ΚΕΦ. ΙΕ. Περὶ δούλων ὑπακοῆς. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. Μὴ γὰρ ἐπειδὴ πιστὸς ᾖ, νομίσῃς ἐλεύθερος εἶναι, τοῦτό ἐστι ἐλευθερίας τὸ μᾶλλον δουλεύειν· ὁ γὰρ πιστὸς ἃν μὲν εἰδῇ διὰ τὴν πίστιν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ, ὡς ἐμποιοῦν τὸ δόγμα. ὅταν δὲ εἰδῇ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις· κἂν πιστοὶ δὲ ὦσιν οἱ δεσπόται, καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνομα. Οἱ γὰρ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως.] ταῦτα δίδασκε καὶ παρακάλει. Οὐκ αὐθεντείας δεῖ τῷ διδασκάλῳ μόνον, ἀλλὰ καὶ προσηνείας πολλῆς· καὶ ταῦτα πάντα διδάσκει ὁ μακάριος Παῦλος· εἰ γὰρ ἰατροὶ τοὺς κάμνοντας παρακαλοῦσιν, οὐχ ἴνα αὐτοὶ τῆς ὑγιείας ἐπιτύχωσιν, ἀλλ’ ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας, καὶ κειμένους ἀναστήσουσι, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τούτῳ πρὸς τοὺς διδασκομένους κεχρῆσθαι τῷ ἔθει παρακαλοῦντας. ΚΕΦ. ις. Κατὰ φιλοκερδῶν καὶ ψευδοδιδασκάλων. Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχηται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπισταμενος. Οὐκ ἄρα ἐκ τοῦ εἰδέναι τὸ εἰς ἀπόνοιαν αἴρεσθαι συμβαίνει, ἀλλ’ ἐκ τοῦ μὴ εἰδέναι· ὁ γὰρ εἰδὼς τοὺς κατ’ εὐσέβειαν λόγους, οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν, ὁ τοὺς ὑγιαίνοντας ἐπιστάμενος λόγους, οὐ νοσεῖ· καὶ ὁ μὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδεν, “ἀλλὰ νοσῶν,” φησὶ, “περὶ ζητήσεις καὶ λογομαχίας.” ἆρα νοσεῖν ἐστι τὸ ζητεῖν καὶ λογομαχίας ἐγείρειν; εἰκότως· ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ· ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται ἀπὸ δὲ ζητήσεως καὶ λογομαχίας οὐδέν ἐστιν εὑρεῖν. Ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημία, ὑπόνοιαι πόνηραί. Ἀπὸ τῶν ζητήσεων τότε περὶ Θεοῦ ἃ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζήτησιν ἐμπέσωμεν· δι’ ἃ παρατριβαὶ, τουτέστι σχολὴ, διατριβὴ, ἡδὶ ἃ παρατριβαὶ, τοῦτό φησι, καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα, νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν· οὗτοι καὶ οἱ πονηροὶ ἄνδρες. Καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας, αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν; τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει· καὶ ἀπὸ τούτου, φησὶν, ἀφίστασο· οὐκ εἶπεν, ὁμόσε χώρει· “αἱρετικὸν,” γάρ φησιν “ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι- “τοῦ,” δείκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυμίας, καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας· δεῖ τοίνυν τοὺς ἀδιορθώτως ἔχοντας ἐκτρέπεσθαι. ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ’ ὅταν μὴ ἔχῃ· ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν καὶ ἀνορθοῖ· νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν ἡ εὐσέβεια· ἔστι μὲν γὰρ, οὐχ οὕτως δὲ, ἀλλὰ μειζόνως· εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι ἡμῖν, μηδὲ συναποδημεῖν. ποῖον δὲ πειρασμὸν καὶ παγίδα, φησὶν, ὑπομένειν τοὺς βουλομένους πλουτεῖν; τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργάζεται. (Θεόδωροσ.) Ἄλλος φησὶν, εἰς τὸ “ἐξ ὧν γίνεται φθόνος “ἔρις,” καὶ τὰ ἑξῆς· φθόνος μὲν ἑκάστου βασκαίνοντος τὸ ὅπως ποτε εὐδοκιμεῖν ἐν τῇ διαλέξει δυνηθέντι· ἔριδες δὲ ἐκφερομένων αὐτῶν εἰς μάχας· καὶ βλασφημίαι δὲ, πολλὰ μὲν καὶ αὐτῶν λεγόντων οἷα μὴ προσῆκε, μάλιστα δὲ τῶν ἐκτὸς βλασφημούντων ἡμᾶς, ὡς περὶ τὸ ζητεῖν τὴν σχολὴν ἔχοντας. ἀνάγκη οὖν καὶ ὑπονοίας πονηρὰς περὶ ἡμῶν ἐγγίνεσθαι τοῖς ἐκτὸς