ΚΕΦ. Ε. Περὶ ἀρχόντων ὑποκοῆς πρεπούσης τῆ ἐπιεικείᾳ τοῦ Χριστοῦ. Ταῦτα λάλει καὶ παρακάλει καὶ ἕλεγχε, μετὰ πάσης ἐπιταγῆς. Ἐπειδὴ τὸ ἦθος τούτων σκληρότερον ἦν, διὰ τοῦτο καὶ ἀποτόμως. ἔστι γάρ τινα τῶν ἁμαρτημάτων, ἃ καὶ ἐπιτάγμασιν ἀπείργειν χρὴ, οἷον τὸ χρημάτων καταφρονεῖν, παραινοῦντας δεῖ πείθειν, καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν καὶ πόρνον καὶ πλεονέκτην μετ’ ἐπιταγῆς ἀπάγειν, καὶ τὸν ἄλλα τοιαῦτα πράττοντα. Μηδείς σου περιφρονείτω, ἀλλ’ ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, μηδὲν Βλασφημεῖν, ἀλλ’ ἀμάχους εἶναι. Τί οὖν μηδὲ τοὺς κακῶς πράττοντας, μηδ’ ἐκείνους λοιδορεῖσθαι; “ ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα “ βλασφημεῖν,” κἂν ὅστις ᾖ, ἀλλὰ καθαρὸν ἡμῖν εἶναι τὸ στόμα λοιδορίας. Ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρα 3 ότητα πρὸς πάντας ἀνθρώπους. ἦμεν γὰρ ποτὲ καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους. Ὥστε πρὸς πάντας τοιούτου; εἶναι δεῖ, ἡμέρως ἔχειν. ὁ γὰρ τοιοῦτος ὣν πρότερον καὶ ἀπαλλαγεὶς, οὐκ ὀνειδίζειν ὀφείλει, ἀλλὰ χάριτας ἔχειν τῷ καὶ αὐτοῖς κἀκείνοις δόντι τὴν ἀπαλλαγὴν τῶν προτέρων κακῶν· ἐννοῶν οὐν οἱος ἦσθα πρότερον, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, ἀναχαίτιζε τὴν ὁρμήν. Ἦμεν γάρ ποτε καὶ ἡμεῖς πλανώμενοι· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, πῶς οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου. βαβαὶ, πῶς ἦμεν ἐν τῇ κακίᾳ βεβαπτισμένοι, ὡς μὴ δύνασθαι καθαρθῆναι, ἀλλ’ ἀναγεννήσεως δεηθῆναι· τοῦτο γάρ ἐστι “παλιγ- “γενεσίας·” οὐκ ἐπεσκεύασεν, ἀλλ’ ἄνωθεν κατεσκεύασεν, ἄνωθεν ἐποίησε κοινούς· πῶς ; διὰ τοῦ Πνεύματος· καὶ πάλιν δείκνυσιν εἰπὼν, “ οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χρι- “στοῦ τοῦ Σωτῆρος ἠμῶν·” πολλοῦ ἔδει ἡμῖν Πνεύματος· “ ἵνα “ δικαιωθέντες,” φησὶ, “ τῇ ἐκείνου χάριτι, ” πάλιν χάριτι, οὐκ ὀφειλῇ, “ κληρονόμοι γενώμεθα κατ’ ἐλπίδα ζωῆς αἰωνίου.” ἅμα καὶ προτροπὴ εἰς ταπεινοφροσύνην ἐστὶν, καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόντων· εἰ γὰρ οὕτως ἀπεγνωσμένως ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται. τί ἐστι κατ’ ἐλπίδα; τουτέστι καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν, ἣ ὅτι ἤδη κληρονόμοι ἐστέ· “ πιστὸς ὁ λόγος.” ἐπειδὴ περὶ μελλόντων διελέχθη, ἐπήγαγε τὸ ἀξιόπιστον· ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων· ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλλάξας, καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν μεταδώσει ἐπιμείνασι τῇ χάριτι· βεβαιῶν τὰ περὶ τοῦ Θεοῦ εἰς ἡμᾶς ἐσόμενα ἀγαθὰ, δι’ ὧν ἔφθασεν ἀπαριθμήσασθαι, καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ κηδεμονίαν δηλῶν, ἐπήγαγε, Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε βεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προίστασθαι οἱ πεπιστευκότες Θεῶ. Ἐπὶ τὴν ἐλεημοσύνην αὐτοὺς προτρέπεται, οὐ παρέργως ἀλλ’ “ ἵνα, ” φησὶ, “ φροντίζωσι καλῶν ἔργων προΐστασθαι,” ἀδικουμένοις βοηθεῖν, μὴ χρήμασι μόνοις, ἀλλὰ καὶ προστα- σίαις καὶ χήραις ἀμύνειν καὶ ὀρφανοῖς, καὶ πάντας τοὺς κακῶς πάσχοντας ἐν ἀσφαλείᾳ καθιστᾷν· τοῦτο γάρ ἐστι καλῶν ἔργων προΐστασθαι. ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο, εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. Τί ποτε βούλονται αἱ γενεαλογίαι ; καὶ γὰρ ἐν τῇ πρὸς Τιμόθεον τοῦτο τίθησι λέγων, “ μύθους καὶ γενεαλογίας ἀπεράντους·” “ ἔρεις ” δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ὅταν μηδὲν ᾖ κέρδος· τὸ ἦ τέλος αὐτῆς οὐδέν· ὅταν γὰρ ᾖ τις διεστραμμένος, καὶ μὴν ἃν ὁτιοῦν γένηται προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων ; δέον πονεῖν εἰς τοὺς σοὺς, περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς.