ΚΕΦ. Γ. Παραγγελία περὶ πιστῆς καὶ εὐσυνειδήτου διακονίας, ἧς ἄνευ κίνδυνος. ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἣν τινὲς ἀπωσάμενοι, περὶ τὴν πιστιν ἐναυάγησαν. Τὸ τῆς διδασκαλίας καὶ τῆς ἱερωσύνης ἀξίωμα, μέγα τέ ἐστι καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε τὸν ἄξιον εἰς μέσον παραγαγεῖν· οὕτω τὸ παλαιὸν ἐγίνετο· οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώ. μέθᾳ, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικόν· εἰ γὰρ καὶ μὴ τοσούτου Πνεύματος μετέχομεν, ἀρκεῖ προαίρεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι· “ προφητείας” δὲ πολλὰς, φησὶν, ἐκείνην τε ἴσως, μεθ’ ἧς αὐτὸν ἔλαβεν, ὅτε περιέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτός φησι, “ μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος.” διανιστὰς τοίνυν αὐτὸν καὶ νήφειν παρασκευάζων, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος, ὡς ἃν εἰ ἔλεγεν, ὁ Θεός σε ἐξελέξατο, αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας κρίσει, ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον· εἶτα, ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἢν, τι φησι; “ ταύτην “ τὴν παραγγελίαν παρατίθεμαι σοι, τέκνον Τιμόθεε,” ὡς τέκνῳ καὶ γνησίῳ παραγγέλλει, οὐ μετὰ ἐξουσίας· τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα, ἀλλὰ Θεὸς ἡμῖν ἐχαρίσατο· “ πίστιν,” φησὶ, “ καὶ ἀγαθὴν συνείδησιν·” εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὕτη ηὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρός· ὡσανεὶ ἔλεγεν, οὐχὶ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ’ ὁ ἑλόμενος· τί δὴ παραγγέλλει; ἵνα στρατεύῃ, φησὶν, αὐτὴν τὴν καλὴν στρατείαν· ἔστι γὰρ κακὴ στρατεία, περὶ ἧς φησιν “ ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ “ ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ ὑπὸ βασιλεῖ· στρατείαν δὲ τὸ πρᾶγμα καλεῖ, δηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς, πᾶσι μὲν, μάλιστα δὲ τῶ διδασκάλῳ. “ ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν” τὸν γὰρ διδάσκαλον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον, ἵνα οὕτω τῶν ἄλλων προειστήκῃ· “ ἣν τινὲς,” φησὶν, “ ἀπωσάμενοι, περὶ τὴν πίστιν “ ἐναυάγησαν·” εἰκότως· ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτο, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδεί- γματος. Ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος. Καὶ ἀπὸ τούτων ἡμᾶς σωφρονίζει, ἀλλ’ οὐδὲ βίον ἃν ἔχῃ τις τῶν ἐκπεσόντων ἀπὸ τῆς πίστεως, κερδαίνει τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος; Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλα- σφημεῖν. Πῶς ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασφημεῖν; καὶ εἰ τοὺς ἄλλους παιδεύει μὴ βλασφημεῖν, πολλῷ μᾶλλον ἐχρῆν ἑαυτόν· εἰ δὲ ἑαυτὸν μέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους. οὐκ εἶπεν, ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ’ “ ἵνα παιδευθῶσιν·” οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει, ὥσπερ ἀλλαχοῦ ἐπὶ τοῦ πεπορνευκότος φησὶ, “ παρά- “ δότε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ “ πνεῦμα σωθῇ,” οὐχ ἵνα σώσῃ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι· πῶς οὖν τοῦτο γίνεται; ὥσπερ οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονητὸν δαίμονος· καὶ διὰ τι μὴ οὗτος αὐτοὺς ἐκόλασεν ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκε; καίτοι αὐτὸς ἔχων ἰσχὺν, ὡς ὅταν λέγῃ, “ ἐν ῥάβδῳ ἔλθω “ πρὸς ὑμᾶς ” καὶ πάλιν, φησὶν, “ οὐκ εἰς καθαίρεσιν, ἀλλ’ εἰς “ οἰκοδομήν.” τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν ; ἵνα μετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων, μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν· καὶ γὰρ καὶ ὁ Ἀνανίας ἔτι ἄπιστος ἦν πειράζων· ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι’ ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο. ἄλλως τε, οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς Ἀποστόλοις ὁ διάβολος. πῶς δὲ παρεδίδοτο τῷ Σατανᾷ ; ἐξεβάλλετο τοῦ κοινοῦ συνεδρίου, καὶ ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος, προεδίδοτο τῷ λύκῳ, ὥσπερ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἰουδαίων, οὕτω τὴν ἐκκλησίαν τὸ Πνεῦμα ἐγνώριζεν· εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο, οὕτως καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοὶ, τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἣ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς· οὕτως καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾶ, οὐχ ὑπὲρ ἁμαρτημάτων, ἀλλ’ ὑπὲρ πλείονος εὐδοκιμήσεως. πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐκ ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ καὶ παραδί- δωσιν αὐτοὺς τῷ Σατανᾷ. ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συμφοραὶ συμβαίνωσι, διὰ τοῦτο γίνεται· καὶ τοῦτο ὁ Παῦλός φησιν, οὕτω λέγων, “ διὰ τοῦτο ἐν ὑμῖν ἀσθενεῖς καὶ “ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.”