ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α. ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α. ΤΩΝ τοῦ Ἀποστόλου μαθητῶν ὁ Τιμόθεος ἦν· καὶ μαρτυρεῖ μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν, ὃς ἅμα τε μαθητὴς ἐγένετο καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον κηρύξαι, ἀλλὰ καὶ τὸ παθεῖν· περιέτεμε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτη, καὶ οὕτως αὐτῶ πᾶσαν εὐθέως τὴν οἰκονομίαν ἐνεπίστευσεν. Ἥρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα ὅστις ἐστίν· ἐν πολλοῖς γὰρ αὐτῷ ἐμαρτύρησε· καὶ τὰ νῦν λεγόμενα θαυμαστὰ δείκνυσιν αὐτοῦ τὴν παρρησίαν· εἰ δέ τις ἐξετάζει, τι δήποτε Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις, καίτοι γε καὶ Σίλας τῶν εὐδοκίμων ἦν, καὶ Λουκᾶς καὶ Κλήμης, ὅτι τούτοις ἤδη ἐκκλησίας ἢν ἐγκεχειρηκώς· τοσαύτη γὰρ αὐτῶν ἦν ἡ ὑπερβολὴ τῆς ἀρετῆς, ὡς μηδὲ τὴν νεότητα ἐμποδίσαι.