ΚΕΦ. ς. Περὶ ἀρετῆς ἐπισκόπων. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι. Ὑπενέδωκε τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως· μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἣ ἔνδοσις ὀρέξεως ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶ καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται, ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ, ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι’ ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει· τὸ ἀνεπίληπτον δὲ, οὐ τῇ ἑτέρων συκοφαντίᾳ, ἀλλὰ τῷ ἐκείνου βίῳ· ἐπειδὴ μηδὲ ἄλλως ὁ Παῦλος τὰς τῶν συκοφαντούντων διαβολὰς ἐξέφυγεν. (Ἰωάννου Χρυσοστόμου.) Ἄλλος δέ φησιν· οὐκ ἐγκαλῶ εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν· προστασίας γὰρ ἔργον ἐστὶν, ὥστε μὴ τῆς ἀρχῆς καὶ τῆς αὐθεντείας ἐφίεσθαι μόνον, ἀλλὰ τῆς προστασίας· ἐπεὶ καὶ Μώσης ἐπεθύμησε τοῦ πράγματος, ἀλλ’ οὐ τῆς ἐξουσίας, καὶ οὕτως ἐπεθύμησεν ὡς ἀκοῦσαι, “ τίς σε κατέ- “ στῆσεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” ἀνεπίληπτον δὲ εἶναι δεῖ, ὥστε εἴ τις σύνοιδεν ἑαυτῷ τινα ἁμαρτήματα, οὐ καλῶς ποιεῖ πράγματος ἐπιθυμῶν, οὗ διὰ τῶν ἔργων ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον. Μιᾶς γυναικὸς ἄνδρα. Οὐ νομοθετῶν τοῦτό φησιν· ὡς μὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνεσθαι, ἀλλὰ τὴν ἀμετρίαν κωλύων, ἐπειδὴ ἐπὶ τῶν Ἰουδαίων ἐξῆν καὶ δευτέροις ὁμιλεῖν γάμοις, καὶ δύο ἔχειν κατὰ ταὐτὸν γυναῖκας. τινὲς δὲ, ἵνα ἐκ μιᾶς γυναικὸς ᾖ, φασὶ τοῦτο εἰρῆσθαι. “ νηφά- “ λιον,” τουτέστι, διορατικὸν, μυρίους ἔχοντα πάντοθεν ὀφθαλμούς· πολλὰ γὰρ ἐστὶ τὰ συμπίπτοντα καὶ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα. Σώφρονα, κόσμιον, φιλόξενον. ταῦτα καὶ τῶν ἀρχομένων ἔχουσιν οἱ πολλοί· ἐπειδὴ δὲ δεῖ αὐτὸν καὶ τὰ τῶν ἀρχόντων ἔχειν, διὰ τοῦτο ἐπήγαγε, “ διδακτι- “ κόν·” μάλιστα γὰρ πάντων τοῦτο προσεῖναι δεῖ τῷ ταύτην τὴν ἀρχὴν ἐγκεχειρισμένῳ· “ μὴ πάροινον,” τουτέστιν, ὑβριστὴν, αὐθάδη. “ μὴ πλήκτην·” αἰνίττεται τοὺς πλήττοντας ἀκαίρως τῶν ἀδελφῶν τὴν συνείδησιν. “ ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ “ ἰδίου οἴκου καλῶς προιστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ “ πάσης σεμνότητος.” εἰ τοίνυν ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσμου μεριμνᾷν, πῶς, φησὶ, “ μιᾶς γυναικὸς ἄνδρα·” τινὲς μὲν οὖν φασὶν, ὅτι τὸν ἀπὸ γυναικὸς ᾐνίξατο· εἰ δὲ μὴ τοῦτο εἴη, ἔνεστιν ἔχειν γυναῖκα, ὡς μὴ ἔχοντα εἰναι. Θεόδωροσ δέ φησι, γελοιότατον παρὰ τοῖς πολλοῖς ἐστιν αὐτὸ φυλαττόμενον δῆθεν εὑρεῖν· εἰ μὲν γάρ τις εἴη σώφρων, ὡς δευτέραν ἀγόμενος γυναῖκα, τοῦτον οὐ προσίενται εἰς κλῆρον· εἰ δὲ βιώσας τις ὡς οὐ προσῆκε, μίαν ἠγάγετο κατὰ νόμον, οὗτος εἰς μέσον παράγεται· καὶ τοι τὸν μὲν δεύτερον γάμον τοῦ μακαρίου Παύλου σαφῶς ἐπιτρέψαντος γίνεσθαι, πάσης δὲ τῆς παρὰ τὸν νόμιμον γάμον κοίτης πορνείας