ΚΕΦ. Γ. Παραινέσεις ἃς δεῖ παραινεῖν καθ’ ἡλικίαν Πρεσβύτας νηφαλίους εἶναι, σεμνοὺς, σώφρονας, ὐγιαίνοντας τῆ πίστει, τῇ ἀγάπη, τῆ ὑπομονὴ. Πόλλα γάρ ἐστι τὰ ποιοῦντα μὴ νήφειν, τοὺς ἐν ἡλικίᾳ τοιαύτῃ· πρῶτον μὲν αὐτὸ τὸ πανταχόθεν ἀμβλύνεσθαι καὶ δυσκόλως κινεῖσθαι· διὰ τοῦτό φησι “ νηφαλίους, σεμνοὺς καὶ σώφρονας. ” σώφρονας ἐνταῦθα τοὺς φρονίμους φησὶ, σωφροσύνη γάρ ἐστιν ἡ τῶν φρενῶν σωτηρία· καλῶς δὲ ἐπήγαγε καὶ “ τῇ ὑπομονῇ·” τοῦτο γὰρ μάλιστα τοῖς γέρουσιν ἁρμόζει. Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖ. Τουτέστιν, ὡς ἀπ’ αὐτοῦ τοῦ σχήματος καὶ τῆς καταστολῆς δείκνυσθαι τὴν κοσμιότητα. Άλλοσ δέ φησιν· ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ, οὐ γὰρ ἃν ἱεροπρεπεῖς εἶπεν. ἀλλὰ τούτοις ἕτερος ἀνθιστάμενός φησιν, (Θεόδωροσ.) Οὐχ ὥς τινες ἐνόμισαν, ὅτι χειροτονία τις τότε ἐν γυναιξὶ πρεσβυτέρων· διδάσκει γὰρ ὁμοίως καὶ τῶν γυναικῶν τὰς τὴν ἡλικίαν παλαιοτέρας, τό τε σχῆμα ἔχειν ἱεροπρεπὲς, ἵνα εἴπῃ θαυμαστὸν καὶ αἰδέσιμον. Μῆ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας. Μάλιστα γὰρ τοῦτο τῶν γυναικῶν τὸ ἐλάττωμα, καὶ τοῦ γήρως, πανταχόθεν τὴν μέθην ἐκκόπτων, καὶ τοῦ νοσήματος τούτου ἐκτὸς αὐτὰς εἶναι βουλόμενος. “ καλοδιδασκάλους.” καὶ μὴν κωλύεις γυναῖκας διδάσκειν οὐδὲ αὐθεντεῖν ἀνδρός. μακρὸν ἀποτείνειν λόγον ἐπ’ ἐκκλησίας, οὐ συγχωρεῖ, οὐδὲ προκαθῆσθαι. Ἀλλ’ ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι. Τὸ κεφάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· “ φιλοτέ “κνους.” ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ μᾶλλον τοὺς καρπούς· “σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς·” πάντα ἀπ’ ἐκείνου τίκτεται, καὶ γὰρ ἀγαθαὶ, καὶ οἰκουροὶ, ἀπὸ τῆς ἀγάπης καὶ τῆς περὶ τὸν ἄνδρα φιλίας, γίνονται. Ὑποτασσόμενας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ τοῦ Θεοῦ βλασφημῆται. Ἀπὸ τοῦ φιλεῖν τὸν ἄνδρα καὶ σωφροσύνη πολλὴ τίκτεται, καὶ πᾶσα ἀναιρεῖται φιλονεικία· κάη Ἕλλην ᾖ, ταχέως ἃν δὲ Χριστιανὸς, ταχέως βελτιωθήσεται· καὶ τούτων καλῶς διοικουμένων, καὶ τὰ πνευματικὰ χώραν ἕξει, ἑτέρῳ δὲ κἀκεῖνα λυμανεῖται. Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν. τῆς μὲν εἰς τὰς γυναῖκας διδασκαλίας, καὶ ταῖς γυναιξὶ τὸ πλέον ἀπένειμε τὰς γεγηρακυίας, ταῖς νεωτέραις επιστησας· τῶν δὲ ἀνδρῶν τὸ πᾶν αὐτῶν δίδωσι καὶ ἀπονέμει· οὐδὲν δὲ οὕτω δύσκολον καὶ χαλεπὸν τῇ ἡλικίᾳ ταύτῃ γένοιτ’ ἃν, ὡς τὸ περιγενέσθαι τῶν ἡδονῶν τῶν ἀτόπων· διὸ πάντα ἀφεὶς, περὶ τὸ καίριον αὐτὸ τὴν παραίνεσιν ἵστησιν· εἶτα οὐδὲ τῶν ἄλλων ῥᾳθυμεῖ, ἀλλὰ τί φησι ; Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. Πρὸ, τούτοις φησὶν, ἔστω πᾶσι κοινὸν διδάσκαλον καὶ ὐπόδειγμα ἀρετῆς, ἡ τοῦ σοῦ βίου λαμπρότης. ὅταν γὰρ καὶ βίος λάμπῃ καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺν καὶ ἄφετον τὸ κέρδος. “ ἀδιαφορίαν, σεμνότητα·” τὸ τῆς ἀδιαφορίας ἐπὶ τοῦ νοῦ ἔλαβε, τὸ δὲ τῆς σεμνότητος, ἐπὶ τοῦ ἔργου, ἴνα μὴ μόνον ἔργου ἀπέσχῃ φθαρτοῦ, ἀλλὰ καὶ νοήματός.