ΚΕΦ. Γ. Περὶ τῆς ἀφρόντιδος ἐν τῷ νῦν βιῷ πολιτείας, ἐπὶ ταῖς όπόνοις τροφαῖς. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ. βαβαὶ πόσον τὸ ἀξίωμα, στρατιώτην ετͅναι Χριστοῦ ; ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γὰρ στρατιώτου. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέση. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον· λέγεται δὲ καὶ πρὸς πάντα διδάσκαλον καὶ μαθητὴν δι’ ἐκείνου. Χρυσοστόμου. Τί δέ ἐστιν, “ ἐὰν μὴ νομίμως;” οὐκ ἐὰν εἰς τὸν ἀγῶνα κάθηται, φησὶν, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν σηιπλακῆ, ἀλλ’ ἐὰν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυλάττῃ· καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνότητος, καὶ τὸ, ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διεξέλθῃ τὰ τοῖς ἀθλγ ταῖς πρέποντα, οὐδέποτε στεφανοῦται· καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐμνημόνευσε, τὸ μευ ὥστε ἑτοίμους εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα τό δε καρτερικῶς, ἵνα φέρῃ πάντα καὶ γενναίως, ἵνα διὰ παντὸς ἐν ἀσκήσει ᾖ. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν με. ταλαμβάνειν. Σευηριανοῦ. Ἐπειδὴ προλαβὼν εἶπεν, “οὐδεὶς στρατενόμενος “ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις·” ἐζητεῖτο δὲ πῶς μὴ ἐμπλεκόμενος τύχῃ τῆς χρείας, ἐδείχθη ὅπως ἀπὸ τοῦ Εὐαγγελίου δεῖ ζῇν. Χρυσοστόμου. Τὸ μὲν τοῦ στρατιώτου καὶ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχομένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ τῷ διδασκάλῳ· ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται, ἀλλὰ τῶν καρπῶν καὶ τῆς γῆς, τουτέστιν, οὐ μικρὰν ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός. ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας· εἶτα ἐπειδὴ τὰ παραδείγματα ἔθηκε, καὶ πάντα αἰνιγματωδῶς, “οὐδεὶς,” φησὶ, “στεφανοῦται, “ἐὰν μὴ νομίμως ἀθλήσῃ,” καὶ εἰπὼν, “τὸν κοπιῶντα γεωργὸν “δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν,” ἐπήγαγε. Νόει ἃ λέγω· δώῃ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν. τίνος ἕνεκεν ταῦτα εἴρηται; ἐν παροιμίᾳ καὶ ἐν παραβολῇ· εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι, Μνημόνευε Ἰησοῦν Χριστὸν ἐπηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυὶδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. Ἐνταῦθα τούτου μέμνηται, καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος· ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς ὅτι τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Κύριος, διὰ πάθους τὸν θάνατον κατηγωνίσατο· τοῦτον μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν· “ἐκ σπέρματος Δαυίδ·” ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνατρέπειν, ἐπαισχυνόμενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τοιαῦτα γὰρ ἦν, ἃ εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῶ Θεῶ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη· “κατὰ “τὸ εὐαγγέλιόν μου,” φησί· πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν· ἐπεὶ δὲ αὐτῷ πείθεσθαι ἐχρῆν, ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα. Ἐν ᾧ κακοπαθῶ ὡς κακοῦργος μέχρι δεσμῶν. πάλιν παρ’ ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, καὶ τὴν προτροπήν· ἀλλὰ τι τούτου τὸ χρήσιμον καὶ τὸ θαυμαστόν; Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Εἰ μὲν γὰρ κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἴσχυσεν ἃν ταῦτα τὰ δεσμὰ, τὰ χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς ὡς μηδὲν καταγωνίζεσθαι ἡμῶν· δεσμοῦνται γὰρ αἱ χεῖρες, ἀλλ’ οὐχ ἡ γλῶττα· ἡμῶν γὰρ δεδεμένων, ὁ εὐαγγελικὸς λόγος λέλυται καὶ τρέχει· τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χοή. Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου. Ἐξὸν, φησὶν, ἀκινδύνως ζῆν, καὶ μηδὲν τούτων πάσχειν, εἴγε τὰ ἐμαυτοῦ ἐσκόπουν, ἀλλὰ ταῦτα πάσχω ὑπὲρ ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. εἰ γὰρ ὁ Θεὸς αὐτοὺς ἐμ λέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν, ὡς ἀν’ εἰ καὶ ἡμεῖς, φησι καὶ γὰρ κα ἧμας ὁ Θεὸς ἐξελέξατο. ὥσπερ δὲ ὁ Θεὸς δι’ ἡμᾶς ἔπαθεν, οὕτω καἰ ἡμεῖς δι’ ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, καὶ οὐ χάρις. ποίας δέ; ἵνα τύχωσι σωτηρίας, οὐ ταύτης, ἀλλὰ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου. ΚΕΦ. Δ. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς ἐπ’ ἐλπίδι ζωῆς. Πιστὸς ὁ λόγος. Ὅτι ὁ ζωῆς τυχὼν οὐρανίου, καὶ αἰωνίου τεύξεται, πόθεν πιστός; “εἰ γὰρ συναπεθάνομεν,” φησὶ, “καὶ συζήσομεν·” εἰπὲ “γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόποις ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; ἀλλὰ τοῦτο οὐκ ἃν οὐδὲ ἄνθρωπος ποιήσειεν τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν, εἴ ποτε ἐν ἀνέσει γένοιτο, οὐχ αἱρούμενος αὐτῷ γενέσθαι κοινωνόν· ποῦ δὲ συναπεθάνομεν; διὰ τοῦ λουτροῦ καὶ διὰ τῶν παθημάτων. φησὶ γὰρ “τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,” καὶ “συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος·” ἐνταῦθα δὲ τὸν τῶν πειρασμῶν λέγει μᾶλλον. Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθές ἐστι, βέβαιός ἐστιν· εἰ τοίνυν οὐδὲν παρ’ ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι’ οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ’ ἣ διὰ τὸ χρήσιμον· ἵνα δὲ μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε, ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Φοβερὸν τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν, τότε παραδοῦναι αὐτὸν. Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; ἐπειδὴ πολλοὺς ἦν εἰκὸς ἐπαισχύνεσθαι τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα ὡς τῶν διδασκάλων ἀπολλυμένων, ὡς τοῦ Χριστοῦ σταυρωθέντος, μὴ ἐπαισχυνθῇς, φησὶ, μηδὲν ὅλως αἰσχύνου τῶν εἰς εὐσέβειαν ἡκόντων, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· τέμνε οὖν τὰ νόθα μετὰ πολλῆς τῆς σφοδρότητος τῇ μαχαίρᾳ τοῦ Πνεύματος. τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο. Ὅταν γάρ τι κενὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει καὶ οὐδαμοῦ ἵσταται. Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα νομὴν ἕξει. Οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενοι· ἑκόντες γὰρ ἀπεπλανήθησαν· μάλιστα γὰρ οὗτοι εἰσιν ἀδιόρθωτοι. Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος· οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν. Καλῶς εἶπεν, “ἐπὶ πλέον γὰρ προκόψουσι·” δοκεῖ γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται δεινά· εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἀπεστερήμεθα, ἀλλὰ καὶ τὰ τῆς κρίσεως ἀνῄρηται. εἰ γὰρ ἤδη ἡ ἀνάστασις, καὶ ἡ ἀνταπόδόσις, οὐκοῦν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν, κολάζονται δὲ οἱ πονηροί. καλῶς γε ἐν τρυφῇ ὄντες πολλῇ, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐ πάντων, ἀλλά τινῶν· εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· καὶ εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐ δὲ ἐγεννήθη, οὐ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν. Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου. Δείκνυσιν ὅτι καὶ πρὸ τοῦ ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἃν ἐτράπησαν ἀπὸ πρώτης προσβολῆς ὥσπερ οὑν οὐδὲ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν· οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατώντων, ἀλλὰ καὶ θαυμάζονται· ὡς στερεὸς, φησὶ, καὶ θεμέλιος, οὕτως ἔχεσθαι εῖ τῆς πίστεως ἔχειν τὴν σφραγῖδα ταύτην· τί ἐστιν “ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ; ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβεν, τοῦτό ἐστιν αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι· πόθεν δὲ δῆλοί εἰσιν; ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ καὶ μὴ συμπαραπόλλυσθαι, καὶ ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας, ταύτην ἔχειν δεῖ τὴν σφραγῖδα ἐμ. πεπηγμένην ἐπὶ τῶν πραγμάτων. Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἐστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. Χρυσοστόμου. Μῆ σὲ ταραττέτω, φησὶν, ὅτι εἰσὶν πονηροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα, ἀλλ’ οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς· ἀλλὰ τὰ μέν ἐστιν εἰς τιμὴν, τὰ δὲ εἰς ἀτιμίαν. ναί· ἀλλ’ ἐνταῦθα μὲν χρῆσιν τινὰ πληροῖ, ἐπὶ δὲ τοῦ κόσμον τί; οὐχὶ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον ὁ κενόδοξος, πολλὰ οἰκοδομεῖ· ὁ πλεονέκτης, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστι γὰρ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα, τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν· οὐ τοῦτο οὖν φησὶν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία; πῶς γάρ; ἀλλ᾿ ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον· εἰ γὰρ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων, ἢ λαμπρᾶς οἰκοδομῆς, εἰ τῆς χρείας ἐπεμελοῦντο πάντες. Ἔὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον. Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐ φύσεως, οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον,ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; σκεῦος ὀστράκινον ἦν Παῦλος, ἀλλ᾿ ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν Ἰούδας, ἀλλ᾿ ἐγένετο ὀστράκινον. πῶς οὖν ἀλλαχοῦ φησιν, “ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν;” ἐκεῖ τὴν φύσιν αὐτήν φησίν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα· ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος, οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. ἐκεῖ οὖν περὶ φύσεως διαλέγεται, ἐνταῦθα δὲ περὶ προαιρέσεως· “ ἐὰν οὖν “ τις ἐκκαθάρῃ ἑαυτὸν,” τουτέστι τελείως καὶ παντελῶς, ἔστι σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ. ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ, ἀλλ᾿ οὐκ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. δεῖ τοίνυν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον, κἂν πρὸς παρθενίαν. ΚΕΦ. Ε. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ καὶ κατὰ τῶν ἐναντίων. Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Ἀντὶ τοῦ πᾶσαν ἐπιθυμίαν ἄτοπον νεωτερικήν· ταῦτα φεῦγε· “δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικα- “λουμένων τὸν Κύριον, ἐκ καθαρᾶς καρδίας.” δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, “μετὰ τῶν ἐπι- “καλουμένων τὸν Κύριον,” τουτέστι,, ἐκείνοις θάρρει μόνοις, τοῖς ἀνυποκρίτως καὶ ἀδόλως προσιοῦσι· μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾷον εἶναι, ἀλλὰ μόνον εἰρηνεύειν τὸ ἐξ αὐτοῦ. τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ. Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτὰς, εἶχε γὰρ, ἀλλ’ οἰδεν ἄχρηστον ὃν τὸ καθιέναι ὅλως εἰς τούτους τοὺς ἀγῶνας, καὶ ὅτι οὐδὲν ἔσται ὅλως ἣ μάχη καὶ ἀπέχθεια. ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ· ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ γραφῶν, αἱ περὶ τῶν ἄλλων. Οὐ δεῖ οὖν μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας. Πῶς οὖν λέγει, “ἔλεγχε αὐτὸν μετὰ πάσης ἐπιταγῆς, καὶ ἐνταῦθα πάλιν, “μηδείς σου τῆς νεότητος καταφρονείτω·” καὶ πάλιν, “ἔλεγχε αὐτοὺς ἀποτόμως;” ὅτι καὶ τοῦτο πρᾳότης ἐστίν· ὁ γὰρ σφοδρὸς ἔλεγχος ὅταν μετὰ ἐπιεικείας γένηται, ὁ μάλιστα δυνάμενος δακεῖν, οὗτός ἐστι διδακτικὸς πρὸς πάντας βουλομένους διδαχθῆναι· “αἱρετικὸν,” γάρ φησιν, “ἄνθρωπον, μετὰ μίαν καὶ “δευτέραν νουθεσίαν παραιτοῦ·” “ἀνεξίκακον,” μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ, ἐπεὶ πάντα μάτην γίνεται· συμβαίνει γὰρ τῆς συνεχοῦς διδασκαλίας κατελθόντα τὸν καρπὸν ἐκκόψαι τὸ ἐνοχλοῦν τῆς ψυχῆς πάθος· ὁ γὰρ μυριάκις ἀκούσας πείσεται τι. Ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖ, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μανθάνειν, πρὸ τῶν ἄλλων ἁπάντων, ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· ἡδέως δὲ οὐκ ἄν τις ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα· “πῶς οὖν αἱρετικόν,” φησιν, “ἄνθρωπον μετὰ μίαν “καὶ δευτέραν νουθεσίαν;” παρὰ τοῦ τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδας ἀνίατα νοσοῦντα. Μήποτε δῷ αὐτοῖς ὁ Κύριος μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς παγίδος τοῦ διαβόλου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἴσως ἔσται διόρθωσις· τὸ δὲ ἴσως ἐπὶ τῶν ἀδήλων ἐστίν· ὥστε ἐκείνων ἀφίστασθαι μόνον χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, ὅτι οὐδ’ ἃν ὁτιοῦν γένηται, μεταστησονται. Ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θελημὰ. Καλῶς εἶπεν ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται· ὁρᾷς πῶς διδάσκει μετριοφρονεῖν; οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ μήποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι· μήποτε τοίνυν διακεώμεθα ὡς αὐτοὶ τινὰ πείσοντες κἂν πείσωμεν· “καὶ ζωγρηθέντες,” φησὶν, “ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα·” τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ δὲ “μήποτε” πολλῆς μακροθυμίας ἐστὶ, καὶ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική. ΚΕΦ. ς. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγχομένης. τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας λέγει, οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας καὶ γὰρ ἥμιν οὐτῶ λέγειν ἔθος ἐστιν· καιροὺς πονηροὺς καὶ μὴ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων, ἀπὸ τῶν ἀνθρώπων. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Ὁ φίλαυτος οὗτός ἐστιν, ὁ μάλιστα ἑαυτὸν φιλῶν, ὁ δὲ φιλάδελφος οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν· ἀπὸ τούτου ἡ φιλαργυρία. τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ πικρόν. “φιλάργυροι·” ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ· οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται, πολλάκις κάτωθεν ἄνω ἄνεισιν. ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν δεσπότην· ὁ δὲ ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων, καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ. ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι. Θεόδωροσ. Φίλαυτοί εἰσιν οἱ πάντα πρὸς τὴν ἑαυτῶν ὠφέλειαν ποιοῦντες. “ἀλαζόνες,” καυχώμενοι ἔχειν ἃ μὴ “ὑπερήφανοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς οὖσιν. “βλάσφη- “μοι,” κατηγορίαις χαίροντες. “ἀνόσιοι,” ἐπιμέλειαν τοῦ δικαίου μὴ ποιούμενοι. “ἄστοργοι,” περὶ οὐδένα σχέσιν ἔχοντες. “ἄσπον- “δοι,” οὐ βέβαιοι περὶ τὰς φιλίας, οὐδὲ ἀληθεῖς περὶ ἃ συντίθενται, “διάβολοι·” ταῦτά τε ἐκεῖ, ἐκεῖνα ἐνταῦθα λέγοντες, ἐπὶ τῷ κατεργάζεσθαι μάχην. “ἀκρατεῖ̈” ἥττους τῶν παθῶν. “ἀνή- “μεροι,” οὐδεμιᾶς χρηστότητος ἐπιμελούμενοι. “τετυφωμένοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς μὴ προσοῦσι· διαφέρει δὲ τοῦ άλαζόνος τῷ τὸν μὲν τετυφωμένον ἀπὸ τῆς γνώμης λέγειν, ἀλαζόνα δὲ ’τον ἔπι ῥήματι καυχώμενον. Χρυσοστόμου. Ὁ ἀχάριστος δὲ ἀνόσιος εἰκότως· ὁ γὰρ τὸν εὐεργέτην ἀχάριστος, τις ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; ὁ ἀχάριστος, ἄσπονδος, ὁ ἀχάριστος, ἄστοργος· “διάβολοι,” φησὶ, τουτέστι κατήγοροι· οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν· “ἀκρατεῖς,’ πάντων τῶν παθῶν· “ἀνήμεροι·” ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. “ἀφιλάγαθοι, προδόται φιλίας, προπετεῖς, οὐδὲν βε- “βηκὸς ἔχοντες, τετυφωμένοι, ἀπονοίας πεπληρωμένοι.” Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πω, φησὶν, “ἔχοντες “μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.” ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον αὐτὸ δείκνυσι τὸ ἁμάρτημα· τί δή ποτε; ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. ὥσπερ γὰρ τὴν εἰκόνα, πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινὸν, οἷον καθάπερ καὶ αὐτὸς φησὶ, γράφων, “ἀνὴρ μὲν “γὰρ οὐκ ὀφείλει κατακάμπτεσθαι τὴν κεφαλὴν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·” καὶ πάλιν ὁ προφήτης “πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος·” καὶ τὸν λέοντα, ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· “ἐκοιμήθη,” φησὶν, “ὡς λέων, καὶ ὡς σκύμνος “λέοντος, τίς ἐγερεῖ αὐτόν;” ποτὲ δὲ εἰς τὸ ἁρπακτικὸν, “ὡς “λέων ἁρπάζων καὶ ὠρυόμενος·” οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν· ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα εἴληπται· οὕτως καὶ ἐν τῆ μορφῇ· ἐκεῖ μὲν ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία ἐστὶ, καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ· οὐδὲν γὰρ κέρδος πίστεως, ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων· “τούτους οὖν,” φησὶν, “ἀποτρέπου,” ἀλλ’ ἐν ὑστέροις οἱ τοιοῦτοι ἔσονται. πῶς, φησὶ, “τούτους ἀποτρέπου;” εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, τὸ δὲ ἀληθέστερον δι’ ἐκείνου πᾶσιν παραινεῖ. Ἐκ τούτων γὰρ εἰσὶν οἱ ἐνδύνοτες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους τῷ ὅπλῳ, ᾧ καὶ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο· εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἐνδύνοντες, τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; “καὶ αἰχμαλωτίζοντες γυναικάρια·” γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐ γυναικῶν, ἀλλὰ γυναικαρίων. “σεσωρευμένα.” ὁρᾷς πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι ἀπὸ τῶν ἁμαρτημάτων, καὶ σφόδρα κυρίως εἶπεν “σεσωρευμένα·” τὸ πλῆθος γὰρ τῶν ἁμαρτημάτων συνίστησι, καὶ τὸ ἄτακτον, καὶ τὸ συγκεχυμένον, “ἀγόμενα ἐπιθυμίαις ποικίλαις,” οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς εἶπεν γυναῖκας, ἀλλὰ τοιάσδε γυναῖκας· διὰ δὲ τοῦ “ποικίλαις” πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην τὴν λαγνείαν, τὴν φιλοχρηματίαν, τὴν αὐθάδειαν, τὴν τιμήν· ἴσως καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται· “πάν- “τοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν “δυνάμενα.” ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπορώθη αὐτῶν ἡ διάνοια. Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῆ ἀληθείᾳ. Οὗτοί εἰσιν οἱ μάγοι οἱ ἐπὶ τοῦ Μώσεως. πόθεν δὲ αὐτῶν τὰ ὀνόματα; οὐδαμοῦ γὰρ ἐμφέρεται ἀλλαχοῦ. ἣ ἀγράφως παραδέδοτο, ἣ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον. Οὕτως καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ· ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν· ἀδόκιμοι περὶ τὴν πίστιν. ἀλλ᾿ οὐ προκόψουσιν ἐπὶ πλέον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. Πῶς οὖν λέγει ἀλλαχοῦ; “καὶ προκόψουσιν ἐπὶ πλέον ἀσεβίας·” ἐνταῦθα δὲ “οὐ προκόψουσιν. ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καἰ πλανᾷν οὐ στήσονται τῆς πλάνης, ἀλλ’ ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινὰς παρακρούεσθαι, ἀλλ’ εὐφώρατοι ταχέως ἔσονται· διὰ τοῦτο ἐπιφέρει, “ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν·” πόθεν τοῦτο; ὥσπερ “καὶ ἡ ἐκείνων ἐγένετο·” πανταχόθεν γὰρ κἂν πρὸς καιρὸν ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει. Ἄλλοσ δέ φησιν, ἀνωτέρω ἐπὶ τῶν ἀπατωμένων λέγει, ὡς οὐδέποτε ἐπιλειψόντων αὐτοῖς τῶν πειθομένων οἷς λέγουσιν· ἐνταῦθα δὲ παρὰ τοῖς τῆς ἀληθείας δοκιμασταῖς οὐ προκόπτειν αὐτοὺς φησίν· οἱ γὰρ ἐν ἀρχῇ πολλάκις οὔπω τὰ κατ’ αὐτοὺς εἰδότες, τῷ σχήματι δελεάζονται· τῷ χρόνῳ μέντοι τὴν ἐνοῦσαν αὐτοῖς τῶν δογμάτων διαφορὰν ἐπιγινώσκουσιν. ΚΕΦ. Ζ. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ. Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ. Χρυσοστόμου. Ὥστε ἰὸς ἕσο· ἐνταῦθα τὸν χρόνον πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, “παρηκολούθηκας τῇ “διδασκαλίᾳ·” τοῦτο περὶ λόγου· “ τῇ ἀγωγῇ,” τοῦτο περὶ βίου· “ τῇ προθέσει,” τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς· “ τῇ μακροθυμίᾳ·” πῶς οὐδέν με τούτων ἐτάρασσε; “ τῇ “ἀγάπῃ·” ὄπερ οὐκ εἶχον οὗτοι· “ τῇ ὑπομονῇ,” ὅπερ οὐδὲ τοῦτο· “ τῇ μακροθυμίᾳ,” φησὶ πρὸς τοὺς αἱρετικούς· “ τῇ ὑπο- “ μονῇ, πρὸς τοὺς διωγμούς· τοῖς λογισμοῖς a, “ τοῖς παθήμασιν·” δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι παλλοὺς, καὶ τὸ διώκεσθαι. Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις. Τούτων ἴσως ὡς νεαρῶν μέμνηται καὶ γνωρίμων αὐτῷ· ταῦτα δὲ οὐ πρὸς ἐπίδειξιν λέγει, ἀλλὰ πρὸς παραμυθίαν τοῦ μαθητοῦ. Ἀντίοχειαν δὲ τὴν Πισιδίας ἐνταῦθά φησιν. ἐν Ἰκονίῳ τινές φασι διὰ Θέκλαν· ἐν Λύστροις, ὅθεν ἦν ὁ Τιμόθεος· τινὲς δὲ πάλιν φασὶ διὰ τὴν ἔχουσαν τὸ πνεῦμα τοῦ Πύθωνος. Οἵους διωγμοὺς ὑπέμεινα. Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην. Ἐκ πάντων γὰρ μὲ ἐρρύσατο ὁ Κύριος· καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ διωχθήσονται. Τί δὲ ὅλως, φησὶ, λέγω περὶ ἐμαντοῦ; ἕκαστος τῶν θελόντων εὐσεβῶς ζῇν διωχθήσεται. τὰς θλίψεις ἐνταῦθά φησι καὶ τὰς ὀδύνας· καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα μὴ εἶναι ἐν λύπῃ, ἢ χωρὶς εἶναι θλίψεως καὶ πειρασμῶν. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Μηδέν σε θορυβείτω, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειοασμοῖς· τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις ἐστίν· ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα a Leg. διωγμοῖς. οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Καθάπερ ὁ προφήτης Δαβὶδ παρῄνεσε μὴ παρὰ ζήλου ἐν πονη- ρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· “σὺ δὲ μένε ἐν οἷς “ἔμαθες καὶ ἐπιστώθης·” τουτέστιν, ἐπίστευσας ὅτι αὕτη ἐστὶν ἡ ζωὴ, κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὣν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἤκουσεν, “ἐν Ἰσαὰκ κληθήσεταί σοι “σπέρμα,” καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐδὲν ἐθορυβεῖτο· διὰ τοῦτο δίκαιοι ἐνταῦθα θλίβονται, ὅτι πάροικοι εἰσιν, ὅτι ξένοι· καὶ δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἐὰν καὶ ποτέ ἐστι b τοιοῦτον ὑπομένωσι, δίκην τίνουσι τῶν ἁμαρτημάτων· εἰ γὰρ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἃν ἐνόμισεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασι· καὶ εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἃν προσεδόκησεν εἶναι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων· διὰ τοῦτο κολάζει καὶ οὐ κολάζει. “εἰδὼς,” φησὶν, ὅτι “ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,” τουτέστιν, ἐκ πρώτης ἡλικίας, ἐν ταῖς θείαις ἀνετράφης γραφαῖς, ὥστε καὶ διὰ τοῦτο στερρὰν εἶναι σοι προσήκει τὴν πίστιν· κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, ἣ χρόνῳ τραφεῖσα πολλῷ, καὶ οὐδὲν αὐτὴν παραβλάψαι δύναται· “τὰ δυνάμενά σε,” φησὶ, “σο- “φίσαι.” τουτέστι,, οὐκ ἀφίησιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοὶ τὰς γραφὰς μὴ εἰδότες· ὁ γὰρ τὰς γραφὰς εἰδὼς ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως· τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς γραφαῖς. Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος. Πόλλην παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν γραφῶν τελειοτέραν οὖσαν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν· τί γὰρ οἴει παθεῖν τὸν Τιμόθεον, οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τῶν χρόνων τῶν ἐγγὺς τοῦ θανάτου· διὰ τοῦτο ὅτε πολλὴν ἐποιήσατο παρά- b Leg. τι. κλῆσιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι κέχρηται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι, καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἣ τελευτὴν καὶ μετάστασιν πρὸς τὰ κρείττω, ὅπερ οὑν καὶ ἢν· “ἐγὼ “γὰρ ἤδη σπένδομαι,” φησὶ, διὰ τοῦτο ἔγραφε λέγων, Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παι- δείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἀρτίως ἦ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι πρὸς παράκλησιν, πρὸς παραμυθίαν, εἴ τι λείπει καὶ χρὴ προστιθέναι. “ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος·” ἀντ’ ἐμοῦ τοίνυν, φησὶν, ἔχεις τὰς γραφὰς, εἴ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ. Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίναι ζῶντας καὶ νεκρούς. Ἤ τοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ἢ ὅτι πολλοὶ καταληφθήσονται ζῶντες. ἐφόβησεν αὐτὸν καὶ ἐν τῇ προτέρᾳ, ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε· “τοῦ μέλλοντος κρίναι καὶ ζῶντας καὶ νεκροὺς,” τουτέστι, τοῦ μέλλοντος τὰς εὐθύνας ἀπαιτεῖν “κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ “καὶ τὴν βασιλείαν,” ἵνα εἴπῃ τὴν μετὰ δόξης, τὴν μετὰ βασιλείας. ἣ ὅτι διαμαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν, μάρτυρα καλῶς ἐκεῖνον, ὅτι καὶ τοῦτο ἀνέμνησα. Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάση μακροθυμίᾳ καὶ διδαχῇ. τουτέστι μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεὶ σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν ἀδείᾳ ὢν, μηδὲ ἐν ἐκκλησίᾳ μόνον καθήμενος, ἐν δὲ τοῖς κινδύνοις ὑποσταλεὶς, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον, καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι· τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον· παρακάλεσον, φησίν· ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν· ἄν τε ἐπιτιμήσῃς καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται· ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, ὅταν μὴ παράκλησιν ἀναμεμιγμένην ἔχῃ· πάλιν ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν· καὶ ἡ ἐπιτίμησις καὶ ἡ παράκλησις καὶ ἡ διδαχὴ, μὴ ὡς ὀργιζόμενος, μὴ ὡς μαινόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, ἀλλ’ ὡς φιλῶν καὶ συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν.