ΚΕΦ. Ι. Περὶ τοῦ ἁρμοζ́οντως ἑκάστῳ προσφέρεσθαι. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς. Περὶ παντὸς γεγηρακότος φησί· τι οὖν ἃν δέηται διορθώσεως ; ὡσανεὶ πρὸς πατέρα φησὶ προσενεχθείης ἁμαρτάνοντα· οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου· ὁμοίως καὶ οἱ λοιποί· “ νεωτέρους ὡς ἀδελ- “ φοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ “ ἁΤείᾳ.” αὐτὴ τοῦ πράγματος ἡ φύσις, φορτικόν τι ἐστὶ τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται καὶ παρὰ νέου. παραμυθεῖται οὑν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ· διὰ τί δὲ καὶ ἐπὶ τῶν νεωτέρων ; τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. “ νεωτέρας,” φησὶν, “ ὡς ἀδελφὰς,” καὶ προσέθηκεν “ ἐν πάσῃ ἁγνείᾳ,” μή μοι τὴν τῆς μίξεως, φησὶν, εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν δῷς, μηδὲ πρόφασιν τοῖς διαβάλλειν βουλομένοις.