ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. Τι δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ Ἐπιστολὴν; εἰπεν, “ἐλπίζω ἐλθεῖν πρός σε τάχιον·” οὐκ ἐγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ τῶν γραμμάτων ἀντὶ τῆς παρουσίας ἴσως τεθλιμμένον, καὶ διὰ τοῦτο καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι· κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας τῆς ἐκκλησίας, ξενοπαθοῦσι, καὶ μάλιστα, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν. οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· “σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως· δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ Ἐπιστολὴ ἐκ τῶν λεγομένων ἐνταῦθα· ποιεῖται δὲ τὴν παράκλησιν καὶ ἀπὸ τῶν οἰκείων πειρασμῶν, εὐθέως δὲ ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν, ἀπὸ τοῦ προοιμίου, “κατ’ ἐπαγγελίαν,” εἰπὼν, “ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ.” μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃ, φησὶν, οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· εἰ δὲ ἐπαγγελίᾳ ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς. (Θεόδωροσ.) Ἄλλος φησίν· ὅτι μὴ ἀκολούθως τῇ προτέρᾳ ταύτην γεγράφηκε, μηδὲ ἐπὶ τινὰ διάγοντι τόπον, δῆλον, ἀλλὰ μετὰ πολὺν χρόνον ἄγαν· ἐκείνην μὲν γὰρ ἀπέστειλεν αὐτῷ ἐν Ἐφέσῳ διάγοντι, ἐν ταύτῃ δὲ πρὸς τῷ τέλει φησὶ, “τυχικὸν ἀπέστειλα “εἰς Ἔφεσον εἶπε δὲ ἃν ὅτι πρός σε, εἴπερ ἔπι τῆς Ἐφέσου διάγοντι καὶ ταύτην ἔγραφε τὴν Ἐπιστολήν· κἀκείνην μὲν οὕτω γράφων δῆλός ἐστιν ὅταν μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἐλευσόμενος, ταύτην δὲ, ὡς μετ’ οὐ πολὺ διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν τὴν ἐκ τοῦδε τοῦ βίου μετάστασιν δέξασθαι προσδοκῶν. κελεύει δὲ αὐτὸν καὶ θᾶττον πρὸς αὐτὸν ἀφικέσθαι· γράφει δὲ αὐτὴν ἀπὸ Ρώμης, ἡνίκα τῆς εὐσεβείας ἕνεκεν τὴν κεφαλὴν ἀποτέμνεται, διεγείρων αὐτὸν εἰς τὸ μετὰ σπουδῆς τὰ ὑπὲρ τῆς ἑτέρων ὠφελείας ἐπιτελεῖν σὺν ἡδονῇ, καὶ τὸ πάσχειν ὑπὲρ τούτων αἱρούμενον· μέμνηται δὲ καὶ τῶν πρὸς τὸ χεῖρον βλεπόντων, οὐ μικρῶς αὐτῶν καθαπτόμενος· πρὸς δέ γε τῷ τέλει τῆς Ἐπιστολῆς τὰ καθ’ ἑαυτὸν δηλοῖ, ἡνίκα ἐγένετό καὶ ἔσται. Σευηριανοῦ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ κατ’ ἐπιταγὴν μέλλων διατάττειν· ἐν δὲ τῇ δευτέρᾳ Ἐπιστολῇ, κατ’ ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μὲν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ B ΕΠΙΣΤΟΛΗΣ. α΄. Ἔπαινος τῆς Τιμοθέου πίστεως, καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τῇ χάριτι, ἐν ἤτ’ καὶ αὐτός φησι διακαρτερεῖ πάσχων. β΄. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. γ΄. Περὶ τῆς ἀφρόντιδος ἐν τῶ νῦν βίῳ πολιτείας, ἐπὶ ταῖς ἀπόνοις τροφαῖς. δ΄. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς, ἐπ’ ἐλπίδι ζωῆς. ε΄. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ, καὶ κατὰ τῶν ἐναντίων. ς΄. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγ- μονῇ Θεοῦ. ζ΄. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ. η΄. Περὶ τῶν καινοτομησάντων, οἷς ἀντιτάττει τὸν Τιμόθεον. θ΄. Περὶ τῆς ἑαυτῷ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ.