ΚΕΦ. ς. Παραινέσεις περὶ ἐκκλίνειν τοὺς αἱρετικοὺς ζητητάς. Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ αμαρτανει, ων αυτοκατακριτος. Πῶς οὖν ἐτέρωθι, φησὶ, “μή ποτε δῶ αὐτοῖς ὁ Θεὸς μετά- “νοιαν,” ἐνταῦθα δὲ ἐκτρέπεσθαι εἰσηγεῖται ; ἐκεῖ μὲν περὶ τῶν ἐλπίδα ἐχόντων διορθώσεως φησὶ, καὶ περὶ τῶν ἀντιδιατιθεμένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις ἔκει ; αὐτοκατάκριτος δέ ἐστιν, ὅτι οὐκ ἔχει εἰπεῖν, ὅτι οὐδείς με ἐνουθέτησεν. ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς μείνῃ, αὐτοκατάκριτος γίνεται. ὤαν πέμψω Ἀρτεμᾶν πρός σε ἣ τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν. Τί λέγεις ; ἐπιστήσας αὐτὸν τῇ Κρήτῃ, πάλιν καλεῖς πρὸς σαυτόν; οὐκ ἀπάγων αὐτὸν τῆς σχολῆς ἐκείνης, ἀλλὰ πλέον ῥυθμίζω ὅτι γὰρ οὐχ ὥστε περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ, ἄκουσον· “ ἐκεὶ,” φησὶ, “ κέκρικα παραχει- “μάσαι,” ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί. Ζηνᾶν τὸν νομικὸν, καὶ Ἀπολλῶ σπουδαίως προπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Οὐτοι οὐδέπω τῶν ἐγχειρισθέντων ἦσαν, ἀλλὰ τῶν συνόντων αὐτῷ· δυνατὸς δὲ ἦν ὁ Ἀπολλῶς ἐν ταῖς γραφαῖς, καὶ ἀνὴρ λόγιος· εἰ τοίνυν νομικὸς ἦν ὁ Χηνὰς, οὐκ ἔδει παρ’ ἑτέρῳ αὐτὸν τρέφεσθαι· νομικὸν δὲ ἐνταῦθα φησὶ, τὸν τῶν Ἰουδαϊκῶν νόμων ἔμπειρον. “ ἵνα “ μηδὲν αὐτοῖς λείπῃ, ” τουτέστιν, ἐν πάση ἀφθονίᾳ αὐτοὺς κατάστησον. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἤτοι τοὺς αὐτὸν φιλοῦντας ἣ τοὺς πιστοὺς ἄνδρας. “ ἡ χάρις “ μετὰ πάντων ὑμῶν, ἀμήν.” πῶς οὖν αὐτῷ κελεύεις τοὺς ἀντιλέγοντας γοντας ἐπιστομίζειν, εἰ περιιστάναι τούτους δεῖ; ὅταν ἐπὶ λύμῃ πάντα ποιῶσι, φησὶν, αὐτὸν δὲ προηγουμένως ἐπὶ τῷ ἐκείνων κέρδει μηδέποτε τοῦτο ποιεῖν· εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, δεῖ ἑστάναι καὶ μάχεσθαι, ἐπεὶ περιίστατο· εἰ δὲ ὁρᾷς ἑτέρους διαφερομένους, μὴ σίγα, ἀλλ’ ἐπιστόμιζε, τῶν μελλόντων ἀπόλλυσθαι κηδόμενος. τι ἐστιν ” ἵνα φροντίζωσι καλῶν ἔργων προΐστα “ σθαι;” ἀντὶ τοῦ ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτούς· ἀλλ’ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας. τῶν εἰς τὴν πρὸς Τίτον ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγντικῶν ἐκλογῶν.