ἀπὸ τούτων, ἄνθρωποι διεφθορότες τὴν διάνοιαν, καὶ οὐδεμίαν τῆς ἀληθείας ἐπιθυμίαν ἔχοντες, πάντα κέρδους ἕνεκεν ἐπιτηδεύοντες. Οἱ δὲ βουλόμενοι πλουτεῖν. Οὐχ ἁπλῶς οἱ πλουτοῦντες, ἀλλ’ οἱ βουλόμενοι· ἔστι γάρ τινα καὶ χρήματα ἔχοντα καλῶς οἰκονομεῖν. Ἐμπίπτουσιν εἰς παγίδα καὶ πειρασμὸν τοῦ διαβόλου, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους. Καλῶς εἶπε “βυθίζουσιν,” ὡς μηδὲ ἀνενεγκεῖν δύνασθαι. Εἰς ὄλεθρον καὶ ἀπώλειαν. Καὶ τὴν ἐνταῦθα, καὶ τὴν μέλλουσαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς. Καὶ ταῦτα ἑτέρως οὐκ ἔστιν μαθεῖν, ἢ τὸν πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι. Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ. Μέγα τὸ ἀξίωμα, πάντες γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον, ἀλλὰ κα κάτα ’τον τῆς οἰκειώσεως. ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην. Ὥστε μὴ πλεονεκτεῖν. εὐσέβειαν τὴν τῶν δογμάτων πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει. “ἀγάπην, ὑπομονὴν, πραότητα.” Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν μαρτύρων. Θεόδωροσ. τουτέστι, μὴ καταισχύνῃς τὴν παρρησίαν πολλοὶ γὰρ ἦσαν οἱ τὸν μακάριον Τιμόθεον a συνόντα τῷ μακαρίῳ Παύλῳ εὐσεβείας ἕνεκεν, εἰδότες καὶ μὴν καὶ πεπονθότα οὐκ ὀλίγα διὰ ταύτην. ΚΕΦ. ΙZ. Παραγγελία φοβερὰ περὶ καθαρᾶς ὑπακοῆς ἄχρι τέλους. Παραγγέλλω σοι ἐνώπιον Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα. Πάλιν τὸν Θεὸν μαρτύρεται, ὁμοῦ καὶ τὸν φόβον αὔξων, καὶ ἀσφαλέστερον καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς ὡς οὐκ ἀνθρώπινα τὰ παραγγέλματα, ἵνα ὡς παρ’ αὐτοῦ τοῦ δεσπότου λαμβάνων ᾖ τὴν παραγγελίαν· “τοῦ ζωοποιοῦντος,” φησὶ, “τὰ πάντα.” Σευηριανοῦ. Ἐνταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κινδύνους, καὶ τῆς ἀναστάσεως ὑπόμνησις· οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως, πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς· μέλλων οὑν παραγγέλλειν ἐφ’ ᾧτε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ, ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ “πάντα δι’ αὐτοῦ ἐγένετο·” οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὣν ὁ λόγος. Καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν. a Deest verbum aliquod. πάλιν ἀπὸ τοῦ διδασκάλου ἡ προτροπή· ὥσπερ ἐκεῖνος ὲμαρτύρησε, φησὶ, κατ’ ἴχνος αὐτοῦ βαίνωμεν· “τὴν καλὴν ὁμολογίαν·” ὡς ἃν εἰ ἔλεγε, μὴ δείσῃς τὸν θάνατον, Θεοῦ γὰρ εἶ δοῦλος, τοῦ τὰ πάντα δυναμένου ζωογονεῖν· ποίαν δὲ λέγει “καλὴν ὁμολο- “γίαν;” εἰπόντος τοῦ Πιλάτου, “εἰ βασιλεὺς εἶ;” φησὶν, “εἰς “τοῦτο γεγέννημαι·” ἴδε, οὗτοι μου ἤκουσαν. οἱ δὲ, φησὶ, “ὅτι “υἱὸν ποιεῖς σεαυτὸν τοῦ Θεοῦ. τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τουτέστι, μέχρι τῆς σῆς τελευτῆς, μέχρι τῆς ἐξόδου· ἀλλ’ οὐκ εἶπεν οὕτως, ἵνα μᾶλλον αὐτὸν διεγείρῃ· τι ἐστι “τηρῆσαι “σε τὴν ἐντολὴν ἄσπιλον;” οἷον, μήτε δογμάτων ἕνεκεν, μήτε βίου κηλῖδα τινὰ προστριψάμενον. Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Περὶ τοῦ Υἱοῦ ταῦτά φησι, καὶ ταῦτα πάλιν εἰς παραμυθίαν, ἵνα μὴ θαυμάζῃ, μηδὲ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς· “ἣν καιροῖς “ἰδίοις,” τουτέστι τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις, ὥστε μὴ ἀσχάλλειν ὅτι μηδέπω γέγονεν· ὅτι δὲ δείξει μόνος ἐστὶ δυνάστης· οὐκοῦν δείξει. “ὁ μακάριος,” ἡ αὐτομακαριότης, οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές· “ὁ μόνος δυνάστης,” πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον, ὃ καὶ ἡμεῖς λέγομεν πάλιν περὶ ἀνθρώπων· ὁ μόνος ἔχων ἀθανασίαν, φησὶ, τι