ΚΕΦ. Θ. Περὶ ἐπιμελείας αὐτοῦ καὶ τῆς ἐκκλησίας. Παράγγελλε ταῦτα καὶ δίδασκε. μηδείς σου τῆς νεότητος καταφρονείτω. τῶν πραγμάτων τὰ μὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς· οἷόν τι λέγω, τὸ μὴ εἶναι πονηρὸν ἐπιτάττειν χρὴ καὶ ἀπαγορεύειν μετὰ πλείονος αὐθεντείας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται· ἃν μέντοι λέγῃ, ὅτι δεῖ τὰ ὑπάρχοντα κοινοῦν, ὅτι δεῖ παρθενεύειν, ἃν περὶ πίστεως διαλέγηται, ἐνταῦθα διδασκαλίας χρεία. διὰ τοῦτο ἀμφότερα τίθησιν ὁ Παῦλος, “ παράγγελλε καὶ δίδασκε,” φησὶν, ὅταν γὰρ εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. “ μηδείς σου τῆς νεότητος “ καταφρονείτω,” φησιν· εὐκαταφρόνητον γάρ πὼς πρᾶγμα ἡ νεότης· δεῖ δὲ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον· ποῦ οὖν τὸ ἐπιεικὲς, φησὶ, ποῦ τὸ πρᾷον, ἐὰν μὴ καταφρονῆται; ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω, ἐν δὲ τοῖς πρὸς ἑτέρους μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης, ἵνα μὴ τὸ κοινὸν λυμαίνηται. ἣ τοῦτό φησιν ἣ ἐκεῖνο, μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἃν ἀντίρροπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν σου καταφρονήσει. Ἀλλὰ τύπος γένου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἄνα· στροφῆ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ. Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου κάλλος, ἕσο ὥσπερ εἰκὼν προκείμενος, ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωίας· τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή· ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ’ εὐκολίας, ἐν ἀναστροφῇ τῇ τῆς ἐκκλησία,; ἐν ἀγάπῃ, ἐν πίστει τῇ ὀρθῇ, ἐν ἕψα, ἐν σωφροσύνῃ. Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῆ παρακλήσει, τῇ διδασκαλίᾳ. Ὅρα, πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν αὐτόν· “ πρόσεχε τῇ ἀναγνώσει, ” τῇ τῶν θείων γραφῶν δηλονότι. τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδα. σκαλία. Θεόδωροσ. Διδασκαλίαν φησὶ τὴν ἀπόλυτον ἐξήγησιν, παρά κλῆσιν δὲ τὴν ἀπὸ τινῶν συμβεβηκότων νουθεσίαν τε καὶ ὑπόμνησιν, ἣν ἐνίοτε μὲν, καὶ ἐπὶ τοῦ κοινοῦ γίνεσθαι ἀνάγκη, μάλιστα δὲ καὶ ἐν ταῖς πρὸς τὸν καθ’ ἕνα διαλέξεσι. Μῆ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Τὴν διδασκαλίαν φησὶν ἐνταῦθα. Μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν. Θεόδωροσ. Ἢ καὶ τὸν τῶν Ἀποστόλων σύλλογον φησὶν, συνῄεσάν τε αὐτῷ, καὶ συνεφήπτοντο ὡς εἰκὸς ποιουμένῳ τὴν ἐπ’ αὐτῷ χειροτονίαν· πρεσβυτέριον αὐτὸ ὀνομάσας ἀπὸ τοῦ ἐντίμου· τοῦτο δὲ καὶ νῦν ἔθος ἐν ταῖς τῶν ἐπισκόπων γίνεσθαι προβολαῖς, τὸ μὴ ὑφ’ ἑνὸς, ἀλλ’ ὑπὸ πλειόνων τὰς τοιαύτας ἐν τῇ ἐκκλησίᾳ χειροτονίας πληροῦσθαι. ταῦτα μελέτα, ἐν τούτοις ἴσθι. Ὅρα πῶς πολλάκις περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή. Ἔπεχε σεαυτῷ καὶ τῆ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς. τουτέστι, πρόσεχε σεαυτῷ καὶ δίδασκε τοὺς λοιπούς. τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούὄντας σου. Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόμενος λόγοις, πρότερος αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν τῷ γὰρ παραινεῖν ἑτέροις καὶ ἑαυτὸν κατανύσσει. Ἵνα σου ἡ προκοπὴ φανερὰ ἦ ἐν πᾶσιν. Μῆ ἐν τῷ βίῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ βίῳ τῷ διδασκαλικῷ.