ΚΕΦ. ΙΒ. Περὶ πρεσβυτέρων τιμῆς. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκακίᾳ. λέγει γὰρ ἡ γραφὴ, βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. ἄρα καὶ ὅταν λέγῃ “χήρας, τίμα τὰς ὄντως χήρας·” ταὐτὸν λέγει περὶ τῆς τῶν ἀναγκαίων τροπῆς· τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα· ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιρρεῖν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ περὶ τὰ μικρὰ σχολάζοντες, τῶν μεγάλων ἀποστερῶσιν ἑαυτοὺς, καὶ τῶν πνευματικῶν. τι δάι ἐστι “διπλῆς τιμῆς;” ἣ τῆς πρὸς τὰς χήρας ἢ τῆς πρὸς τοὺς διακόνους. ἢ ἁπλῶς πολλῆς, φησί· μὴ τοίνυν τοῦτο μόνον σκοπῶμεν, ὅτι διπλῆς τιμῆς αὐτοὺς ἠξίωσεν, ἀλλ’ ὅτι προσέθηκε τοὺς καλῶς προεστῶτας· καλῶς δὲ προΐστανται τᾶι οἱ τιθέντες τὴν ἑαυτῶν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ πάντα ποιοῦντες πρὸς κηδεμονίαν του ποιμνίου συντείνοντα. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Κατὰ γὰρ ἑτέρου τινὸς κατηγορίαν δεῖ παραδέχεσθαι ἐκτὸς μαρτύρων; οὐχὶ μετὰ ἀκριβείας δεῖ πάντοτε τὰς κρίσεις ποιεῖσθαι; οὐδὲ ἐπὶ ἄλλου, φησὶ, μάλιστα δὲ ἐπὶ πρεσβυτέρου· πρεσβύτερον γὰρ ἐνταῦθα φησὶν, οὐ τὸ ἀξίωμα ἀλλὰ τὴν ἡλικίαν· ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων, τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. τουτέστι μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας περιεργάζου ἅπαντα· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα καὶ οἱ λοιποὶ σωφρονισθῶσιν· ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρτήμασι, ὁδὸν ἐστὶ δοῦναι τοῖς ἄλλοις τοῦ ταῦτα ποιεῖν. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν Ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Δείξας διὰ τῶν προλαβόντων, ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος· ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε ταῦτα καὶ φρικτῶς παραγγέλλει. ἀλλὰ τὸν μὲν Πατέρα καὶ Υἱὸν καλῶς παραλαμβάνει, τοὺς μέντοι ἐκλεκτοὺς Ἀγγέλους, τίνος ἕνεκεν; ἀπὸ πολλῆς ἐπιεικείας, ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησὶ, “διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν “καὶ τὴν γῆν,” διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ δεσπότου· “μηδὲν ποίων κάτα πρόσκλισιν, τουτεστιν, ἴνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, ἵνα σὲ μηδεὶς προκαταλάβῃ· τίνες δέ εἰσιν οἱ ἐκλεκτοί; ἄρα ὡς ὄντων τινῶν τοιούτων, οὕτω μεγάλη ἐστιν ἡ μαρτυρία, ὡς ἃν εἰ ἔλεγε, μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν αὐτοῦ, καὶ τοὺς δούλους αὐτοῦ ὅτι παραγγελίᾳ σοι παραγγέλλω.