ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. Τι δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ Ἐπιστολὴν; εἰπεν, “ἐλπίζω ἐλθεῖν πρός σε τάχιον·” οὐκ ἐγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ τῶν γραμμάτων ἀντὶ τῆς παρουσίας ἴσως τεθλιμμένον, καὶ διὰ τοῦτο καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι· κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας τῆς ἐκκλησίας, ξενοπαθοῦσι, καὶ μάλιστα, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν. οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· “σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως· δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ Ἐπιστολὴ ἐκ τῶν λεγομένων ἐνταῦθα· ποιεῖται δὲ τὴν παράκλησιν καὶ ἀπὸ τῶν οἰκείων πειρασμῶν, εὐθέως δὲ ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν, ἀπὸ τοῦ προοιμίου, “κατ’ ἐπαγγελίαν,” εἰπὼν, “ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ.” μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃ, φησὶν, οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· εἰ δὲ ἐπαγγελίᾳ ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς. (Θεόδωροσ.) Ἄλλος φησίν· ὅτι μὴ ἀκολούθως τῇ προτέρᾳ ταύτην γεγράφηκε, μηδὲ ἐπὶ τινὰ διάγοντι τόπον, δῆλον, ἀλλὰ μετὰ πολὺν χρόνον ἄγαν· ἐκείνην μὲν γὰρ ἀπέστειλεν αὐτῷ ἐν Ἐφέσῳ διάγοντι, ἐν ταύτῃ δὲ πρὸς τῷ τέλει φησὶ, “τυχικὸν ἀπέστειλα “εἰς Ἔφεσον εἶπε δὲ ἃν ὅτι πρός σε, εἴπερ ἔπι τῆς Ἐφέσου διάγοντι καὶ ταύτην ἔγραφε τὴν Ἐπιστολήν· κἀκείνην μὲν οὕτω γράφων δῆλός ἐστιν ὅταν μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἐλευσόμενος, ταύτην δὲ, ὡς μετ’ οὐ πολὺ διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν τὴν ἐκ τοῦδε τοῦ βίου μετάστασιν δέξασθαι προσδοκῶν. κελεύει δὲ αὐτὸν καὶ θᾶττον πρὸς αὐτὸν ἀφικέσθαι· γράφει δὲ αὐτὴν ἀπὸ Ρώμης, ἡνίκα τῆς εὐσεβείας ἕνεκεν τὴν κεφαλὴν ἀποτέμνεται, διεγείρων αὐτὸν εἰς τὸ μετὰ σπουδῆς τὰ ὑπὲρ τῆς ἑτέρων ὠφελείας ἐπιτελεῖν σὺν ἡδονῇ, καὶ τὸ πάσχειν ὑπὲρ τούτων αἱρούμενον· μέμνηται δὲ καὶ τῶν πρὸς τὸ χεῖρον βλεπόντων, οὐ μικρῶς αὐτῶν καθαπτόμενος· πρὸς δέ γε τῷ τέλει τῆς Ἐπιστολῆς τὰ καθ’ ἑαυτὸν δηλοῖ, ἡνίκα ἐγένετό καὶ ἔσται. Σευηριανοῦ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ κατ’ ἐπιταγὴν μέλλων διατάττειν· ἐν δὲ τῇ δευτέρᾳ Ἐπιστολῇ, κατ’ ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μὲν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας. ΚΕΦΑΛΑΙΑ ΤΗΣ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ B ΕΠΙΣΤΟΛΗΣ. α΄. Ἔπαινος τῆς Τιμοθέου πίστεως, καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τῇ χάριτι, ἐν ἤτ’ καὶ αὐτός φησι διακαρτερεῖ πάσχων. β΄. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. γ΄. Περὶ τῆς ἀφρόντιδος ἐν τῶ νῦν βίῳ πολιτείας, ἐπὶ ταῖς ἀπόνοις τροφαῖς. δ΄. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς, ἐπ’ ἐλπίδι ζωῆς. ε΄. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ, καὶ κατὰ τῶν ἐναντίων. ς΄. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγ- μονῇ Θεοῦ. ζ΄. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ. η΄. Περὶ τῶν καινοτομησάντων, οἷς ἀντιτάττει τὸν Τιμόθεον. θ΄. Περὶ τῆς ἑαυτῷ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ. ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΗIΣTΟΛΗΝ B. ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Χρυσοστόμου. Καλῶς “ἀγαπητῷ·” ἔστι γὰρ εἶναι τέκνα μὴ ἀγαπώμενα· πολλὴν δὲ αὐτῷ μαρτυρεῖ τὴν ἀρετήν· ὅταν γὰρ μὴ ἐκ φύσεως ῄ ἡ ἀγάπη, ἀρετῆς ἐστιν οἱ γὰρ κατὰ πίστιν ὅταν ὠσιν ἀγαπητοὶ, δι’ οὐδὲν ἕτερον εἰσιν, ἀλλὰ δι’ ἀρετήν· χάρις, “ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου “ἡμῶν.” ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται. ΚΕΦ. Α. Ἔπαινος τῆς Τιμοθέου πίστεως καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τι χάριτι, ἐν ᾗ καὶ αὐτός φησὶ διακαρτερεῖν πάσχων. Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ. Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ, ὅτι μέμνημαί σου· πῶς δὲ ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει λατρεύει τῷ Θεῷ; ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν· ἄλλως τε ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον, φησίν· ἣ ὅτι οὐδὲν ὧν προεθυμούμην καλῶν, δι’ ἀνθρωπίνη, αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίωκον· διὸ φησίν· “ ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν “ ἀπιστίᾳ.” (Σευηριανόσ.) Ἄλλος δέ φησίν· οὐ τὸ ἄμεμπτον λέγει τοῦ βίου, ἀλλὰ τὸ τῆς εἰς Θεὸν πίστεως. Ἐπιποθῶν ἰδεῖν σε. Χρυσοστόμου. Ὄρα ζέοντα πόθον καὶ ταπεινοφροσύνην, πῶς ἀπολογεῖται τῷ μαθητῇ, εἶτα δείκνυσιν, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ· ἐπιφέρει γὰρ " μεμνημένος σου τῶν δακρύων.” εἰκὸς γὰρ ἦν αὐτὸν ἀποσχιζόμενον κλαίειν καὶ ὀδύρεσθαι· " ἵνα χαρᾶς,” φησὶ, “ πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν.” οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπε- στέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς, ἱκανὰ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι· νυνὶ δὲ, οὐχ εἰς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ· καὶ ἑτέραν δὲ τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· " ὑπόμνησιν “ λαμβάνων,” φησὶ, " τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.” εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ’ ἄνω- ἄνωθεν ἦν ἀπ’ οἰκίας τῷ Χριστῷ δουλευούσης, “ ἥτις ἐνῴκησεν,” φησὶν, “ ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρὶ σου Εὐνείκῃ.” ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς· πῶς Ἰουδαίας ; πῶς πιστῆς ; ἐξ Ἰουδαίων πιστῆς, οὐκ ἐξ ἐθνικῶν· διὰ δὲ τὸν πατέρα αὐτοῦ φησὶν, ὅτι ’ Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν αὐτόν. ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι τῶν ἐπιμιξιῶν τούτων γινομένων ” ὅρα πόσα ἔθηκεν· ἐγὼ λατρεύω τῷ Θεῷ, φησὶ, συνείδησιν ἔχων ἀληθινὴν, σὺ δὲ δάκρυα· οὐ διὰ τὰ δάκρυα μόνον, ἀλλὰ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐραστὴς, ὅτι οὐδὲν δολερὸν παρά σοι· ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλῦον ἦν ἐμὲ ἐλθεῖν ; Πέπεισμαι δὲ, ὅτι καὶ ἐν σοί. Ἄνωθεν ἔχεις τοῦτο τὸ καλόν· ἐκ προγόνων διεδέξω τὴν πίστιν, τὸ ἀνυπόκριτον· εἰ τοίνυν δι’ οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται. Δἰ ἢν αἰτίαν ἀναμιμνήσκω σε, ἀναζωπυρεῖν τὸ χά- ρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χείρων μου. Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ ὄντα πολλὴ; μὴ τοίνυν νομίσῃς, φησὶν, ὅτι κατεφρόνησά σου, ἀλλ’ εἰδὼς ὅτι οὐ κατέγνων οὐδ’ ἐπελήσθην, εἰ καὶ μηδὲν ἕτερον, τὴν μάμμην καὶ τὴν ἐννόει ’δει σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ· καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ· ἣν ἔλαβες εἰς προστασίαν τῆς ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν πᾶσαν· ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται. Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἱν ὑποστελλώμεθα, ἀλλ’ ἵνα δυνώμεθα, ἵνα παρρησιαζώμεθα· πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων, ἐν ταῖς βασιλείαις γέγονε a. “καὶ ἐποίησεν, φησὶ, πνεῦμα δειλίας ἐπ”’ τουτέστι, φόβον αὐτοῖς ἐνέβαλεν. ἀλλὰ σοὶ ἔδωκε τὸ ἐναντίον, αγαπῃ τῇ εἰς αὐτὸν· ἄρα καὶ τοῦτο ἄπο χάριτος ἐστιν· οὐχ ἀπλῶς ἀπὸ χάριτος, ἀλλ’ ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ’ ἑαυτῶν· τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν ἀββὰ, ὁ Πατήρ· καὶ τὴν ἀγάπην ἐντίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον φησὶν, ἵνα ἀλλήλους ἀγαπῶμεν. ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν καὶ ἡ ἀγάπη γίνεται· οὐδὲν γὰρ οὕτως ἀγάπην διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη· “σωφρονισμοῦ” δὲ, φησὶν, ἤτοι τὴν ὑγείαν τῆς διανοίας καὶ τῆς ψυχῆς, ἣ ὥστε σωφρονίζεσθαι ἡμᾶς, καὶ τὰ περιττὰ περικόπτειν. Θεόδωροσ. Οὐ τοίνυν οὐδὲ δειλιᾷν προσήκει τὰ παρὰ τῶν ἔξωθεν ἐπαγόμενα κακά· διὰ τί; ὅτι ἡ ἐνοῦσα ἡμῖν τοῦ Πνεύματος χάρις ἱκανὴ καὶ ἐνισχύειν ἡμᾶς, καὶ πρὸς τὴν ἀγάπην ἐπισφίγγειν τοῦ Θεοῦ, καὶ σωφρονεστέρους ἐν τοῖς λογισμοῖς μένειν τοῖς οἰκείοις ποιεῖν. Μῆ οὖν ἐπαατχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, a In marg. Σημειῶσον ὅτι δίδωσιν ὁ Θεὸς πνεῦμα δειλίας, φόβον ἐμβάλλων οἷς βούλεται. μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν. Χρυσοστόμου. Οὐδὲν χεῖρον ἣ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτως γὰρ ἀποπεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου. ὅρα οὖν Μαρκίωνα καὶ Μάνητα καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισάγοντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ· καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήκαυχήματος ἄξια ἃν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. οὐδὲν γὰρ οὕτω τῆς φιλανθρωπίας αὐτοῦ τεκμήριον μέγα, ὡς ὁ σταυρός· διὸ καὶ Παῦλός φησιν, “ ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ “ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν 1ησοῦ Χριστοῦ·” διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι’ ἐκείνου ἡμῖν πᾶσιν· μὴ οὖν ἐπαισχυνθῇς, ὅτι τὸν ἐσταυρωμένον κηρύττεις· τοῦτο γάρ ἐστι τὸ μαρτύριον· ταῦτα μὲν γὰρ καθ’ ἑαυτὰ θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια, ἀλλ’ ἐάν τις τὴν αἰτίαν προσθῇ, καὶ τὸ μυστήριον εἰδῇ, καλῶς πολλοῦ καυχήματος ἑκάτερα ὄντα εὑρή- εὑρήσει. ὁ θάνατος γὰρ ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, τῇ γῇ συνῆψε τὸν οὐρανὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους Αηέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν. κἂν αὐτὸς οὖν ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς· διὰ τοῦτο φησι, “ συγκακοπάθγσον,” τουτέστι, μὴ ἐπαισχυνθῇς τῇ πέτρᾳ, ὡς οὐκ ὄντος κινδύνου, εἰ ἐγὼ ὁ νεκροὺς ἀνιστῶν, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην ἐπιδραμὼν, δέδεμαι νῦν τοῦ σταυρωθέντος ἕνεκεν· εἰ ὁ διδάσκαλος ἡμῶν καὶ δεσπότης σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. μηδὲν οὖν ἀνθρώπινον πάθης, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον. Κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέ- σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν, καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων. Μῆ γὰρ δυνάμει τῇ σῇ φησὶ, τῇ τοῦ Θεοῦ δυνάμει ταῦτα φέρε· σὸν τὸ ἑλέσθαι καὶ προθυμηθῆναι· εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· πῶς ἐσώθης, φησὶ, πῶς ἐκλήθης, κλήσει ἁγία, τουτέστιν, ἁγίους εἰργάσατο, ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον· εἰ τοίνυν καὶ δυνατός ἐστι καλέσαι καὶ ἀγαθὸς, τῷ κατὰ χάριν καὶ οὐ κατ’ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι· “οὐ κατὰ τὰ ἔργα ἡμῶν, “φησὶν, ἀλλὰ κατ’ δίαν πρόθεσιν·” οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ’ ἐξ ἰδίας προθέσεως· οἴκοθεν, ἐκ τῆς ἀγαθότητος αὐτοῦ ὁρμώμενος ἔσωσεν· “κατ’ ἰδίαν,” φησὶ, “πρόθεσιν κα χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων “αἰωνίων,” τουτέστιν ἀνάρχως ταῦτα τετύπωτο ἐν τῷ Χριστῷ γενέσθαι· πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς. Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. Εἶδες δωρεὰν, οὐχὶ δι’ ἔργων γινομένην ἀλλὰ διὰ τοῦ εὐαγγελίου; ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι, ἀμφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡμετέρῳ ἔσται πῶς; Διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. Τί δήποτε τοῦτο συνεχῶς λέγει; πεῖσαι βουλόμενος ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν· μὴ καταπέσῃς, φησίν· ἐν τοῖς ἐμοῖς παθήμασι καταβέβληται τοῦ θανάτου τὰ νεῦρα· οὐχὶ ὡς κακοῦργος ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν, ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον. Δι’ ἢν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι. οἶδα γὰρ ᾧ πεπίοτενκα, καὶ πέπεισμαι, ὅτι δυνα- τός ἐστι τὴν παραθήκην μοῦ φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης τὰ πάθη; μὴ οὑν ἐπαισχυνθῇς· ταῦτα γὰρ πάσχω, φησὶν, εἰς δεσμωτήριον ἐμβέβλημαι, ἐλαύνομαι· ὅρα πῶς διὰ τῶν ἔργων ἐπιδείκνυται τὴν διδασκαλίαν. τί δὲ ἢν ἡ παραθήκη; ἡ πίστις, τὸ κήρυγμα· τοῦτο αὐτός, φησιν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει· πάντα πάσχω, ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἃν αὕτη ἀκέραιος σώζηται. ἣ τοὺς πιστοὺς λέγει τὴν παρακαταθήκην, ἣ ἣν ὁ Θεὸς αὐτῷ παρέθετο. (Σευηριανόσ.) Ἄλλος δέ φησιν εἰς τὸ “συγκακοπάθησον “εὐαγγελίῳ.” καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ Εὐαγγέλιον, ὡς ἐπειράζοντο οἱ κηρύττοντες, ἀλλ’ ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ Εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησὶ, “φωτίσαντος δὲ ζωήν·” τὸ ὂν φωτίζεται· ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωὴ, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ Σωτῆρος ἡ ζωὴ φωτίζεται. (Θεόσωροσ.) Ἄλλος δὲ πάλιν φησὶ, παρακαταθήκην νῦν τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ὃν ὥσπερ τινὰ παρακαταθήκην μοι δεδωκὼς, ἐπ’ ἐλπίδι τῶν μελλόντων διαφυλάξαι τοῦτο ἀκί ῥαῖον· ἐπὶ τῷ τὴν ὁλοτελῆ με τότε τοῦ Πνεύματος. κομίσασθαι χάριν, ἧς ἐπ’ ἐλπίδι νυνὶ κεκόμισμαι ταύτην. Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ. Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ’ ἤδη καὶ διὰ ῥημάτων· καὶ τοῦτο καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· “εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν·” πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα· μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκε, ἅπερ οὖν ἀναμιμνήσκων αὐτοὺς ἔλεγεν· “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας.” καθάπερ ἐπὶ τῶν ζωγράφων ἀνετυπωσάμην σοι, φησὶν, εἰκόνας ἀρετῆς, καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ κανόνα κω ἀρχέτυπον καὶ ὅρους καταβαλὼν εἰς τὴν σὴν ψυχήν· ταῦτα οὖν ἔχε, κἂν περὶ τῆς πίστεως, κἂν περὶ ἀγάπη,, κα περὶ σωφρονισμοῦ δέῃ τι βουλεύσασθαι· ἐκεῖθεν λάμβανε τὰ παραδείγματα. ἣ ἐπειδὴ μὴ τὸ τέλειον τῆς γνώσεως δέδοται, ἀλλ’ ὅσον ἐχωροῦμεν ἐν ὑποτυπώσεως λόγῳ· οὐ γάρ ἐστιν ὅρος ἡ ὑποτύπωσις, ἀΛλὰ διαζωγράφησίς τις τῆς τῶν πραγμάτων φύσεως· διὰ τοῦτό φησιν, “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων·” ὑγιαίνοντας δὲ λόγους καλεῖ, ἀντιδιαστέλλων τοῖς νοσώδεσι λόγοις τοῖς τῶν φιλοσόφων. “τὴν καλὴν παραθή- “κἠν φύλαξον· πῶς;” διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς ἣ δυνάμεως τοσαῦτα εμπιστευθέντα πρὸς τὴν φυλακὴν ἀρκέσαι, διὰ τὸ πλῆθος τῶν ἐπιβουλευόντων καἰ ἐφεδρευόντων δαιμόνων· ἐὰν οὖν τὸ Πνεῦμα ἔχωμεν παρ’ ἡμῖν μένον, ἐὰν μὴ τὴν χάριν ἀπολέσωμεν, παρέσται. εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἱν εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθεῖν, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάν τωι τῶν συμβάντων αὐτῶ. ΚΕΦ. Β. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων. Οἶδας τοῦτο, ὅτ’ ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ασία. Εἰκὸς ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν τῆς Ἀσίας μερῶν· ἀλλ’ οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισεν, πάντες ἀπηλλοτριώθησαν. καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν· εἶπεν τὸ γενόμενον· οὐ κατηράσατο αὐτοῖς, ἀλλὰ τὸν μὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται αὐτῷ μυρία ἀγαθά· ἐκεῖνον δὲ οὐ κατηράσατο, ἀλλὰ τι φησιν; Ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, δώῃ ἔλεος, ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμᾐ, σπουδαιότερον ἐπεζήτησέν με καὶ εὗρέν με. τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ πταιθῆναι τὸν τὸν Τιμόθεον· καίτοι τὸ πρᾶγμα κινδύνων ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος. οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με καὶ εὗρέ με· “δώῃ αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ, ἐν “ἐκείνη τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ “γινώσκεις·” τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ μήτε ἀπειλῇ μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν· ἑαυτοῖς γὰρ μᾶλλον ἣ ἐκείνοις χαρίζεσθαι· “δώῃ αὐτῷ,” φησὶ, “Κύριος εὑρεῖν “ἔλεος παρὰ Κυρίῳ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” τῇ φοβερᾷ καὶ χαλεπῇ, ἔνθα πολλοῦ ἐλέου χρεία ἡμῖν. ἆρα δὲ δύο Κύριοι; οὐδαμῶς, ἀλλ’ ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἷς Θεός. ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ γραφῇ τοῦτο λεγούσῃ, ὅταν πέρι τινος διαλέγηται· εἶπεν, φησὶν, Ἀβραὰμ, ὅτι οὐ μὴ εἰσέλθῃ Ἀβραὰμ, ἣ ἄλλο τι τοιοῦτο· καὶ οὐκ εἶπεν, ὅτι δώῃ αὐτῷ ὁ Κύριος ἕτερόν τι, ἀλλ’ ἔλεος. Σὺ δὲ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῆ χάριτι τῆ ἐν Χριστῷ Ἰησοῦ. τουτέστι, στῆθι γενναίως, οἶδας τὴν παράταξιν· ἔχε τὴν χάριν τοῦ Θεοῦ συμμαχοῦσαν καὶ συναγωνιζιͅμένην σοι· εἰ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής. Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις. Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς, τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Χρυσοστόμου. “Ἃ ἤκουσας·” “ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ “ἀκοὴ διὰ ῥήματος Θεοῦ·” τι ἐστι “διὰ πολλῶν μαρτύρων; ὡς ἃν εἰ ἔλεγεν· οὐ λάθρα ἤκουσας, οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων μέτα παρρησίας, ταύτα παράθου οὐκ εἶπεν, εἶπε, ἄλλα “παράθου,” καθάπερ ἐπὶ θησαυροῦ βασιλικοῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται. Οἵ τινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Δύο γὰρ χρὴ τὸν διδάσκαλον ἔχειν, καὶ πιστὸν ετͅνα·ι καὶ διδα- κτικόν· οὐ πιστοῖς οὖν μόνον λέγει, παράθου, ἀλλὰ καὶ διδακτικοῖς· τί γὰρ ὄφελος ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ καὶ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν· ἣ ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστι ἑτέρους δὲ κατασκευάζει τοιούτους.