οὖν, ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία ἐστίν; “φῶς οἰκῶν ἀπρόσιτον,” φησὶ, “ἄλλο τὸ φῶς, ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθῇ, ἡ γλῶττα πῶς ἐξασθενεῖ; Ὂν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται. Ὠσπερ οὖν οὐδὲ τὸν Υἱὸν εἶδέ τις, οὐδὲ ἰδεῖν δύναται. Ὦι τιμὴ καὶ κράτος αἰώνιον. ἀμήν. Καλῶς ἐθεολόγησεν ἐνταῦθα καὶ ἀναγκαίως· ἐπειδὴ γὰρ μάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε μᾶλλον ἐντρέψαι τὸν μαθητήν. τουτέστι, δόξα αὐτῷ· τοῦτο μόνον δεόμεθα λέγειν, τοῦτο μόνον ποιεῖν, οὐ περιεργάζεσθαι τί ἐστιν· εἰ τοίνυν τὸ κράτος αὐτοῦ αἰώνιον, μὴ δείσῃς, κἂν μὴ νῦν γένηται, ἀεὶ τίμη αὐτῷ, ἀεὶ τὸ κράτος αὐτῷ. (Θεόδροσ.) Ἄλλος φησί· μακάριον αὐτὸν ἐκάλεσεν ἐπὶ τῆς μελλούσης προσέσεσθαι ἡμῖν ἀτρεπτότητος· δυνάστὴν δὲ ὅτι δὴ τὴν ἀνάστασιν ἐργάσασθαι δυνατὸς, καὶ μὴν καὶ βασιλέα καὶ Κύριον, ἐπὶ ἀποδείξει τοῦ πάντων κρατεῖν καὶ δύνασθαι ὑποτάξαι, καὶ θάνατον ἀφελεῖν· διὰ τοῦτο καὶ μόνον ἔχοντα ἀθανασίαν, ὡς ἃν ἱκανὸν τοῦτο ἡμῖν παρασχεῖν· καὶ τὸ φῶς δὲ οἰκῶν ἀπρόσιτον, σύστασιν ἔχον τοῦ ἐν ἀφάτῳ τινὶ καὶ ἀπροσίτῳ τυγχάνοντα φωτί· ὄντως δὴ φωτεινὰ καὶ τῶν δικαίων ποιήσειν τὰ σώματα· οὕτω καὶ τὸ “ὃν ἴδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται,” ὥστε δεῖξαι ὅτι οὐδὲν θαυμαστὸν μὴ φαίνεσθαι νυν τὰ τότε πέρι ἧμας ἐσόμενα, ὀποῦ γε καὶ αὐτὸς ο τούτων αἴτιος, ἀόρατος ἡμῖν πάντη τὴν φύσιν ἐστί. ΚΕΦ. ΙH. Πλουσίων ὁδηγία ἐπὶ τὴν ὄντως ζωήν. τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Χρυσοστόμου. Καλῶς εἶπεν, “ἐν τῷ νῦν αἰῶνι·” εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι· οὐδὲν γὰρ οὕτως τίκτει τῦφον ὡς χρήματα· εἶτα εὐθέως κατέσπασεν εἰπὼν, “μηδὲ ἠλπικέναι “ἐπὶ πλούτου ἀδηλότητι·” ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια, ὡς ὅγε εἰς Θεὸν ἐλπίζων οὐκ ἐπαίρεται, “ἀλλ’ ἐπὶ τῷ Θεῷ,” φησὶ, “τῷ “ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν.” καλῶς εἶπεν “πάντα πλουσίως,” τὰς ἐτησίους τροφὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὰ ἄλλα πάντα· εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζητεῖ, τὸ ἀπὸ τῶν ἔργων γενόμενον τῶν ἀγαθῶν· ποίων δὴ τούτων; Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς. Τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης· “ κοινωνικούς·” ὁμιλητικοὐς, φησὶ, προσηνεῖς. Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ἐκεῖ οὐδὲν ἄδηλον, οὐδὲν ἄστατον, ἔνθα βέβαιος ὁ θεμέλιος, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα. Ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνην ἡμῖν ἀπόλαυσιν προξενῆσαι δύναται. Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον. Μῆ μειώσῃς, οὐκ ἔστι σά· τὰ ἀλλότρια ἐπιστεύθης. Ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως. Καλῶς εἶπεν, ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν· τινὲς ἑαυτοὺς ἐκάλουν τάχα τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες. Ἥν τινες ἐπαγγελλόμενοι, περὶ τὴν πίστιν ἠστόχησαν. “Ἐκτρεπόμενος,” φησὶ, “τὰς ἀντιθέσεις·” ἄρα εἰσὶν ἀντιθέσεις πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή· διὰ τί; ὅτι τῆς πίστεως ἐκβάλλουσιν, οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως, οὐδὲ πεπηγέναι· μὴ δὴ ταύτης ἐχόμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀρραγοῦς· ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ Ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. * τριὰς * μονὰς * ἐλέησον. τῶν εἰς τὴν πρὸς Τιμόθεον Ἐπιστολὴν Παύλου του Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος α΄.