ΚΕΦ. ΙΓ. Περὶ χειροτονίας ἀσφαλοῦς. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Μὴ ἐκ πρώτης, φησὶ, δοκιμασίας, ἀλλὰ πολλάκις περισκεψάμενος, καὶ ἀκριβῶς ἐξετάσας· τῶν γὰρ ἡμαρτημένων καὶ σὺ δίκην ὑφέξεις, ὁ τὴν ἀρχὴν παρασχών. ὁ γὰρ ἀφεὶς τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, ὡς σὺ αἴτιος ὤν· τῶν δὲ παρελθουσῶν, ὡς οὐκ ἀφεὶς αὐτὰς πενθηθῆναι. ὥσπερ γὰρ τῶν κατορθωμάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα, Μηκέτι ὑδροπότει, ἀλλ’ ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Τί δήποτε οὐκ ἔρρωσεν αὐτοῦ τὸν στόμαχον; οὐ τὰ ἱμάτια αὐτοῦ νεκροὺς ἀνίστη; ἵνα κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἡ νόσος συμφερόντως ἐγίνετο· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν ἆραι, διὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μήτε σκανδαλίζωνται καὶ μάθωσιν ὅτι τῆς φύσεως ὄντες τῆς ἡμετέρας, οὕτω κατώρθουν ἅπερ κα. τώρθουν.