οὔσης. σαφῶς καὶ παρίημι τέως ἐκεῖνο, ὅτι καὶ δύο γυναῖκας εἰληφότα σαφῶς νομίμους λέγω. βαπτίσαντες ἐπὶ τὸν κλῆρον παράγουσιν ἀδεῶς· καί τοι γε ἐπὶ τῶν λοιπῶν αὐτὸ φυλάττεσθαι δοκοῦντες, ὡς ἃν τοῦ βαπτίσματος ποιοῦντος αὐτὸν οὐκέτι εἶναι συνῳκηκότα δυσὶ γυναιξὶ, πολλάκις δὲ τοῦτο καὶ ἐπὶ τῶν καθόλου μοχθηρῶν διαπραττόμενοι, οἴονται κάλλιστα ποιεῖν, εἰ δὴ βαπτίζοντας τὸν ὅπως ποτὲ ἐζηκότα, ἐπὶ τὴν τοῦ κλήρου λειτουργίαν παράγοιεν, μηδὲν ἀρετῆς καὶ τῆς περὶ τὴν εὐσέβειαν ἐπιμελείας γνώρισμα ἐπαγόμενον. Ἵνα γὰρ σιωπήσω τοῦ βαπτίσματος τὴν αἰτίαν, ἐφ’ ᾗ δίδοται, πρὸς ἣν οὐδὲ ἀφορᾷν ἐθέλουσιν οἱ πολλοί· ἐκεῖνο γοῦν εἰδέναι αὐτοὺς ἐχρῆν, ὅτι ὁ μακάριος Παῦλος περὶ βίου νομοθετεῖ, καθ’ ὃν νομίζει δεῖν ἐζηκέναι τὸν ἐπίσκοπον, οὐ περὶ συγχωρήσεως διαλέγεται τῆς χάριτος προγινομένης τοῖς τὸ βάπτισμα εἰληφόσιν. εἰ γὰρ δὴ τοῦτο γίνεσθαι οὕτως καλὸν, περιττὴ πᾶσα ἡ νομοθεσία τοῦ Παύλου, συγχωρήσαντος καὶ τὸν ὅπως ποτὲ βιώσαντα βαπτίζοντα εὐθὺς εἰς κλῆρον ἄγειν, ὅπερ ἀπηγόρευται μὲν παρὰ τῷ Παύλῳ βουλομένῳ τὸν εἰς ἐπισκοπὴν ἀγόμενον μαρτυρίαν τινὰ τῆς ἑαυτοῦ καλοκαγαθίας ἀπὸ τοῦ παρελθόντος ἐπάγεσθαι βίου, ἤτοι πάντοτε γεγονότα τοιοῦτον, ἣ μεταμελείᾳ γοῦν δεικνύμενον, ὅτι δὴ b ἀπὸ τοῦ χείρονος ἐπὶ τὸν κρείττονα μετελήλυθε βίον, ὃ καὶ ἄμεινον εἰσόμεθα ἀπὸ τῶν ἑξῆς· γίνεται δὲ παρὰ πολλοῖς νυνὶ, ὥς τι καὶ μέγιστον διαπραττομένοις καλόν. Τὸ οὖν “ μιᾶς γυναικὸς ἄνδρα” τινὲς οὕτω ἐξέλαβον, ὃ καὶ ἔγωγε μᾶλλον ἀληθὲς εἶναι πείθομαι, ἐπειδὴ τότε πολλοὶ μὲν κατὰ ταὐτὸν δύο νομίμους εἶχον γυναῖκας, ὃ καὶ ἀπὸ τοῦ Μωσαϊκοῦ νόμου ποιεῖν αὐτοῖς ἐπετέτραπτο· πολλοὶ δὲ νομίμην ἔχοντες μίαν, ταύτῃ μὲν οὐκ ἠρκοῦντο, ἐκέχρηντο δὲ καὶ ἑτέραις ἤτοι παιδίσκαις ἑαυτῶν, ἣ καὶ εἰς τὰς τυχούσας πολλάκις ἀδεῶς ἁμαρτάνοντες· ὃ καὶ μέχρι τῆς δεῦρο γίνεται παρὰ τῶν οὐκ ἐπιμελομένων σωφροσύνης· τοῦτο εἰρηκέναι τὸν Παῦλον ἔφησαν, ὥστε τὸν τοιοῦτον εἰς τὴν ἐπισκοπὴν παράγεσθαι, ὃς ἀγαγόμενος γυναῖκα σωφρόνως ἐβίω μετὰ ταύτης, προσέχων αὐτῇ καὶ μέχρις αὐτῆς ὁρίζων τῆς φύσεως τὴν ὄρεξιν, ὡς εἰ τις οὕτω ζήσας, ἀποβαλὼν τὴν προτέραν νομίμως ἀγάγοιτο δευτέραν, τὸν αὐτὸν δὴ τρόπον βιοὺς καὶ μετὰ ταύτης, μὴ εἴργεσθαι αὐτὸν κατὰ τὴν τοῦ Παύλου νομοθεσίαν τῆς εἰς τὴν ἐπισκοπὴν παρόδου. τοῦτο εἰρῆσθαι παρὰ τοῦ μακαριωτάτου Παύλου νενοηκότας τινὰς, πάνυ γε ἀποδέχομαι, μάλιστα πάντων οὐ πειθόμενος ὅτι ὁ τὸν δεύτερον γάμον ὁμοίως ἐπιτρέψας τῷ πρώτῳ, εἰ νομίμως γίγνοιτο εἰς ἐπισκοπὴν παριέναι, τὸν τοιοῦτον ἐκώλυσεν ὁ γὰρ εἰπὼν, λέγω δὲ ταῖς ἀγάμοις καὶ ταῖς χήραις, καὶ ὁμοῦ συνάψας αὐτοὺς, καὶ ἕνα νόμον ἐξενεγκὼν, δῆλος ἦν ἕν τι ἀμφοτέρους ἡγούμενος· εἰκότως· τί γὰρ διαλάττει κατά γε τὴν τῆς φύσεως ὄρεξιν, ἣ καθόλου μὴ ἐσχηκέναι, ἣ ἐσχηκέναι μὲν, ἀποβεβληκότα δὲ οὖκ ἔχειν; ἐπεὶ καὶ συντυχίας τὸ τοιοῦτο μᾶλλόν ἐστιν ἣ γνώμης. ὁ μὲν γὰρ ἐσχηκὼς ἐπιπολὺ τὴν ἑαυτοῦ βιώσασαν γυναῖκα, ἀπέλαυσεν αὐτῆς ἐφ’ ὅσον ἐβούλετο· ὁ δὲ μετὰ βραχὺ πολλάκις αὐτὴν ἀποβαλὼν ἐξ ἀνάγκης ἐπὶ τὸν τῆς δευτέρας ἔρχεται γάμον. ἔστι δὲ ταῦτα συντυχίας οὐ γνώμης κατορθώματα· ἅπερ ἐξετάζων ὁ μακάριος δι’ ὅλου φαίνεται Παῦλος τὸν εἰς ἐπισκοπὴν παραγόμενον, μάλιστα ἀπὸ τοιούτων γνωρίζεσθαι δεῖν ἡγούμενος. ἐπεὶ καὶ γέλοιον νομίζειν Παῦλον νόμους τιθέναι, μὴ γνώμην δοκιμάζοντα, ἀλλ’ ἀπὸ τῆς συντυχίας τὴν διάκρισιν ἐργαζόμενον. εἰ γάρ τις ἐκεῖνο λέγοι ὅτι μικρὰ καὶ τῆς συντυχίας φροντίσας πλείονος τῆς ἀκριβείας ἐπιμελόμενος ἐπὶ τοῦ ἐπισκόπου ἐνόμισεν αὐτὸν ὅπως ποτὲ μιᾷ δεῖν κεκοινωνηκότα γυναικὶ, ἀκουέτω, ὅτι κατὰ τοῦτον τὸν λόγον οὐδὲ μετὰ βαπτίσματος τοιοῦτον παραγενέσθαι δίκαιον ἦν· οὐ γὰρ δὴ τὸ βάπτισμα ἣ οὐκ εἶναι αὐτὸν δυσὶν κεκοινωνηκότα ποιεῖ γυναιξὶν, ἣ παρὰ πᾶσιν ὡς μιᾷ κεκοινωνηκότα ὑπολαμβάνεσθαι, πολλῷ δὲ πλέον τὸν μιᾷ μὲν συγγεγονότα κατὰ τὴν νόμιμον συνάφειαν, πολλαῖς δὲ ἑτέραις ἀκολάστως συμπλακέντα· καὶ πρόδηλον ἐπὶ τῷ τοιούτῳ γεγονότα βίῳ εἰς τὴν ἐπισκοπὴν παράγεσθαι οὐχ ὅσιον κατά γε τὸν αὐτὸν λόγον, διὰ τὸ τοῦ βαπτίσματος τετυχηκέναι. εἰ γὰρ δὴ τὸν νομίμως δυσὶ συμπλακέντα σωφρόνως τε αὐταῖς συνεζηκότα προθέσει γνώμης, φάσκοιεν δι’ ἀκρίβειαν ἐπὶ τὴν ἐπισκοπὴν οὐκ εἶναι δεκτὸν, πολλῷ πλέον τὸν καὶ ἀκολάστως βιώσαντα οὐ θεμιτὸν ἐπὶ τοῦτο προάγεσθαι, ἐπειδὴ τοῦ βαπτίσματος αὐτῷ τυχεῖν ἐγένετο. καὶ ταῦτα μὲν εἰρήσθω περὶ τοῦ μιᾶς γυναικὸς ἄνδρα, οὗ δὴ τὴν ἑρμηνείαν σαφέστερον εἰπεῖν ἀναγκαῖον ἡγησάμεθα μικρὰ τῆς κρατούσης παρὰ τοῖς πολλοῖς φροντίσαντες συνηθείας. καὶ ταῦτα μὲν Θεόδωρος ἄντικρυς τοῖς ἐναργέσι μαχόμενος, τῇ τε ἐκκλησιαστικῇ παραδόσει καὶ πάσαις ταῖς συνόδοις· πρὸς ἃ δυνήσεταί τις ἀντειπεῖν, καιροῦ καλοῦντος. (Ἰωάννου Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησί· διὰ τι γὰρ μὴ εἶπες, δεῖ δὲ τὸν ἐπίσκοπον Ἄγγελον εἶναι, ὦ μακάριε Παῦλε, καὶ μηδενὶ ἀνθρωπίνῳ πάθει ὑποκεῖσθαι ; ἐκεῖνα τὰ μεγάλα ἃ ὁ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους ἔχειν δεῖ ἐσταυρῶσθαι καὶ ἐν ταῖς χερσὶν ἔχειν τὴν ψυχήν· ὃ καὶ ὁ Χριστὸς εἶπεν, “ ὁ “ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων ὁμοίως ὅπερ ἀλλαχοῦ τοῖς κοσμικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπισκόπῳ οὐκ ἐπιτάττεις; τί δὲ ἐκείνοις φησι; “ νεκρώσατε τὰ “ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς·” καὶ πάλιν· “ οἱ δὲ τοῦ Χριστοῦ “ τὴν σάρκα ἐσταύρωσαν·” τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρηκεν ; ὅτι ὀλίγους ἐνῆν τοιούτους εὑρεθῆναι, ἐπισκόπων δὲ δεῖ πολλῶν, καὶ καθ’ ἑκάστην πόλιν· τίς οὖν ἐνεδρεύεσθαι ἔμελλε τὰ τῶν ἐκκλησιῶν; διὰ τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην τὴν ἄνω τὴν ὑψηλήν. Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Εδει γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα· τίς γὰρ πιστεύσειεν ὅτι τὸν ἀλλότριον ὑποτάξειεν, ὁ τὸν υἱὸν μὴ ὑποτάξας; τί ἰδίου οἴκου φησὶ, καλῶς προιστάμενον, τοῦτο καὶ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονομικὸς καὶ πολιτικὸς ἂν γένοιτο ταχέως· ὁ τοίνυν ἑαυτοῦ οἶκον καλῶς οἰκονομήσας, πῶς τὰ τῆς ἐκκλησίας οἰκονομῆσαι δυνήσεται; “ μὴ νεόφυτον.” οὐ τὸν νεώτερον ἐνταῦθα λέγει, ἀλλὰ τὸν νεοκατήχητον· εἰ γὰρ πρὶν ἢ γενέσθαι μαθητὴς, διδάσκαλος γένοιτο, ταχέως καὶ εἰς ἀπόνοιαν αἴρεται· διὰ τοῦτο ἐπήγαγεν, “ ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου,” τουτέστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε· δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου· μέλλει γὰρ ὀνειδίζεσθαι παρ’ αὐτῶν· διὰ τοῦτο εἶπε “ μιᾶς γυναι- “ κὸς ἄνδρα·” καίτοι ἀλλαχοῦ λέγων, “ θέλω πάντας ἀνθρώπους “ εἶναι ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ·” ἵνα οὖν μὴ εἰς στενὸν περικλείσῃ τὸ πρᾶγμα, ἐὰν ἠκριβωμένην ἀρετὴν ἀπαιτήσῃ, διὰ τοῦτο συμμεμετρημένην ἐζήτησεν ἀρετήν· τι οὖν ἃν μαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, μὴ ᾖ δὲ τοιοῦτος; μάλιστα μὲν οὖν δύσκολον τοῦτο· ἀγαπητὸν γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν δόξαν παρὰ τοῖς ἐχθροῖς· νῦν δὲ οὐδὲ τοῦτο μόνον εἴασεν, ἀλλὰ προσέθηκε· “ δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν,” τουτέστι, μετὰ τῶν ἄλλων καὶ ταύτην. εἰς παγίδα δὲ πῶς ἐμπίπτει ; τοῖς αὐτοῖς ἁμαρτήμασι πολλάκις περιπίπτων, οἷς κἀκεῖνοι· εἰ γὰρ εἴη τοιοῦτος, ταχέως αὐτὸν ἀναιροῦσιν ἐκεῖνοι. εἰ δὲ τὴν παρ’ ἐχθρῶν δεῖ μαρτυρίαν ἔχειν, πολλῷ μᾶλλον καὶ τὴν παρὰ τῶν φίλων. ὅτι γὰρ οὐκ ὄι κακῶς ἀκοῦσαι τὸν ἀνεπιλήπτῳ βίῳ κεχρημένον, ἄκουε τοῦ Χριστοῦ λέγοντος, “ λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν “ ἀνθρώπων, ὅπως ἴ’ δῶσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν “ πατέρα ὑμῶν τὸν ἐν. τοῖς οὐρανοῖς·” ἀλλὰ δογμάτων ἕνεκεν, πολλάκις ἃν αὐτοὺς διαβάλλουσιν Ἕλληνες, βίου δὲ ὀρθοῦ οὐκ ἃ, ἐπιλάβοιντο. Διακόνους ὡσαύτως σεμνούς. Διαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν, τίνων δὲ ἀπέχεσθαι χρὴ, καὶ τὸ τῶν πρεσβυτέρων τάγμα ἀφεὶς, εἰς τοὺς διακόνους μετεπήδησε; τί δήποτε; ὅτι οὐ πολὺ τὸ μέσον· καὶ γὰρ αὐτοὶ διδασκαλίαν εἰσὶ, ἀναδεδεγμένοι, καὶ προστασίαν τῆς ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκοπων εἶπεν, ταῦτα καὶ περὶ πρεσβυτέρων ἁρμόττει· τῇ γὰρ χειροτονίᾳ μόνον αὐτῶν ἀναβεβήκασι, καὶ τούτῳ μόνῳ δοκοῦσι πλεονεκτεῖν τοὺς πρεσβυτέρους· τὸ παλαιὸν δὲ ἀμφοτέραις ταύταις ἐκαλοῦντο ταῖς προσηγορίαις οἱ πρεσβύτεροι, καὶ τοῦτο ἐπεσημηνάμεθα καὶ ἐν τῇ πρὸς Φιλιππησίους, ἔνθα γράφων φησὶ, “ σὺν ἐπισκόποις καὶ διακόνοις·” δῆλον γὰρ ὡς οὐκ ἐνῆν ἐπισκόπους μιᾶς πόλεως πλείους εἶναι· ἄμεινον δὲ ἐν τοῖς πρὸς Τίτον γεγραμμένοις αὐτὸ γνοίη τις ἄν. εἰπὼν γὰρ “ ἵνα καταστήσῃς “ πρεσβυτέρους ὡς ἐγὼ σοὶ διεταξάμην,” καὶ προστεθεικὼς οἵους, ἐπάγει· “ δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκο- “νόμον,” δέο, εἴπερ ἅ τὸν πρεσβύτερον εἰπεῖν, ἀλλὰ σαφῶς τὸν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ὀνομάζων. Τί δὴ τοῦτό ἐστιν ; ἄξιον γὰρ μὴ παραλιπεῖν τὴν αἰτία, τῆς ἐναλλαγῆς τῶν ὀνομάτων· καὶ τίνος ἕνεκεν τὰ ὀνόματα διακέκριται νῦν καὶ οὔτε ὁ ἐπίσκοπος λεχθείη ἃν πρεσβύτερος, οὔτε ὁ πρεσβύτερος δέξεται ἄν ποτε τὴν τοῦ ἐπισκόπου ὀνομασίαν, μέχρις ἃν πρεσβύτερος ᾐ τὸ παλαιὸν ὀλίγων ὄντων τῶν εὐσεβῶν, πρεσβύτεροι ἁπανταχόσε καθίσταντο. τοῦτο μὲν ἀπὸ τῆς τιμῆς ὀνομαζόμενοι, ὡς καὶ παρὰ Ἰουδαίοις πρεσβύτεροι οἱ τοῦ λαοῦ προηγούμενοι ἐλέγοντο, καλούμενοι δὲ καὶ ἐπίσκοποι, ἀφ’ οὗπερ μετῄεσαν καὶ ἔργου, τῷ μάλιστα πᾶσι ἐπισκοπεῖν, καὶ τὴν ἁπάντων οἰκονομίαν ἐγκεχειρίσθαι· καὶ γὰρ ὁλοτελῆ τῆς ἐκκλησιαστι- κῆς διοικήσεως τὴν αὐθεντείαν εἶχον τότε, καὶ πάντα ἀπήρτητο τῆς αὐτῶν γνώμης. τοῦτο δὲ ἔνεστι καὶ παρὰ τῷ Λουκᾷ μαθεῖν ἀκριβῶς, ὃς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων λέγει μὲν ἀποστείλαντα τὸν Παῦλον εἰς τὴν Ἔφεσον κεκληκέναι τοὺς πρεσβυτέρους· τίθησι δὲ αὐτοῦ τὴν πρὸς τοὺς παραγεγονότας διάλεξιν, ἐν οἷς ὁ Παῦλος οὕτως φησί· “ προσέχετε οὑν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν “ ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν “ ἐκκλησίαν τοῦ Θεοῦ.” προδήλως οὓς αὐτὸς ὠνόμασε πρεσβυτέρους, τούτους ἐπισκόπους εἰπὼν ὑπὸ τοῦ Παύλου κεκλῆσθαι. οἱ δὴ τὴν τοῦ χειροτονεῖν ἐξουσίαν ἔχοντες, οἱ νῦν ὀνομαζόμενοι ἐπίσκοποι, οὐ μιᾶς ἐκκλησίας γινόμενοι, ἀλλ’ ἐπαρχίας ὅλης ἐφεστῶτες, στῶτες, τῷ τῶν Ἀποστόλων ἐκαθοῦντο προσηγορίᾳ, οὕτως ἁπάσῃ τῇ Ἀσίᾳ τὸν Τιμόθεον ἐπέστησεν ὁ μακάριος Παῦλος, καὶ τῇ Κρήτῃ τὸν Τίτον. δῆλον δὲ ὅτι καὶ ἑτέρους ἐπαρχίαις ἑτέραις κατὰ μέρος ἐπέστησεν, ὡς ἕκαστος ὅλης τῆς ἐπαρχίας τὴν φροντίδα ἀναδεχόμενος ἐκπεριῄει τὰς ἐκκλησίας ἁπάσας, τοὺς πρὸς τὴν ἐκκλησιαστικὴν λειτουργίαν λείποντας προχειριζόμενος, τὰ χαλεπώτερα τῶν παρ’ αὐτοῖς διαλύων λόγοις διδασκαλίας, αὐτοὺς ἐπανορθῶν, τὰ βαρύτερα τῶν ἁμαρτημάτων ἐξιώμενος, καὶ ὅλως ἅπαντα ποιῶν ὅσα εἰκὸς ἦν ἄνδρα ποιεῖν ἡγούμενον, ἁπασῶν τῶν πόλεων τότε ἐχουσῶν τοὺς νῦν ὀνομαζομένους ἐπισκόπους, τότε δὲ Άποστόλους, ὅπερ εἰσὶ νῦν τῇ τε πόλει καὶ τῇ χώρᾳ, ἐφ’ ᾑπερ τὴν κατάστασιν δέχονται. καὶ τότε μὲν τοῦτον εἶχον τὸν τρόπον τὰ κατὰ τὴν ἐκκλησίαν. Ἐπειδὴ δὲ πολλὴ μὲν ἡ τῆς εὐσεβείας ἐπίδοσις ἐγένετο, μέ- γισται δὲ οὐ πόλεις μόνον, ἀλλὰ καὶ χῶραι τῶν πεπιστευκότων ἦσαν τῶν τε μακαρίων ἀπογενομένων Ἀποστόλων, οἱ μετὰ τοῦτο εἰς τὴν καθόλου προβαλλόμενοι ἐπιστασίαν, οὐκέτι τοῖς προτέροις ἐγίνοντο ὅμοιοι, οὐδὲ τὴν ἀπὸ τῶν θαυμάτων μαρτυρίαν ἴσην ἔχειν ἠδύναντο, τυχὸν δὲ καὶ ἐν ἑτέροις πλείστοις ἐλαττούμενοι ἐκείνων ἐφαίνοντο, βαρὺ νομίσαντες τὴν τῶν Ἀποστόλων ἔχειν προσηγορίαν, διείλοντο τὰς ὀνομασίας· καὶ τὸ μὲν τοῦ πρεσβυτέρου καταλελοίπασι τοῖς πρεσβυτέροις, τὸ δὲ τοῦ ἐπισκόπου τεθείκασιν τῷ τὴν τοῦ χειροτονεῖν ἐξουσία, ἔχοντι, ὡς ἃν τὴν καθόλου ἐπιστασίαν ἐγκεχειρισμένου. ἐγένοντο