ΚΕΦ. ς. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγχομένης. τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας λέγει, οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας καὶ γὰρ ἥμιν οὐτῶ λέγειν ἔθος ἐστιν· καιροὺς πονηροὺς καὶ μὴ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων, ἀπὸ τῶν ἀνθρώπων. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν, ὁ μάλιστα ἑαυτὸν φιλῶν, ὁ δὲ φιλάδελφος οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν· ἀπὸ τούτου ἡ φιλαργυρία. τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ πικρόν. “φιλάργυροι·” ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ· οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται, πολλάκις κάτωθεν ἄνω ἄνεισιν. ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν δεσπότην· ὁ δὲ ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων, καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Θεόδωροσ. Φίλαυτοί εἰσιν οἱ πάντα πρὸς τὴν ἑαυτῶν ὠφέλειαν ποιοῦντες. “ἀλαζόνες,” καυχώμενοι ἔχειν ἃ μὴ “ὑπερήφανοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς οὖσιν. “βλάσφη- “μοι,” κατηγορίαις χαίροντες. “ἀνόσιοι,” ἐπιμέλειαν τοῦ δικαίου μὴ ποιούμενοι. “ἄστοργοι,” περὶ οὐδένα σχέσιν ἔχοντες. “ἄσπον- “δοι,” οὐ βέβαιοι περὶ τὰς φιλίας, οὐδὲ ἀληθεῖς περὶ ἃ συντίθενται, “διάβολοι·” ταῦτά τε ἐκεῖ, ἐκεῖνα ἐνταῦθα λέγοντες, ἐπὶ τῷ κατεργάζεσθαι μάχην. “ἀκρατεῖ̈” ἥττους τῶν παθῶν. “ἀνή- “μεροι,” οὐδεμιᾶς χρηστότητος ἐπιμελούμενοι. “τετυφωμένοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς μὴ προσοῦσι· διαφέρει δὲ τοῦ άλαζόνος τῷ τὸν μὲν τετυφωμένον ἀπὸ τῆς γνώμης λέγειν, ἀλαζόνα δὲ ’τον ἔπι ῥήματι καυχώμενον. Χρυσοστόμου. Ὁ ἀχάριστος δὲ ἀνόσιος εἰκότως· ὁ γὰρ τὸν εὐεργέτην ἀχάριστος, τις ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; ὁ ἀχάριστος, ἄσπονδος, ὁ ἀχάριστος, ἄστοργος· “διάβολοι,” φησὶ, τουτέστι κατήγοροι· οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν· “ἀκρατεῖς,’ πάντων τῶν παθῶν· “ἀνήμεροι·” ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. “ἀφιλάγαθοι, προδόται φιλίας, προπετεῖς, οὐδὲν βε- “βηκὸς ἔχοντες, τετυφωμένοι, ἀπονοίας πεπληρωμένοι.” Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πω, φησὶν, “ἔχοντες “μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.” ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον αὐτὸ δείκνυσι τὸ ἁμάρτημα· τί δή ποτε; ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. ὥσπερ γὰρ τὴν εἰκόνα, πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινὸν, οἷον καθάπερ καὶ αὐτὸς φησὶ, γράφων, “ἀνὴρ μὲν “γὰρ οὐκ ὀφείλει κατακάμπτεσθαι τὴν κεφαλὴν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·” καὶ πάλιν ὁ προφήτης “πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος·” καὶ τὸν λέοντα, ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· “ἐκοιμήθη,” φησὶν, “ὡς λέων, καὶ ὡς σκύμνος “λέοντος, τίς ἐγερεῖ αὐτόν;” ποτὲ δὲ εἰς τὸ ἁρπακτικὸν, “ὡς “λέων ἁρπάζων καὶ ὠρυόμενος·” οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν· ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα εἴληπται· οὕτως καὶ ἐν τῆ μορφῇ· ἐκεῖ μὲν ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία ἐστὶ, καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ· οὐδὲν γὰρ κέρδος πίστεως, ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων· “τούτους οὖν,” φησὶν, “ἀποτρέπου,” ἀλλ’ ἐν ὑστέροις οἱ τοιοῦτοι ἔσονται. πῶς, φησὶ, “τούτους ἀποτρέπου;” εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, τὸ δὲ ἀληθέστερον δι’ ἐκείνου πᾶσιν παραινεῖ. Ἐκ τούτων γὰρ εἰσὶν οἱ ἐνδύνοτες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους τῷ ὅπλῳ, ᾧ καὶ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο· εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἐνδύνοντες, τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; “καὶ αἰχμαλωτίζοντες γυναικάρια·” γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐ γυναικῶν, ἀλλὰ γυναικαρίων. “σεσωρευμένα.” ὁρᾷς πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι ἀπὸ τῶν ἁμαρτημάτων, καὶ σφόδρα κυρίως εἶπεν “σεσωρευμένα·” τὸ πλῆθος γὰρ τῶν ἁμαρτημάτων συνίστησι, καὶ τὸ ἄτακτον, καὶ τὸ συγκεχυμένον, “ἀγόμενα ἐπιθυμίαις ποικίλαις,” οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς εἶπεν γυναῖκας, ἀλλὰ τοιάσδε γυναῖκας· διὰ δὲ τοῦ “ποικίλαις” πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην τὴν λαγνείαν, τὴν φιλοχρηματίαν, τὴν αὐθάδειαν, τὴν τιμήν· ἴσως καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται· “πάν- “τοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν “δυνάμενα.” ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπορώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῆ ἀληθείᾳ. Οὗτοί εἰσιν οἱ μάγοι οἱ ἐπὶ τοῦ Μώσεως. πόθεν δὲ αὐτῶν τὰ ὀνόματα; οὐδαμοῦ γὰρ ἐμφέρεται ἀλλαχοῦ. ἣ ἀγράφως παραδέδοτο, ἣ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτως καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ· ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν· ἀδόκιμοι περὶ τὴν πίστιν. ἀλλ᾿ οὐ προκόψουσιν ἐπὶ πλέον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Πῶς οὖν λέγει ἀλλαχοῦ; “καὶ προκόψουσιν ἐπὶ πλέον ἀσεβίας·” ἐνταῦθα δὲ “οὐ προκόψουσιν. ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καἰ πλανᾷν οὐ στήσονται τῆς πλάνης, ἀλλ’ ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινὰς παρακρούεσθαι, ἀλλ’ εὐφώρατοι ταχέως ἔσονται· διὰ τοῦτο ἐπιφέρει, “ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν·” πόθεν τοῦτο; ὥσπερ “καὶ ἡ ἐκείνων ἐγένετο·” πανταχόθεν γὰρ κἂν πρὸς καιρὸν ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Ἄλλοσ δέ φησιν, ἀνωτέρω ἐπὶ τῶν ἀπατωμένων λέγει, ὡς οὐδέποτε ἐπιλειψόντων αὐτοῖς τῶν πειθομένων οἷς λέγουσιν· ἐνταῦθα δὲ παρὰ τοῖς τῆς ἀληθείας δοκιμασταῖς οὐ προκόπτειν αὐτοὺς φησίν· οἱ γὰρ ἐν ἀρχῇ πολλάκις οὔπω τὰ κατ’ αὐτοὺς εἰδότες, τῷ σχήματι δελεάζονται· τῷ χρόνῳ μέντοι τὴν ἐνοῦσαν αὐτοῖς τῶν δογμάτων διαφορὰν ἐπιγινώσκουσιν. ΚΕΦ. Ζ. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ. Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Χρυσοστόμου. Ὥστε ἰὸς ἕσο· ἐνταῦθα τὸν χρόνον πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, “παρηκολούθηκας τῇ “διδασκαλίᾳ·” τοῦτο περὶ λόγου· “ τῇ ἀγωγῇ,” τοῦτο περὶ βίου· “ τῇ προθέσει,” τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς· “ τῇ μακροθυμίᾳ·” πῶς οὐδέν με τούτων ἐτάρασσε; “ τῇ “ἀγάπῃ·” ὄπερ οὐκ εἶχον οὗτοι· “ τῇ ὑπομονῇ,” ὅπερ οὐδὲ τοῦτο· “ τῇ μακροθυμίᾳ,” φησὶ πρὸς τοὺς αἱρετικούς· “ τῇ ὑπο- “ μονῇ, πρὸς τοὺς διωγμούς· τοῖς λογισμοῖς a, “ τοῖς παθήμασιν·” δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι παλλοὺς, καὶ τὸ διώκεσθαι. Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τούτων ἴσως ὡς νεαρῶν μέμνηται καὶ γνωρίμων αὐτῷ· ταῦτα δὲ οὐ πρὸς ἐπίδειξιν λέγει, ἀλλὰ πρὸς παραμυθίαν τοῦ μαθητοῦ. Ἀντίοχειαν δὲ τὴν Πισιδίας ἐνταῦθά φησιν. ἐν Ἰκονίῳ τινές φασι διὰ Θέκλαν· ἐν Λύστροις, ὅθεν ἦν ὁ Τιμόθεος· τινὲς δὲ πάλιν φασὶ διὰ τὴν ἔχουσαν τὸ πνεῦμα τοῦ Πύθωνος. Οἵους διωγμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην. Ἐκ πάντων γὰρ μὲ ἐρρύσατο ὁ Κύριος· καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ διωχθήσονται. Τί δὲ ὅλως, φησὶ, λέγω περὶ ἐμαντοῦ; ἕκαστος τῶν θελόντων εὐσεβῶς ζῇν διωχθήσεται. τὰς θλίψεις ἐνταῦθά φησι καὶ τὰς ὀδύνας· καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα μὴ εἶναι ἐν λύπῃ, ἢ χωρὶς εἶναι θλίψεως καὶ πειρασμῶν. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειοασμοῖς· τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις ἐστίν· ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα a Leg. διωγμοῖς. οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Καθάπερ ὁ προφήτης Δαβὶδ παρῄνεσε μὴ παρὰ ζήλου ἐν πονη- ρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· “σὺ δὲ μένε ἐν οἷς “ἔμαθες καὶ ἐπιστώθης·” τουτέστιν, ἐπίστευσας ὅτι αὕτη ἐστὶν ἡ ζωὴ, κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὣν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἤκουσεν, “ἐν Ἰσαὰκ κληθήσεταί σοι “σπέρμα,” καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐδὲν ἐθορυβεῖτο· διὰ τοῦτο δίκαιοι ἐνταῦθα θλίβονται, ὅτι πάροικοι εἰσιν, ὅτι ξένοι· καὶ δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἐὰν καὶ ποτέ ἐστι b τοιοῦτον ὑπομένωσι, δίκην τίνουσι τῶν ἁμαρτημάτων· εἰ γὰρ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἃν ἐνόμισεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασι· καὶ εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἃν προσεδόκησεν εἶναι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων· διὰ τοῦτο κολάζει καὶ οὐ κολάζει. “εἰδὼς,” φησὶν, ὅτι “ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,” τουτέστιν, ἐκ πρώτης ἡλικίας, ἐν ταῖς θείαις ἀνετράφης γραφαῖς, ὥστε καὶ διὰ τοῦτο στερρὰν εἶναι σοι προσήκει τὴν πίστιν· κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, ἣ χρόνῳ τραφεῖσα πολλῷ, καὶ οὐδὲν αὐτὴν παραβλάψαι δύναται· “τὰ δυνάμενά σε,” φησὶ, “σο- “φίσαι.” τουτέστι,, οὐκ ἀφίησιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοὶ τὰς γραφὰς μὴ εἰδότες· ὁ γὰρ τὰς γραφὰς εἰδὼς ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως· τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς γραφαῖς. Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Πόλλην παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν γραφῶν τελειοτέραν οὖσαν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν· τί γὰρ οἴει παθεῖν τὸν Τιμόθεον, οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τῶν χρόνων τῶν ἐγγὺς τοῦ θανάτου· διὰ τοῦτο ὅτε πολλὴν ἐποιήσατο παρά- b Leg. τι. κλῆσιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι κέχρηται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι, καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἣ τελευτὴν καὶ μετάστασιν πρὸς τὰ κρείττω, ὅπερ οὑν καὶ ἢν· “ἐγὼ “γὰρ ἤδη σπένδομαι,” φησὶ, διὰ τοῦτο ἔγραφε λέγων, Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παι- δείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἀρτίως ἦ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι πρὸς παράκλησιν, πρὸς παραμυθίαν, εἴ τι λείπει καὶ χρὴ προστιθέναι. “ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος·” ἀντ’ ἐμοῦ τοίνυν, φησὶν, ἔχεις τὰς γραφὰς, εἴ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ. Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίναι ζῶντας καὶ νεκρούς. Ἤ τοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ἢ ὅτι πολλοὶ καταληφθήσονται ζῶντες. ἐφόβησεν αὐτὸν καὶ ἐν τῇ προτέρᾳ, ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε· “τοῦ μέλλοντος κρίναι καὶ ζῶντας καὶ νεκροὺς,” τουτέστι, τοῦ μέλλοντος τὰς εὐθύνας ἀπαιτεῖν “κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ “καὶ τὴν βασιλείαν,” ἵνα εἴπῃ τὴν μετὰ δόξης, τὴν μετὰ βασιλείας. ἣ ὅτι διαμαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν, μάρτυρα καλῶς ἐκεῖνον, ὅτι καὶ τοῦτο ἀνέμνησα. Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάση μακροθυμίᾳ καὶ διδαχῇ. τουτέστι μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεὶ σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν ἀδείᾳ ὢν, μηδὲ ἐν ἐκκλησίᾳ μόνον καθήμενος, ἐν δὲ τοῖς κινδύνοις ὑποσταλεὶς, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον, καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι· τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον· παρακάλεσον, φησίν· ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν· ἄν τε ἐπιτιμήσῃς καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται· ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, ὅταν μὴ παράκλησιν ἀναμεμιγμένην ἔχῃ· πάλιν ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν· καὶ ἡ ἐπιτίμησις καὶ ἡ παράκλησις καὶ ἡ διδαχὴ, μὴ ὡς ὀργιζόμενος, μὴ ὡς μαινόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, ἀλλ’ ὡς φιλῶν καὶ συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν.