἴξῃ ὁ δεσπότης· ἐπειδὴ γὰρ ἀπ’ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραμμένης διανοίας, λέγει “ τάχα,” καὶ οὐκ εἶπε διὰ τοῦτο ἔφυγεν, ἀλλὰ “ διὰ τοῦτο ἐχωρί- “σθη,” εὐφημοτέρῳ ὀνόματι, “ πρὸς ὥραν,” καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁμάρτημα ὁμολογεῖ, καὶ τρέπει εἰς οἰκονομίαν· “ ἵνα “ αἰώνιον,” φησὶν, “ αὐτὸν ἀπέχῃς,” οὐκ ἐν τῷ παρόντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διὰ παντὸς ἔχῃς αὐτὸν, καὶ οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτερον δούλου· “ ἀπέχεις” ἀντὶ τοῦ ἀπολαύεις. Οὐκέτι ὡς δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί. Δοῦλον ἀπώλεσας πρὸς ὀλίγον, καὶ ἀδελφὸν εὗρες εἰς τὸ διηνεκές· ἀδελφὸν οὐ σὸν μόνον, ἀλλὰ καὶ ἐμόν· εἰ δὲ ἐμὸς ἀδελφὸς, οὐκ ἐπαισχυνθήσῃ καὶ σύ· διὰ μὲν οὖν τοῦ τέκνου τὴν στοργὴν ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ, τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσοτιμιαν. Ἄδδοσ φησίν· ἀντὶ τοῦ, ἵνα αὐτὸν κομίσῃ, οὐκέτι δουλικὴν εὔνοιαν μόνον ἐπιδεικνύμενον περὶ σὲ, ἀλλὰ καὶ μείζονα ἣ κατὰ δοῦλον, διὰ τὴν τοῦ τρόπου μεταβολήν. Εἰ οὖν με ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Οὐδὲν οὕτως πρᾶγμα περαίνειν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. ὅρα γὰρ μετὰ πόσα τὸ μέγα τοῦτο ἔθηκε τὸ “ ὡς ἐμέ· καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. τοῦτο οὖν φησιν, εἰ τὰ αὐτά μοι φρονεῖς, εἰ ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν ὡς καὶ ἐγώ· ἵνα δὲ μὴ ὑπὲρ τῶν ἀφαιρεθέντων χρημάτων ἐγκαλῇ, εἰκὸς γὰρ αὐτὰ καταναλῶσθαι, ὅρα τι φησιν· οὐκ εἶπεν, εἴ τι ἔκλεψεν, ἀλλ’ εἰ τι ἠδίκησεν· ἅμα καὶ τὸ ἁμάρτημα ὡμολόγηκε, καὶ οὐχ ὡς δούλου ἁμάρτημα, ἀλλ’ ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας μᾶλλον, ἣ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμενος τοῦτο. Εἰ ’δε τι ἠδίκησε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει. τουτέστι πρὸς ἐμὲ ἔχεις τὴν ὀφειλήν· εἶτα καὶ μετὰ χάριτος τῆς πνευματικῆς. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμὴ χειρί. Καὶ σφόδρα ἐντρεπτικῶς, εἴ γε ὑπὲρ τούτου καὶ γραμματεῖον ἐκτελέσαι Παύλου μὴ παραιτησαμένου, τοῦτον παραιτήσεται λαβεῖν. ἵνα μὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις, οὐ τὰς αὐτοῦ μόνον, φησὶν, ἀλλὰ καὶ σαυτόν· καὶ τοῦτο ἀπὸ ἀγάπης, καὶ κατὰ τὸν τῆς φιλοστοργίας λόγον. ὁρᾷς πῶς ἀμθοτέρων πανταχοῦ ἐπιμελεῖται, καὶ τοῦ μετὰ πολλῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ μὴ τοῦτο γενέσθαι τεκμήριον τοῦ μὴ σφόδρα θαρρεῖν αὐτοῖς ; “ ναὶ, ἀδελφὲ, προσλαβοῦ αὐτόν·” ἀφεὶς τὸν Χαριεντίσμον, πάλιν ἔχεται τῶν προτέρων τῶν σπουδαίων, καί τοι καὶ ταῦτα σπουδαῖα, κἂν χαριεντίζηται. Ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. τουτέστι τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐμοὶ τὰ σπλάγχνα τὰ περί σε· “ πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι·” ὅπερ καὶ ἀρχόμενος εἰπε παρρησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα εἰς τὸ ἐπισφραγίσαι τὴν Ἐπιστολήν. Εἰδὼς ὅτι ὑπὲρ ὃ λέγω ποιήσεις. Άμα καὶ προετρέψατο, ᾐσχύνθη γὰρ ἃν, εἰ καὶ μηδὲν ἕτερον τοιαύτην δόξαν ἔχων παρ’ αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει, ποιεῖ, μὴ ποιῆσαι τοσοῦτον. Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Καὶ τοῦτο ὑπὲρ Ὀνησίμου, ἵνα μὴ ῥᾳθυμήσαντες, ἀλλ’ εἰδότες ὅτι πάντως ἐπανελθὼν ἀκούσει τὰ κατ’ αὐτὸν, πᾶσαν μνησικακία, ἐξέλωσι, καὶ χάριν μᾶλλον δῶσι· πολλὴ γὰρ ἦν ἡ χάρις καὶ ἡ τιμὴ Παύλου ἐνδημοῦντος μετὰ ἡλικίαν τοιαύτην, μετὰ δεσμούς· καὶ πάλιν τῆς ἀγάπης αὐτῶν τεκμήριον τὸ εὔχεσθαι αὐτοὺς καὶ τοσοῦτον αὐτοῖς δοῦναι· εἰ γὰρ καὶ ἐν κινδύνοις εἰμὶ νῦν, ἀλλ’ ὅμως ὄψεσθέ με ἃν εὔχησθε. Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλεὶς, ὥστε καὶ ἀπὸ τούτου, δηλονότι ἐν Κολοσσαῖς ἦν ὁ Φιλήμων· συναιχμάλωτον δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει· τὸ δὲ “ ἐν Χριστῷ Ιησου· ἀντὶ τοῦ διὰ Χριστοῦ. Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. Τί δὴ τὸν Λουκᾶν τελευταῖον τίθησι, καὶ τοι γε, φησὶ, “ Λουκᾶς “ἐστι μετ’ ἐμοῦ,” καὶ Δημᾶς φησιν, εἶς τῶν ἐγκαταλιπόντων αὐτὸν ἦν καὶ ἀγαπησάντων τὸν νῦν αἰῶνα· οὐδὲ γὰρ ταῦτα ἀνεξέταστα χρὴ ἀφιέναι· τὸν μὲν οὖν Ἐπαφρᾶν ὡς γνώριμον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προτίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυμαστόν· τι δὲ πρὸς Δημᾶν; ἴσως μετὰ ταῦτα γέγονε ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους εἶδε τοὺς πολλούς· ὁ μέντοι Λουκᾶς ἔσχατος, ὣν ἐγένετο πρῶτος· καὶ ἀπὸ τούτων δὲ αὐτοὺς προσαγορεύει, ἐντρέπων πλέον εἰς τὴν αἴτησιν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριοτοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. ἀμήν. Εὐχῇ τὴν Ἐπιστολὴν κατέκλεισεν· ἡ δὲ εὐχὴ μέγα μὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμετέρων φυλακτήριον, μέγα δὲ, ὅταν ἄξια αὐτῆς πράττωμεν, καὶ μὴ ἀναξίους ἑαυτοὺς κατασκευάζωμεν. τριὰς * μονὰς * ἐλέησον. Τῶν εἰς τὴν πρὸς Φιλήμονα Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος ά. ἠ ἐρμηνεία τῆς ἐπιστολῆς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, Σευηριανοῦ, Θεοδώρου Μαψουεστίας.