δὲ καὶ πλείους διὰ μὲν τὴν χρείαν τὸ πρῶτον, ὕστερον δὲ καὶ ὑπὸ φιλοτιμίας τῶν ποιούντων, ἐν ἀρχῇ μὲν, δύο κατ’ ἐπαρχίαν γινομένων ἣ τριῶν τὸ πλεῖστον. τοῦτο δὲ ἐπὶ τῆς δύσεως οὐ πρὸ πολλοῦ μὲν ἐν πλείσταις ἦν, ἐν ἐνίαις δὲ καὶ ἄχρι τῆς δεῦρο πεφυλαγμένον εὕροι τις ἄν. τοῦ δὲ χρόνου προβαίνοντος, οὐ κατὰ πόλιν γινομένου μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τόπον, ἐν ᾧτ’ μηδὲ χρεία ἦν εἰς ταύτην τινὰ τὴν λειτουργίαν προβάλλεσθαι καταναγκάζουσα. Ἰωάννου Χρυσοστόμου. Διακόνους ὡσαύτως τὰ αὐτὰ, φησὶν, ἔχοντας, οἷον, τὸ ἀνεπίληπτον, τὸ σώφρονας εἶναι, τὸ φιλοξένους, τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους, σεμνοὺς, μὴ διλόγους, τουτέστι μὴ ὑπούλους, μὴ δολεροὺς, μὴ οἴνῳ, φησὶ, πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· “ ἔχοντας τὸ μυστήριον τῆς “ πίστεως, ἐν καθαρᾷ συνειδήσει.” ἰδοὺ ἐσήμανε τί ἐστι ἀλήπτους εἶναι· ὅρα δὲ, πῶς τὸ μὴ νεόφυτον καὶ ἐνταῦθα τίθησι· τὸ γὰρ εἰπεῖν “ καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον,” ὡς καὶ περὶ τοῦ ἐπισκόπου τούτου εἰρημένου αὐτῷ, οὕτως τὸν σύνδεσμον τὸν “ καὶ” ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. διὰ τοῦτο εἴρηται καὶ ἐκεῖ, τὸ μὴ νεόφυτον. “ γυναῖκας ὡσαύτως διακόνους,” φησὶ, “ σεμνὰς, μὴ διλόγους, νηφαλίας, πιστὰς ἐν πᾶσιν.” τινὲς ἁπλῶς περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν· οὐκ ἔστιν δέ· τι γὰρ ἐβούλετο μεταξὺ τῶν εἰρημένων παρεμβαλεῖν τι περὶ γυναικῶν, ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν, φησὶ, διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες· ταῦτα καὶ περὶ γυναικῶν διακόνων ἁρμόττει εἰρῆσθαι· σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιμον καὶ κόσμιον ἐν τῆ ἐκκλησίᾳ· ὅρα δὲ πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν. τέκνων καλῶς προἱστάμενοι, καὶ τῶν ἰδίων οἴκων. οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῆ ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ τίθησι τὴν τῶν τέκνων προστασίαν, ἴνα μὴ ἄπο τούτου οἱ λοιποὶ σκανδαλίζωνται· “ οἱ γὰρ καλῶς,” φησὶ, “ δια- “ κονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, ” τουτέστι, προκοπὴν, “ καὶ παρρησίαν πολλὴν τὴν ἐν πίστει, ” οἱ ἐν τοῖς κάτω δείξαντες ἑαυτοὺς διεγηγερμένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται, φησίν. Θεοδώρου. Ἐκεῖνο δὲ προσθεῖναι ἄξιον ὅτι μὴ δεῖ εἰ μήτε [ὑπὸ] διακόνων ἐμνήσθη, μήτε ἀναγνωστῶν· τῶν γὰρ ἐν τῇ τῆς ἐκκλησίας λειτουργίᾳ βαθμῶν ἔξωθεν μᾶλλον οὗτοι εἰσι, διὰ τὴν χρείαν ἐπινοηθέντες ὕστερον, ἣν διὰ τὸ τῶν πεπιστευκότων πλῆθος λοιπὸν δι’ ἑτέρων πληροῦσθαι ἠναγκάσθη· ὅθεν οὐδὲ νενόμισται αὐτοὺς πρὸ τοῦ θυσιαστηρίου τὴν χειροτονίαν δέχεσθαι, ἐπεὶ μηδὲ αὐτῷ ὑπηρετοῦνται τῷ μυστηρίῳ, ἀλλ’ οἱ μὲν τὴν ἀνάγνωσιν ἐκτελοῦσιν, οἱ δὲ ἔνδον τὰ πρὸς τὴν τῶν διακόνων ὑπηρεσίαν εὐτρεπίζουσιν, ἐπιμελόμενοι καὶ τῶν ἐκκλησιαστικῶν φώτων. ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος. καὶ ἑδραίωμα τῆς ἀληθείας. Ἰωάννου Χρυσοστόμου. Ἵνα μὴ τῷ περὶ τούτων αὐτὸν διατάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησὶν, οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ’ ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί· μὴ θαυμάσῃς δὲ, εἰ Πνεύματι πάντα προορῶν ἠγνόει τοῦτο· ἐπειδὴ γὰρ Πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει· “ ἵνα εἰδῇς,” φησὶ, “ πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφε- “ σθαι,” οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαἱκός· τοῦτο γάρ ἐστι τὸ συνέχον τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειά ἐστι τῆς ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωμα. (Θεόδωροσ.) Ἄλλος δέ φησιν· ἐκκλησίας, οὐ τοὺς λέγει τοὺς εὐκτηρίους κατὰ τὴν τῶν πολλῶν συνήθειαν, ἀλλὰ τῶν πιστῶν τὸν σύλλογον, ὅθεν καὶ στῦλον αὐτὴν καὶ ἑδραίωμα τῆς ἁληθείας ἐκάλεσεν, ὡς ἃν ἐν αὐτὴ τῆς ἀληθείας τὴν σύστασιν ἐχούσης. Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύματι. Τουτέστιν, ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. μὴ μοὶ εἴπῃς τοὺς κώδωνας, μηδὲ τὰ ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στῦλος ἐστὶ τῆς οἰκουμένης ἡ ἐκκλησία· ἐννόησον τὸ μυστήριον, καὶ φρίξον· ἀναμφίβολον γάρ ἐστιν, ἐπειδὴ περὶ ἱερέων διαταττόμενος οὐδὲν τοιοῦτον εἰπεν, οἷον ἐν τῷ Λευιτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα· ὅτι “ ἐφανερώθη ἐν σαρκὶ,” δημιουργὸς ὤν· ὄντως μέγα τὸ μυστήριον, πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη καὶ ἐπιστεύθη τοῦτο· μὴ γὰρ νομίσῃς ἁπλῶς ῥήματα εἰναι ψιλὰ, ὤφθη φησὶν, ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ἣ ὅτι δόλον οὐκ ἐποίησεν, ὅπερ ὁ προφήτης λέγει, “ ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ “ στόματι αὐτοῦ,” ἣ τοῦτο λέγει, “ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν “ τέκνων αὐτῆς.” “ ὤφθη Ἀγγέλοις·” ὥστε καὶ Ἄγγελοι μεθ’ ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ πρότερον οὐχ ὁρῶντες· ὄντως μέγα τὸ τῆς εὐσεβείας μυστήριον. Ἀλλοσ δέ φησιν· ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι, ὅμοιόν ἐστι τοῦτο τῷ “ ὅπως ἃν “ δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σε.” τοῦ γὰρ Πνεύματος τὰ σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀνθρώπων ἐληλυθὼς, “ ὤφθη Ἀγγέλοις·” ἔδειξε διὰ τούτου, ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ Ἀγγέλοις. ὤφθη δὲ αὐτοῖς διὰ τῆς σηκὸς, “ ἀνελήφθη ἐν δόξῃ,” ἐπὶ νεφελῶν, φησί. Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις. Ἐπισυνῆψε ταῦτα τοῖς περὶ τοῦ Χριστοῦ λόγοις, οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ τοὺς αὐτοὺς ἠπίστατο ἔσεσθαι τοὺς περί τε γάμων καὶ βρωμάτων ἐκεῖνα ἀναιροῦντας, καὶ τὸ ἀνειλῆφθαι σάρκα παρὰ τοῦ Θεοῦ Λόγον μέλλοντας ἀναιρεῖν, εἰκότως αὐτὰ ἐκείνοις συνέπλεξε· πάντας γὰρ τούτους ὁμοίως ἀμφότερα εὑρήσειας τηροῦντας. “ ἀποστήσονταί τινες τῆς πίστεως·” περὶ Μανιχαίων καὶ Εγκρατητῶν καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν ἐργαστηρίου τοῦ τοιούτου, ταῦτά φησιν· ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι ; τι δὲ ἐστὶ “ ῥητῶς;” φανερῶς, σαφῶς. μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεως τινὲς ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς, ὅτε χαλεπώτερον αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσωνται, οὐ μέχρι βρωμάτων, ἀλλὰ καὶ γάμων καὶ πάντων τῶν τοιούτων τὴν ὀλεθρίαν συμβουλὴν εἰσάγοντες· πνεύματα δὲ πλάνα ἐκάλεσεν αὐτούς. εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούμενοι ταῦτα ἐφθέγξαντο. Καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν. Ἀντὶ τοῦ αὐτὰ ἃ ψεύδονται, οὐ παρ’ ἄγνοιαν, οὐδὲ οὐκ εἰδότες, ἀλλ’ ὑποκρινόμενοι ψεύδονται· εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασμένοι, τουτέστι πονηροῦ ὄντες βίου. Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν, μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν ; ᾐνίξατο αὐτὰς, εἰπὼν “ πνεύμασι πλάνοις, διδασκαλίαις δαιμονίων· ” οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα, ἀλλ’ ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ “ τῶν βρωμάτων, ἃ “ ὁ Θεὸς,” φησὶν, “ ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς·” πῶς τοῖς ἀπίστοις οὔ; νόμοις γὰρ ἑαυτοὺς τούτων ἀπείργουσι καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦτο τοῦ μεταλαμβάνοντος. τίνος οὖν ἕνεκεν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε; τὴν πολλὴν ἐκκόπτων τρυφήν· εἰ γὰρ κτίσμα Θεοῦ, καλόν· πάντα γὰρ καλὰ λίαν. καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν, τῶν τὴν ἀγέννητον ὕλην εἰσαγόντων, καὶ ἐκείνης ταῦτα λεγόντων εἶναι· οὐκοῦν τι ἐστι τὸ “ ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως ” δηλονότι ἀκάθαρτον ὃν ἁγιάζεται. οὐ τοῦτο, ἀλλ’ ἐνταῦθα πρὸς ἐκείνους φησὶ τοὺς κοινὰ τινὰ νομίζοντας ἐξ αὐτῶν εἶναι. δύο τοίνυν τίθησι κεφάλαια, ἒν μὲν ὅτι οὐδὲν κτίσμα κοινὸν, δεύτερον δὲ, εἰ καὶ γένοιτο κοινὸν, ἀλλ’ ἔχει τὸ φάρμακον σφράγισον, εὐχαρίστησον, καὶ πᾶσα ἀκαθαρσία ἀπέστη· οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνάμεθα καθαίρειν; ναὶ, ἐὰν μὴ εἰδῇς ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ· οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ’ ὅτι προσταχθεὶς μὴ κοινωνεῖν, δαιμονίοις ἐκοινώνησας δι’ ἐκείνων. Ταῦτα ὑποθέμενοι τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας, ἧ παρηκολούθηκας. ταῦτα ποῖα; ἅπερ εἶπον, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι δαιμονίων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται· διέστησε δὲ λόγον διδασκαλίας· διδασκαλία μὲν γάρ ἐστιν, ὅταν τὰ κείμενα λέγῃ ἁπλῶς· λόγος δὲ, ὅταν καὶ τὰς αἰτίας παριστᾷ καὶ τῶν νοημάτων τὴν δύναμιν ἐξαπλοῖ.