ΚΕΦ. Δ. Περὶ εὐχῆς, ὅτι ὑπὲρ πάντων, ὅτι πανταχοῦ ἀκάκως, ἀταράχως, σεμνῶς. Παρακαλῶ οὖν πρῶτον ἁπάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάση εὐσεβείᾳ καὶ σεμνότητι. Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ὁ ἱερεὺς, πάντων τοίνυν ἄξιον αὐτὸν κήδεσθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧτ’ ἱερᾶται. δύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξωθεν ἔχομεν, καταλύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν δυνήσεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται, αὐτοί τε ἐκεῖνοι βελτίονες γόνονται, τότε εὐχὰς ὑπὲρ αὐτῶν γίνεσθαι, τῷ τε μὴ ἐκθηριοῦσθαι πρὸς ἡμᾶς. τί δέ ἐστι τὸ “ πρῶτον ἁπάντων; ” τουτέστιν ἐν τῇ λατρείᾳ τῇ καθημερινῇ. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ὑπὲρ ἁπάντων οὐ πάντων εἶπεν, ἀλλὰ τῶν πιστῶν· τί οὖν ὅταν λέγῃ ὑπὲρ βασιλέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖς ἦσαν βασιλεῖς, ἀλλὰ μέχρι πολλοῦ διῆλθον, ἀσεβεῖς διαδεχόμενοι· εἶτα ἵνα μὴ κολακεία τὸ πρᾶγμα ᾖ, προλαβὼν εἶπεν, “ ὑπὲρ πάντων,” καὶ τότε “ ὑπὲρ βασι- “λέων·” εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, εἴγε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων καιρῷ δεῖ δεήσεις προσφέρειν, τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δόξῃ τὴν παραίνεσιν· “ ἵνα ἤρεμον καὶ ἡσύχιον,” φησὶ, “ βίον “ διάγωμεν,” τουτέστιν ἡ ἐκείνων σωτηρία, ἡμῶν ἀμεριμνία ὑπάρχει· εἰ γὰρ μὴ ἐσώζοντο, μηδὲ εὐδοκίμουν ἐν τοῖς πολέμοις, ἀνάγκη καὶ τὰ ἡμέτερα ἐν ταραχαῖς εἶναι καὶ θορύβοις· δεῖ δὲ, φησὶ, καὶ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, οἷον, “ ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, “ καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.” ὁ γὰρ ἀναγκαζόμενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, καὶ φιλεῖν αὐτοὺς ἀναγκάζεται· εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν. καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκονομεῖ. “ ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ “ καὶ σεμνότητι.” ἠρεμίαν λέγει καὶ ἡσυχίαν, καὶ τὴν ἀπὸ τῶν πονηρῶν λογισμῶν· συντελεῖ δὲ πρὸς ταύτην, καὶ ἡ κοινὴ εἰρήνη. εἰ δέ τις ἡσυχίας οὔσης ταράττεται, σφόδρα ἄθλιός ἐστιν· οὗτος γὰρ ὁ πόλεμος τῶν ἄλλων ἐστὶ χαλεπώτερος· καὶ διὰ τοῦτο προσέθηκεν, “ ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.” μὴ τοίνυν φοβηθῇς ὑπὲρ Ἑλλήνων εὐχόμενος· εἰ δὲ ὑπὲρ Ἑλλήνων εὔχεσθαι χρὴ καὶ ὑπὲρ αἱρετικῶν, δηλονότι ὑπὲρ πάντων ἀνθρώπων εὔχεσθαι δεῖ, οὐ διώκειν πολλοὶ γὰρ τῶν ἀνθρώπων διὰ φιλονεικίαν τὴν πρὸς ἀνθρώπους ἀπέστησαν τοῦ Θεοῦ. εἰς ἐπίγνωσιν δὲ, φησὶν, ἀληθείας, τῆς εἰς αὐτὸν πίστεως· ἐπειδὴ προλαβὼν εἶπε, παράγγελε μὴ ἑτεροδιδασκαλεῖν, ἵνα μὴ ὡς ἐχθροῖς αὐτοῖς προσέχῃ, μηδὲ μάχας ἀπὸ τούτου πλέκῃ· τι φησι; “ πάντας ἀνθρώπους θέλει “ σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.” τί δὴ τοῦτο, ἐπήγαγεν, “ εἷς γὰρ Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων. εἰπεν “ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν,” δεικνὺς ὅτι οὐκ ἔστιν ἡ οἰκουμένη ἐν ἀληθείᾳ· καὶ πάλιν “ εἷς Θεὸς,” οὐ πολλοὶ, καθὼς οὗτοι νομίζουσι, δεικνὺς ὅτι θέλει σωθῆναι πάντας. εἶπεν ὅτι καὶ μεσίτην τὸν ΥἹὸν ἔπεμψε· τί οὖν; ὁ Υἱὸς οὐ Θεός; καὶ σφόδρα· πῶς οὖν, φησὶν, εἷς ; πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ὁ λόγος ἦν αὐτῷ· ὁ δὲ μεσίτης ὀφείλει ἀμφοτέροις κοινωνεῖν ὧ,. ἐστι μεσίτης· εἰ τοίνυν μὴ ἔχεται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης ἀλλ’ ὑπεσχοίνισται· ὥσπερ γὰρ τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀνθρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο· ἐπειδὴ γὰρ δύο φύσεων μέσος γέγονεν, ἐγγὺς τῶν δύο φύσεων αὐτὸν εἰναι δεῖ. ὥσπερ οὑν ἄνθρωπος γέγονεν, οὕτω καὶ Θεὸς ἦν. ὥσπερ ἐκεῖ, φησὶν, “ εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος “ Ἰησοῦς Χριστὸς,” οὕτω καὶ ἐνταῦθα εἷς καὶ εἷς· οὐ τίθησι γὰρ δύο, ἐπειδὴ περὶ πολυθεΐας διελέγετο. Ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. Καὶ ὁ μὲν Χριστὸς ἀπέθανε καὶ ὑπὲρ Ἑλλήνων, σὺ δὲ εὔξασθαι οὐκ ἀνέχῃ; πῶς οὖν, φησὶν, οὐκ ἐπίστευσαν; ὅτι οὐκ ἠθέλησαν· τὸ δὲ ἑαυτοῦ μέρος ἐγένετο, τὸ μαρτύριον δὲ τὸ πάθος, φησίν· ἦλθε γὰρ μαρτυρήσων τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφάγη, ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ μαρτυρεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς τῷ Πατρί. μέχρι θανάτου τοίνυν ἐμαρτύρησε· “ καιροῖς ἰδίοις,” τουτέστι τοῖς προσήκουσι. Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος· ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ. Ἐν πίστει πάλιν, ἀλλὰ μὴ νομίσῃς ἐπειδὴ ἐν πίστει ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστιν. ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων ἐγίνοντο· “ ὁ δοὺς ἑαυτὸν “ ἀντίλυτρον·” πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός ; ἄρα τῆς αὐτοῦ ἀγαθότητος γέγονεν· ἀντίλυτρον τί ἐστιν; ἔμελλε τιμωρεῖσθαι αὐτοὺς, ἀπόλλυσθαι ἔμελλον, ἀλλ’ ἀντ’ ἐκείνων τὸν αὐτοῦ ἔδωκεν Υἱὸν ὥστε κηρύττειν τὸν σταυρόν. ἱκανὰ ταῦτα ἐπισπάσασθαι πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ. βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλο- γισμων. Καὶ πῶς ὁ Κύριός φησι “ σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς “ τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι·” ὁ δὲ Παῦλος, “ βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ;” ἀλλ’ οὐκ ἔστιν ἐναντίον ἐκείνοις τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συνᾷδον· πῶς καὶ τίνι τρόπῳ; δεῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, “ εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ εὔχεσθαι, καὶ ἐν ἄλλῳ μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ’ ἐν τῷ ταμιείῳ μόνον. τὸ κενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστὸς, μὴ λάθρα, φησὶν, ἁπλῶς, ἀλλὰ κεκρυμμένως τὰς εὐχὰς ποιοῦ, ὥσπερ καὶ ἐπὶ τῆς ἐλεημοσύνης “ μὴ γνώτω ἡ ἀριστερὰ τι ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν διαλέγεται ἁπλῶς, ἀλλὰ τὴν ὑπερβολὴν τῆς κενοδοξίας παρέστηκε· οὕτω δὴ καὶ ἐνταῦθα τοῦτο αἰνίττεται· οὐ τοίνυν εἰς τὸν τόπον περιώρισε τὴν εὐχήν. ὁ δὲ Παῦλος πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς ταῦτά φησι οὐδὲ γὰρ ἐχρῆν ἀλλαχοῦ προσιέναι τῷ Θεῷ καὶ θύειν τοὺς Ἰουδαίους, ἀλλ’ εἰς ἕνα τόπον. “ χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.” τίς γὰρ εὐχόμενος ὀργίζεται; τουτέστι, χωρὶς μνησικακίας καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, πάθους παντὸς ἀπηλλαγμένη καὶ διαλογισμοῦ· οὐ δεῖ γὰρ ὅλως ἀμφιβάλλειν, ὅτι ἀκουσθησόμεθα, καὶ τὸ “ ἀφίετε δὲ, “ καὶ ἀφεθήσεται ὑμῖν,” τοῦτό ἐστι “ χωρὶς ὀργῆς καὶ διαλο- “ γισμοῦ·” “ ὁσίας χεῖρας,’· καθαρὰς πάσης ἁμαρτίας, ἐλεημοσύνας ἐργαζομένας· ἃν γὰρ οὕτως προσίῃς πάντως ἐπιτεύξῃ τῆς αἰτήσεως· “ ὡσαύτως καὶ τὰς γυναῖκας,” μὴ ταῖς ἐπιθυμίαις “ ταῖς ἑαυτῶν ἐξακολουθεῖν·” ὁσίους χεῖρας καὶ τὰς γυναῖκας ἔχειν φησί. Μετὰ αἰδοῦς καὶ σωφροσύνης, ἐν καταστολῇ κοσμίῳ κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἣ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι’ ἔργων ἀληθῶν. Καταστολή τίς ἐστι; τουτέστι τὴν ἀμπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κοσμίως, μὴ περιέργως· ἐκεῖνο γὰρ κόσμιον, τοῦτο δὲ ἄκοσμον.