ΚΕΦ. Η. Περὶ τῶν καινοτομησάντων ἀντιτάττει τὸν Τιμόθεον. Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται. Πρὶν ἣ ἐκτραχηλισθῆναι προκατάλαβε πάντας αὐτοὺς, ὡς ἔχεις εἴκοντα, μαθητευομένους πάντα πρᾶττε. Ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσιν ἑαυτοῖς c διδασκάλους. Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ “σωρεύουσιν” ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι· “κνηθόμενοι τὴν ἀκοὴν, τῆς ἡδονῆς, φησι, χάριν λέγοντες. Καὶ ἀπὸ μὲν τῆς ἀληθείας, τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. Θεόδωροσ. Μύθους εἶπε τὰ ἐναντία τῆς εὐσεβείας ῥήματα· ταῦτα δέ φησιν ὥστε διεγεῖραι αὐτὸν, καὶ ἵνα ὅταν ἐκβῇ, τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον· ὅθεν ἐπάγει, Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον. τουτέστι, κάμε, προκατάλαβε, πρὶν ἣ τὴν λύμην ἐκείνην ἐπελθεῖν τῇ ποίμνῃ. c αὐτοὺς Cod. ΚΕΦ. Θ. Περὶ τῆς ἑαυτοῦ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ. Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ’ ἑαυτοῦ καὶ παρὰ τῶν ἔξωθεν· τὸ δὲ “πληροφόρησον” ἀντὶ τοῦ πλήρωσον· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ κακοπαθεῖν. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν. Οὐκ εἶπε τῆς ἐμῆς θυσίας· τῆς μὲν γὰρ τῆς θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον. τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα. τίνος ἕνεκεν οὕτω μεγαληγορεῖ ταῦτα λέγων ὁ Παῦλος; ἐμοὶ δοκεῖ τὴν ἀθυμίαν βούλεται παραμυθήσασθαι τοῦ μαθητοῦ, θαρρεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος· ὡς ἃν εἰ πατὴρ παιδίον αὐτῷ παρακαθήμενον καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθεῖται λέγων, τέκνον, μὴ κλαῖε· ἐζήσαμεν καλῶς εἰς γῆρας ἐλθόντες, καταλιμπανόμενοι· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πεπραγμένων. πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας, τρόπαια ἐστήσαμεν, τοὺς πολέμους ἐνικήσαμεν· οὐ μεγαληγορῶν, ἀλλὰ τοῖς ἐγκωμίοις παιδεύων τὸν παῖδα, κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν τὰς ἐλπίδας. Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. Δικαιοσύνην ἐνταῦθα τὴν καθόλου φησὶν ἀρετήν. Ὂν ἀποδώσει μοι ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Ἐν πᾶσιν, πολλῷ μᾶλλον Τιμοθέῳ· πῶς δὲ ἄν τις ἀγαπήσειεν τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; εἰ χαίροι ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, εἰ ἄξια πράττοι τῆς χαρᾶς. ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν. Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με ταχέως. Ἄξιον ἐπιζητῆσαι, πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴγε ἐκκλησίαν ἐμπεπιστευμένος ἦν καὶ ἔθνος ὁλόκληρον; ἀνάγκῃ κατείληπτο πολλῇ, δεσμωτήριον ᾤκει καὶ συνεκέκλητο ὑπὸ Νέρωνος, ἰδεῖν ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· καὶ οὐ λέγει ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα λυπεῖ, ἀλλ’ ἐπειδὴ μόνος εἰμὶ, καὶ οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν μοι τοῦ εὐαγγελίου. Δὴμᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, εἵλετο μᾶλλον οἴκοι τρυφᾷν, ἣ μετ’ ἐμοῦ ταλαιπωρεῖσθαι. τοῦτον διέβαλεν, οὐ τοῦτο αὐτὸ προῃρημένος, ἀλλ’ ἡμᾶς στηρίξαι ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις· τοῦτο γάρ ἐστι τὸν παρόντα ἀγαπήσαι αἰῶνα. Κρίσκης εἰς Γαλατίαν, Τῖτος εἰς Δαλματίαν. Θεόδωροσ. τὰς νῦν καλουμένας Γαλλίας· οὕτως γὰρ πάντες ἐκάλουν οἱ παλαιοί. τούτους δὲ οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τῖτος τῶν σφόδρα θαυμαστῶν ἦν. Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ. Οὗτος γὰρ σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ Εὐαγγέλιον γράψας καὶ τὰς Πραξεῖς τὰς Καθολικὰς, φιλόπονος ὣν καὶ φιλομαθὴς καὶ καρτερικός. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν. Οὐκ εἰς τὴν ἀνάπαυσιν τὴν ἑαυτοῦ, ἀλλ’ εἰς τὴν διακονίαν τοῦ Εὐαγγελίου· ὥστε μηδὲ μίαν γενέσθαι ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς· τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν· καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης. τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. Ἱμάτια ἐνταῦθα λέγει, τινὲς δέ φασι τὸ γλωσσόκομον ἔνθα τὰ βιβλία ἔκειτο· τι δὲ αὐτῷ τῶν βιβλίων ἔδει, μέλλοντι ἀποδημεῖν πρὸς τὸν Θέον; καὶ μάλιστα, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας ἔχειν αὐτά· τὸν δὲ φελόνην ἐζήτει, ὥστε μὴ δεηθῆναι παρ’ ἑτέρων λαβεῖν· ὁρᾷς γὰρ αὐτὸν πολλὴν ὑπὲρ τούτου ποιούμενον τὴν σπουδήν. Ἀλέξανδρός ὁ χαλκεὺς πολλά μοι κακὰ ἐπεδείξατο· ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ. πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόμενος διαβαλεῖν, ἀλλὰ τὸν μαθητὴν ἀλείψαι πρὸς τοὺς ἀγῶνας, ὥστε πάντα φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες· “ἔθλιψέ με, φησὶ, διαφόρως,” ἀλλ’ οὐκ ἀτιμωρητὶ ταῦτα αὐτῷ προχωρήσει, οὐχ οὕτως τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιτρεχόντων, ἀλλ’ ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας, ὃ καὶ προφητεία ἐστὶν, εἰ ἄρα ἀποδώσει αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ, “ὃν καὶ σὺ φυλάττου, λίαν “γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις.” τουτέστι, πολεμεῖ καὶ ἀνθίσταται· καὶ οὐκ εἶπε, τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν ταῦτα διὰ τῆς χάριτος ἐργάσασθαι, ἀλλ’ οὐδὲν τούτων εἶπε, οὐδὲ ὁπλίζει αὐτὸν κατ’ αὐτοῦ, ἀλλὰ παραχωρεῖν κελεύει, τῷ ἐῷ παραχωροῦντα τὴν τιμωρίαν. Ἐν τῆ πρώτη μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον, μὴ αὐτοῖς λογισθείῃ· ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούση πάντα τὰ ἔθνη, καὶ ἐρρύσατό με ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. ἀμήν. Χρυσοστόμου. Ποῖαν λέγει πρώτην ἀπολογίαν; παρέστη τῷ Νέρωνι καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν· οὐδὲ γὰρ οὕτω πρὸς τὰ εἴδωλα ζῆλον εἶχεν ὁ Νέρων, οὕτως ἦν ἐξίτηλος ἐν πᾶσι· τὸ δὲ “ πάντες με q̓κα- “ τωπον,n οἱ Ἰουδαῖοι, φησὶν, οἱ ἀδελφοί· “ μὴ αὐτοὺς λογι- “ σθείη.” ὁρᾷς αὐτὸν μὴ μόνον οὐ βουλόμενον τιμωρεῖσθαι, ἀλλὰ καὶ συγχώρησιν εὐχόμενον ; καίτοι δεινὰ ἐπεπόνθει· οὐ γὰρ ἴσον ἀπὸ ἀλλοτρίων προδίδοσθαι, ὅσον τὸ ἀπὸ τῶν οἰκείων· “ ὁ δὲ Κύ- " ριός μοι παρέστη,” φησί· τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμ- πανόμενον ὁ Κύριος οὐκ ἀφίησιν· “ ἐνεδυνάμωσέ με,” φησὶ, τουτέστι, παρρησίαν ἐχαρίσατο, καὶ οὐκ ἀφῆκε καταπεσεῖν. ὁρᾷς προτροπὴν πρὸς τὸν μαθητήν ; “ ἵνα δέ μου τὸ κήρνγμα πληρο- “ φορηθῇ.” ὅρα ταπεινοφροσύνην, οὐ γὰρ ὡς ἄξιος, φησὶν, ἐπικου- ρίας ἐν, ἀλλὰ διὰ τὸ κήρυγμα, ἵνα πληρωθῇ καὶ εἰς πέρας ἔλθῃ, καὶ ἀκούση, φησὶ, πάντα τὰ ἔθνη· ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγματος ἡ δύναμις, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία· καὶ “ ἐρρύσθην ἐκ στόματος λέοντος.” λέοντα τὸν Νέρωνα λέγει, διὰ τὸ ὠμὸν καὶ θηριῶδες. “ καὶ ῥύσε- “ ταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν “ βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.” εἰ ῥύσεται, πῶς, φησὶν, “ ἐγὼ ἤδη σπένδομαι , ἀλλ’ ὅρα, τότε μὲν ἐκ τοῦ Νέρωνος ἐρρύσατο, νῦν δὲ οὐκέτι ἐκ τοῦ Νέρωνος· τὸ ἱκανὸν γὰρ τῷ εὐαηελίῳ ἐγεγόνει, ἀλλ’ ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἔν τινι ἀπελθεῖν, “ καὶ σώσει εἰς τὴν βασιλείαν α αὐτοῦ·” ἐξαρπάσει με, φησὶν, ἔνθεν καὶ φυλάξει· τοῦτο γὰρ τὸ “ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ·” ἄρα αὕτη ἐστὶν ἡ σωτηρία. " ᾧ “ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·” ὅρα δοξολογίαν Υἱοῦ ὥσπερ ἤδη Πατρὸς, καὶ ἄλλοτε Πνεύματος. Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιὀνησιφόρου οἶκον. Οὗτοι εἰσιν, ὧν συνεχῶς μέμνηται, τῶν σκηνοποιῶν, παρ᾿ οἷς καὶ κατήχθη· τῆς δὲ γυναικὸς ὡς πιστοτέρας, πρώτης μέμνηται. ὁ γὰρ oνησιφόρος ἐν Ρώμη ἦν, τοὺς οὖν ἐν τῷ οἴκω αὐτοῦ ἀσπάζεται, ταύτῃ διεγείρων πρὸς τὸν ὅμοιον τῷ Ὀντͅσιφόρῳ ζῆλόν. Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. Ἐπειδὴ τούτων οὐκ ἐμνήσθη,νῦν μέμνηται, ἵνα δείξη ὅτι πάν- τόθεν μεμόνωται καὶ χρήζει τοῦ Τιμοθέου. “τρόφιμον δὲ ἀπέλιπον “ἐν Μιλήτῳ ἀσθενοῦντα·” διὰ τι γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ’ ἀπέλιπες; οὐ πάντα ἴσχυον οἱ Ἀπόστολοι, ἣ οὐ πάντα ᾠκονόμουν χάριτι, ἵνα μή τις λογίσηται εἰς αὐτοὺς, ὑπὲρ ὃ βλέπει. ἡ δὲ Μίλητος ἐγγὺς τῆς Ἐφέσου τυγχάνει. ἄρα οὖν ἀποπλέων ἐπὶ τὴν Ἰουδαίαν ἀπέλιπεν αὐτὸν, ἣ μετὰ τὸ γενέσθαι ἐν Ῥώμη· πάλιν γὰρ εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ καὶ ἐκεῖθεν εἰς ταῦτα τὰ μέρη οὐκ ἴσμεν. “σπούδασον πρὸ χειμῶνος ἐλθεῖν,” ἕως οὗ, φησὶ, ζῶ· ἵνα μὴ τῷ χειμῶνι ἐπισχεθεὶς οὐκ ἴδῃς με. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Σπουδῆς, καὶ Λῆνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ’ ὑμῶν. τοῦτον τὸν ληνὸν ἱστοροῦσι τινες δεύτερον μετὰ Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων ἐκκλησίας γεγενῆσθαι. τίνος δὲ ἕνεκεν τοσούτων ὄντων πιστῶν, τούτων μέμνηται; δηλονότι ὡς ἐκβεβηκότων ἤδη τὴν γνώμην τῶν κοσμικῶν πραγμάτων, καὶ μᾶλλον λαμπόντων. τριὰς, μονὰς, ἐλέησον. τέλος τῶν εἰς τὴν πρὸς Τιμόθεον β΄ Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν.