ΚΕΦ. Δ. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς ἐπ’ ἐλπίδι ζωῆς. Πιστὸς ὁ λόγος. Ὅτι ὁ ζωῆς τυχὼν οὐρανίου, καὶ αἰωνίου τεύξεται, πόθεν πιστός; “εἰ γὰρ συναπεθάνομεν,” φησὶ, “καὶ συζήσομεν·” εἰπὲ “γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόποις ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; ἀλλὰ τοῦτο οὐκ ἃν οὐδὲ ἄνθρωπος ποιήσειεν τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν, εἴ ποτε ἐν ἀνέσει γένοιτο, οὐχ αἱρούμενος αὐτῷ γενέσθαι κοινωνόν· ποῦ δὲ συναπεθάνομεν; διὰ τοῦ λουτροῦ καὶ διὰ τῶν παθημάτων. φησὶ γὰρ “τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,” καὶ “συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος·” ἐνταῦθα δὲ τὸν τῶν πειρασμῶν λέγει μᾶλλον. Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθές ἐστι, βέβαιός ἐστιν· εἰ τοίνυν οὐδὲν παρ’ ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι’ οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ’ ἣ διὰ τὸ χρήσιμον· ἵνα δὲ μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε, ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φοβερὸν τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν, τότε παραδοῦναι αὐτὸν. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; ἐπειδὴ πολλοὺς ἦν εἰκὸς ἐπαισχύνεσθαι τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα ὡς τῶν διδασκάλων ἀπολλυμένων, ὡς τοῦ Χριστοῦ σταυρωθέντος, μὴ ἐπαισχυνθῇς, φησὶ, μηδὲν ὅλως αἰσχύνου τῶν εἰς εὐσέβειαν ἡκόντων, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· τέμνε οὖν τὰ νόθα μετὰ πολλῆς τῆς σφοδρότητος τῇ μαχαίρᾳ τοῦ Πνεύματος. τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο. Ὅταν γάρ τι κενὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει καὶ οὐδαμοῦ ἵσταται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα νομὴν ἕξει. Οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενοι· ἑκόντες γὰρ ἀπεπλανήθησαν· μάλιστα γὰρ οὗτοι εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος· οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν. Καλῶς εἶπεν, “ἐπὶ πλέον γὰρ προκόψουσι·” δοκεῖ γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται δεινά· εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἀπεστερήμεθα, ἀλλὰ καὶ τὰ τῆς κρίσεως ἀνῄρηται. εἰ γὰρ ἤδη ἡ ἀνάστασις, καὶ ἡ ἀνταπόδόσις, οὐκοῦν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν, κολάζονται δὲ οἱ πονηροί. καλῶς γε ἐν τρυφῇ ὄντες πολλῇ, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐ πάντων, ἀλλά τινῶν· εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· καὶ εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐ δὲ ἐγεννήθη, οὐ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Δείκνυσιν ὅτι καὶ πρὸ τοῦ ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἃν ἐτράπησαν ἀπὸ πρώτης προσβολῆς ὥσπερ οὑν οὐδὲ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν· οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατώντων, ἀλλὰ καὶ θαυμάζονται· ὡς στερεὸς, φησὶ, καὶ θεμέλιος, οὕτως ἔχεσθαι εῖ τῆς πίστεως ἔχειν τὴν σφραγῖδα ταύτην· τί ἐστιν “ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ; ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβεν, τοῦτό ἐστιν αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι· πόθεν δὲ δῆλοί εἰσιν; ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ καὶ μὴ συμπαραπόλλυσθαι, καὶ ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας, ταύτην ἔχειν δεῖ τὴν σφραγῖδα ἐμ. πεπηγμένην ἐπὶ τῶν πραγμάτων. Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἐστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Χρυσοστόμου. Μῆ σὲ ταραττέτω, φησὶν, ὅτι εἰσὶν πονηροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα, ἀλλ’ οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς· ἀλλὰ τὰ μέν ἐστιν εἰς τιμὴν, τὰ δὲ εἰς ἀτιμίαν. ναί· ἀλλ’ ἐνταῦθα μὲν χρῆσιν τινὰ πληροῖ, ἐπὶ δὲ τοῦ κόσμον τί; οὐχὶ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον ὁ κενόδοξος, πολλὰ οἰκοδομεῖ· ὁ πλεονέκτης, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστι γὰρ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα, τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν· οὐ τοῦτο οὖν φησὶν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία; πῶς γάρ; ἀλλ᾿ ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον· εἰ γὰρ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων, ἢ λαμπρᾶς οἰκοδομῆς, εἰ τῆς χρείας ἐπεμελοῦντο πάντες. Ἔὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐ φύσεως, οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον,ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; σκεῦος ὀστράκινον ἦν Παῦλος, ἀλλ᾿ ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν Ἰούδας, ἀλλ᾿ ἐγένετο ὀστράκινον. πῶς οὖν ἀλλαχοῦ φησιν, “ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν;” ἐκεῖ τὴν φύσιν αὐτήν φησίν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα· ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος, οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. ἐκεῖ οὖν περὶ φύσεως διαλέγεται, ἐνταῦθα δὲ περὶ προαιρέσεως· “ ἐὰν οὖν “ τις ἐκκαθάρῃ ἑαυτὸν,” τουτέστι τελείως καὶ παντελῶς, ἔστι σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ. ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ, ἀλλ᾿ οὐκ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. δεῖ τοίνυν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον, κἂν πρὸς παρθενίαν. ΚΕΦ. Ε. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ καὶ κατὰ τῶν ἐναντίων. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Ἀντὶ τοῦ πᾶσαν ἐπιθυμίαν ἄτοπον νεωτερικήν· ταῦτα φεῦγε· “δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικα- “λουμένων τὸν Κύριον, ἐκ καθαρᾶς καρδίας.” δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, “μετὰ τῶν ἐπι- “καλουμένων τὸν Κύριον,” τουτέστι,, ἐκείνοις θάρρει μόνοις, τοῖς ἀνυποκρίτως καὶ ἀδόλως προσιοῦσι· μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾷον εἶναι, ἀλλὰ μόνον εἰρηνεύειν τὸ ἐξ αὐτοῦ. τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ. Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτὰς, εἶχε γὰρ, ἀλλ’ οἰδεν ἄχρηστον ὃν τὸ καθιέναι ὅλως εἰς τούτους τοὺς ἀγῶνας, καὶ ὅτι οὐδὲν ἔσται ὅλως ἣ μάχη καὶ ἀπέχθεια. ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ· ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ γραφῶν, αἱ περὶ τῶν ἄλλων. Οὐ δεῖ οὖν μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, “ἔλεγχε αὐτὸν μετὰ πάσης ἐπιταγῆς, καὶ ἐνταῦθα πάλιν, “μηδείς σου τῆς νεότητος καταφρονείτω·” καὶ πάλιν, “ἔλεγχε αὐτοὺς ἀποτόμως;” ὅτι καὶ τοῦτο πρᾳότης ἐστίν· ὁ γὰρ σφοδρὸς ἔλεγχος ὅταν μετὰ ἐπιεικείας γένηται, ὁ μάλιστα δυνάμενος δακεῖν, οὗτός ἐστι διδακτικὸς πρὸς πάντας βουλομένους διδαχθῆναι· “αἱρετικὸν,” γάρ φησιν, “ἄνθρωπον, μετὰ μίαν καὶ “δευτέραν νουθεσίαν παραιτοῦ·” “ἀνεξίκακον,” μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ, ἐπεὶ πάντα μάτην γίνεται· συμβαίνει γὰρ τῆς συνεχοῦς διδασκαλίας κατελθόντα τὸν καρπὸν ἐκκόψαι τὸ ἐνοχλοῦν τῆς ψυχῆς πάθος· ὁ γὰρ μυριάκις ἀκούσας πείσεται τι. Ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖ, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μανθάνειν, πρὸ τῶν ἄλλων ἁπάντων, ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· ἡδέως δὲ οὐκ ἄν τις ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα· “πῶς οὖν αἱρετικόν,” φησιν, “ἄνθρωπον μετὰ μίαν “καὶ δευτέραν νουθεσίαν;” παρὰ τοῦ τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδας ἀνίατα νοσοῦντα. Μήποτε δῷ αὐτοῖς ὁ Κύριος μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς παγίδος τοῦ διαβόλου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἴσως ἔσται διόρθωσις· τὸ δὲ ἴσως ἐπὶ τῶν ἀδήλων ἐστίν· ὥστε ἐκείνων ἀφίστασθαι μόνον χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, ὅτι οὐδ’ ἃν ὁτιοῦν γένηται, μεταστησονται. Ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θελημὰ. Καλῶς εἶπεν ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται· ὁρᾷς πῶς διδάσκει μετριοφρονεῖν; οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ μήποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι· μήποτε τοίνυν διακεώμεθα ὡς αὐτοὶ τινὰ πείσοντες κἂν πείσωμεν· “καὶ ζωγρηθέντες,” φησὶν, “ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα·” τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ δὲ “μήποτε” πολλῆς μακροθυμίας ἐστὶ, καὶ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική.