ΚΕΦ. ΙΔ. Ὅτι οὐδὲν ἔργον λανθάνει. τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, τινῶν μὲν φησὶν, δῆλοί εἰσιν αἱ ἁμαρτίαι, ὅτι προλαμβάνουσιν· “ὡσαύτως καὶ τὰ καλὰ ἔργα “πρόδηλά εἰσι, καὶ κρυβῆναι οὐ δύνανται·” τι δέ ἐστι “προά- “γουσαι;” οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα. (Σευηριανοῦ.) Ἄλλος δέ φησιν, ἐπειδὴ εἶπεν ἄνω, “ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτριαις,” νῦν τὴν αἰτίαν λέγει δι’ ἣν εἶπεν ἐκεῖνο· οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα, πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσι· λέγει οὖν, δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν, αὔριον ἐλέγχεται· καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν, εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων· πάντες γὰρ ἴσασιν, ὅτι ἁμαρτάνουσι, καὶ κρίνουσιν αὐτοὺς ἀναξίους· τινὰ δὲ μετὰ ταῦτα φαίνεται, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται· ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, “χεῖρας ταχέως μηδενὶ “ἐπιτίθει,” μήποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων, καὶ ἀναξίως προαχθῇ, καὶ κοινωνήσῃς αὐτῷ τοῦ πράγματος. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν. Ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται, οὐκ εἶπεν ὅτι λανθάνει· ἐπὶ δὲ τῶν κακῶν ἔργων, τινὰ μὲν πρόδηλά ἐστι, τινὰ δὲ λανθάνει· διὰ τι; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς· ὁ δὲ κακοποιῶν κρύπτει, λανθάνειν βουλόμενος. Ἅλλοσ δὲ πάλιν φησίν· βούλεται εἰπεῖν ὅτι ὥσπερ τὰ οὐκ εὖ βιούντων ἀνθρώπων πταίσματα πρόδηλά ἐστιν, ἀναγκαίως τὴν ἐπὶ τοῦ μέλλοντος αἰῶνος τιμωρίαν αὐτοῖς ἐπάγοντα, εἰ καὶ ὡς εἰκὸς τινὰ παρ’ αὐτοῖς λανθάνει τοὺς πολλοὺς, οὕτω καὶ ἐπὶ τῶν εὐσεβούντων, τὰ πολλὰ μὲν πρόδηλα τοῖς ἀνθρώποις ἐστὶν, ὅσα δέ ἐστι λανθάνοντα τοὺς πολλοὺς, ταῦτα γὰρ λέγει τὰ ἄλλως ἔχοντα, οὐχ οἷόν τε πάντα δῆλα εἶναι, ὥστε, φησὶ, μὴ τοῦτο δεδιὼς μὴ οὐ χρηστὴν ἐντεῦθεν παρὰ τοῖς ἀνθρώποις ὑπόληψιν κτήσῃ, τῇ ὑδροποσίᾳ σαυτὸν κατανάλισκε, εἰδὼς ὅτι καὶ ἡ παρὰ τοῖς ἀνθρώποις ὑπόληψις, ἐὰν ἡμεῖς κατὰ τὸ προσῆκον βίωμεν, κάταγε τὸ πλεῖστον καλλίστη γίνεται, οὐδὲν ἀπὸ τούτων παραβλαπτομένη, βλαπτομένη, κἂν δοκῆ πολλὰ τῶν καθ’ ἡμᾶς τοὺς πολλοὺς λανθάνειν.