ΚΕΦ. Ζ. Περὶ ἀγῶνος εὐσεβείας ἐπ’ ἐλπίδι. τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ, γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. Ὁρᾷς ὡς οὐδαμοῦ τὴν αὐθεντείαν ἐνταῦθα τίθησιν, ἀλλὰ τὴν συγκατάβασιν· “ ὑποτιθέμενος,” φησὶν. οὐκ ἐπιτάττων, οὐ παραγγέλλων, ὡς συμβουλεύων δὲ ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους ἀνακίνει τοὺς περὶ πίστεως , “ ἐντρεφόμενος,” φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν· ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ’ ἑκάστην ἡμέραν ζητοῦμεν, οὕτω καὶ τοὺς περὶ πίστεως λόγους, ἀεὶ τούτοις τρεφώμεθα. “ γραώδεις δὲ μύθους,” τὰς τῶν Ἰουδαίων παρατηρήσεις φησὶν, ἢ διὰ τὰς παραποιήσεις, ἣ διὰ τὸ ἄκαιρον· τὸ γὰρ ἐν καιρῷ χρήσιμον, χωρὶς δὲ τοῦ καιροῦ οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ὁρᾷς; καὶ ἀκάθαρτα ταῦτα εἶπε καὶ γραώδη· τὸ μὲν διὰ τὸ παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. “ γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν,” τουτέστιν, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια· γυμνασίας ἄρα χρεία ἡμῖν· “ ἡ γὰρ σωματικὴ γυμνα- “ σία,” φησὶ, “ πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος.” τίνος χάριν ἐμνήσθη τῆς σωματικῆς γυμνασίας ; ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου· αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον, καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσιν. “ πιστὸς ὁ λόγος·” τουτέστιν, ἀληθής· ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. ὅρα πῶς πανταχοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ’ ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ὁ λόγος ἢν αὐτῷ. Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτῆρ’ ἁπάντων, μάλιστα πιστῶν. τίνος γὰρ, φησὶν, ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν, εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν; εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ· πλείονα γὰρ σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται καὶ ἐνταῦθα· εἰ γὰρ μὴ σωτὴρ ἦν, οὐδὲν ἃν ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι· ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι, Θεὸν ἔχοντα τοιοῦτον.