ΚΕΦ. Ι. Περὶ τοῦ ἁρμοζ́οντως ἑκάστῳ προσφέρεσθαι. Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς. Περὶ παντὸς γεγηρακότος φησί· τι οὖν ἃν δέηται διορθώσεως ; ὡσανεὶ πρὸς πατέρα φησὶ προσενεχθείης ἁμαρτάνοντα· οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου· ὁμοίως καὶ οἱ λοιποί· “ νεωτέρους ὡς ἀδελ- “ φοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ “ ἁΤείᾳ.” αὐτὴ τοῦ πράγματος ἡ φύσις, φορτικόν τι ἐστὶ τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται καὶ παρὰ νέου. παραμυθεῖται οὑν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ· διὰ τί δὲ καὶ ἐπὶ τῶν νεωτέρων ; τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. “ νεωτέρας,” φησὶν, “ ὡς ἀδελφὰς,” καὶ προσέθηκεν “ ἐν πάσῃ ἁγνείᾳ,” μή μοι τὴν τῆς μίξεως, φησὶν, εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν δῷς, μηδὲ πρόφασιν τοῖς διαβάλλειν βουλομένοις. ΚΕΦ. ΙΑ. Περὶ χηρῶν ἡλικίας καὶ τρόπου καὶ διοικήσεως. Χήρας τίμα, τὰς ὄντως χήρας. Διὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται ; ὅτι μοι δοκοῦσι μηδὲ ετͅναι τότε, ἣ καὶ ἐκπεπτωκέναι· ἤδη γάρ τινες, φησὶν, ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ· ἆρα δὲ οὖν ἐστιν μὴ ἔχειν μὲν ἄνδρα, μὴ ε7ναι δὲ χήραν· ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου, οὕτω καὶ ἐπὶ τῆς χήρας πολλῆς δέονται τῆς τιμῆς· εἰκότως· ἐπονείδιστον γὰρ δοκεῖ εἶναι τὸ πρᾶγμα καὶ δυσαγώνιστον παρὰ τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ ἄξιόν ἐστιν. Εἰ δέ τις χήρα τέκνα ἣ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις. Ὅρα Παύλου τὸ συνετὸν, πῶς πανταχοῦ ἀπὸ ἀνθρωπίνων προ- τρέπει λογισμῶν· οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα τι καὶ ὑψηλὸν, ἀλλ’ ὅπερ ἐστὶν εὐσυνείδητον, “ καὶ ἀμοιβάς,” φησιν, “ ἀποδιδόναι τοῖς “ προγόνοις·” πῶς ; τῆς ἀνατροφῆς, τῆς αὐξήσεως· πολλῆς ἀπέλαυσας τῆς τιμῆς, ἀμείβου, ἀποδίδου τὸ ὄφλημα διὰ τῶν παίδων. Άλλοσ φησί· τὸ “ μανθανέτωσαν τὰ τέκνα,” λέγει, καὶ τὰ ἔκγονα, οὐχ αἱ χῆραι, σκοπὸς γὰρ αὐτῷ διδάξαι ὅτι ἐκεῖναι μόναι τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι ὀφείλουσιν, αἷς οὐδεὶς κηδεμονίας ἑτέρωθεν ὑπολέλειπται τρόπος. ἐὰν τοίνυν, φησὶν, ᾖ χήρα τέκνα ἔχουσα ἢ ἔκγονα, διδασκέσθωσαν οἱ ἀπ’ ἐκείνης τεχθέντες ἐπιμελεῖσθαι τῆς μητρὸς, ἤτοι τῆς μάμμης· “ μανθανέ- “ τωσαν τοίνυν τὸν ἴδιον οἶκον εὐσεβεῖν” ἀντὶ τοῦ εἰπεῖν. Τοῦτο γὰρ ἐστὶν ἀποδεκτὸν, ἐνώπιον Θεοῦ· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστὶν, ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσεσι προσανέχουσα καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας· ἀυτὴ χήρα ἐστιν, οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὔχι χήρας οὔσης· κἂν γὰρ καὶ ἐκείνην θαυμάζῃ τὴν παιδοτροφοῦσαν ὡς χρὴ, ἀλλ’ εἴ τις τέκνα μὴ ἔχῃ, τουτέστιν ἡ μεμονωμένη οὖσα· εἶτα παραμυθεῖται αὐτὴν ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτο μάλιστά ἐστι χήραν εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὔσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. “ ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.” ἐπειδὴ γὰρ πολλαὶ τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικόψωσιν, ἀλλ’ ἵνα μᾶλλον ἑαυτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντείας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις τοῦτο, φησὶν, οἱ γὰρ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι τῆς μελλούσης, περὶ ἧς ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἐπεὶ εἰ μὴ τοῦτο προσῄει, τῶν τεθνεώτων οὐδὲν χεῖρον ἔσονται. Εἰ ’δε τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων. Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶμα, ἐπεὶ καὶ αὐτὴ πρόνοιά ἐστιν· ὁ δὲ τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων, τουτέστι τῶν πρὸς γένος διαφερόντων μὴ προνοῶν, ἀπίστου, φησὶ, χείρων ἐστίν· ὃ λέγει καὶ Ἡσαΐας “ἀπὸ τῶν οἰκείων τοῦ σπέρ- “ματός σου οὐχ ὑπερόψει.” ὁ γὰρ τούτους περιορῶν, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλόστοργος; “καὶ ἔστι,” φησὶν, “ἀπίστου “χείρων,” ὅτι ἐκεῖνος εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ· πῶς δὲ τὴν πίστιν ἤρνηται; “Θεὸν,” φησὶν, “ὁμο- “λογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” τι δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; τοὺς οἰκείους τοῦ σπέρματος μὴ περιορᾷν· ἄρα οὐ τοῦτο πίστεως ὁμολογία μόνον τὸ πιστεύειν, ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρου- μένη. Εἶπεν ἅπερ μὴ ἔχουσα, ἀνάξιός ἐστι τοῦ καταλόγου τῶν χηρῶν, λέγει ἐνταῦθα, τι δεῖ ἔχειν· τί οὖν ἀπὸ τῶν χρόνων αὐτὴν ἐκκρινοῦμεν; καὶ ποῖον τοῦτο κατόρθωμα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ξ΄ ἐτῶν γεγονέναι· οὐκ ἀπὸ τῆς ἡλικίας μόνον, φησὶν, ὡσανεὶ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὸ ἔργον, μηδὲ τότε καταλεγέσθω. (Θεόδωροσ.) Καὶ ἄλλος φησιν· οὐ περὶ τῶν εἰς διακονίαν προαχθῆναι ὀφειλουσῶν διαλέγεται, ἀλλὰ περὶ τῶν εἰς τὸ χηρικὸν ἐγκαταλεγῆναι· οὐδὲ γὰρ ἡλικία τῶν εἰς κλῆρον προαγομένων ὁρίζεσθαι χρὴ, ὥσπερ οὐδὲ ἐπ’ αὐτοῦ Τιμοθέου ὁ Ἀπόστολος τοῦτο παρεφυλάξατο, ἀλλὰ τῇ ἀρετῇ τὴν δοκιμασίαν χαρακτηρίζειν. ἀλλ’ ἐπειδὴ κατελέγοντο χῆραι διὰ τὸ τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι, οὐκ ἀρετῆς ἐπιθυμίᾳ τὴν χηρείαν μετιοῦσαι, ἀλλ’ ὥστε ἀμερίμνως τὰς σωματικὰς ἐκ τῆς ἐκκλησίας πορίζεσθαι χρείας· ἐκ δὲ τούτου πλεῖστα ὡς εἰκὸς ἐπετελεῖτο κακά· διὰ τοῦτο ἡλικίᾳ καὶ ἀρετῇ ὡρίσατο τὴν εἰς τὸν κατάλογον τῶν χηρῶν συντελεῖν ὀφείλουσαν· “γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή·” ἀντὶ τοῦ μὴ δεύτερον ἀγαγομένη, ἀλλ’ ἐκείνῳ μόνῳ προσκαρτερήσασα, καὶ σωφρόνως βιώσασα, εἴτε ἕνα τοῦτον εἶχεν, εἴτε καὶ δεύτερον ἠγάγετο. Εἰ ἐτεκνοτρόφησεν. Ἡ γὰρ τῶν οἰκείων μὴ ἐπιμελησαμένη τέκνων, δήλη πάντως ἐστὶ πολλὴν ἐπὶ τῆς ψυχῆς τὴν ἀπανθρωπίαν ἔχουσα. Εἰ ἐξενοδόχησε. Πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη. Εἰ ἁγίων πόδας ἔνιψεν. τοῦτο προσέθηκεν ἐπὶ τὸ δεῖξαι ὅτι καὶ μετ’ ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή· δῆλον δὲ ὅτι καὶ τὰ κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστι τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα· “εἰ ἁγίων πόδας ἔνιψεν.” τοῦτο οὐκ ἔστι δαπάνης, “εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολ.ούθτͅσεν,” οἶον τὴν σωματικὴν λέγει ἐνταῦθα ὑπηρεσίαν εἰσφέρειν· πρὸς γὰρ θεραπείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι. ποίους δὲ ἁγίους φησί; τοὺς ἀγνῶτας· ἔστι γὰρ καὶ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν αὐτοὺς θεραπείας. Νεωτέρας δὲ χἠ ῥᾶς παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν. Τί ἐστιν “ὅταν καταστρηνιάσωσιν;” ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται, καθάπερ ὅταν ἐπὶ ἀνδρὸς τίς ἐπιεικοῦς λέγοι, ὅτι ἀφεῖσα αὐτὸν ἑτέρου γέγονε· δείκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι· ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ. Ἅλλοσ δέ φησιν· ἐπειδὰν ταῖς χήραις ἐγκαταλεγῶσι ἐκκλησίας καὶ ἀξιωθῶσιν ἐπιμελείας, πρὸς στρήνους ἐντεῦθεν χειραγωγηθεῖσαι, τῷ μηδὲν ἔχειν ὅπερ μεριμνῶσι ταπεινοῦσθαι δύνανται τὴν διάνοιαν, μακρὰν χαίρειν εἰποῦσαι τῇ οἰκείᾳ ἐπαυγενίᾳ μελετῶσι γάμον, καὶ τὰ λεχθέντα ἐφεξῆς διαπράττονται, ἀμερίμνως τὰ τῆς χρείας ποριζόμεναι. Ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. “Πίστιν,” συνθήκην λέγει· ἀντὶ τοῦ παρέβησαν τὰς συνθήκας· “ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι·” πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία· οὐ τούτῳ οὖν, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέρων ἁμαρτημάτων. Οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα, βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν. Τί οὖν; ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ, εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται· ὁ γὰρ τὰ αὑτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρων μεριμνήσει πάντως. “λα- “λοῦσαι τὰ μὴ δέοντα,” οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμήριον τοῦτο μέγιστον· “βούλομαι οὑν ἐπειδὰν καὶ αὐταὶ βούλονται, “νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, τουτέστιν οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον. Μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας Χάριν [μηδὲ λαβήν τινα,] ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ. Κωλύει τοίνυν τὰς χηρείας τὰς τοιαύτας· οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρα,, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μηδὲ ἀργὰς ἢ περιέργους, ἣ λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν. Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρχείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῆ. Δύο γὰρ ἐγίνοντο τὰ μέγιστα· καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὐταὶ διετρέφοντο καλῶς, καὶ ἡ ἐκκλησία οὐκ ἐβαρεῖτο. καλῶς δὲ προσέθηκεν, “εἴ τις πιστὸς,” τὰς γὰρ τῶν ἀπίστων οὐκ ἔδει παρ’ ἐκείνων τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖσθαι αὐτῶν. ΚΕΦ. ΙΒ. Περὶ πρεσβυτέρων τιμῆς. Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκακίᾳ. λέγει γὰρ ἡ γραφὴ, βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. ἄρα καὶ ὅταν λέγῃ “χήρας, τίμα τὰς ὄντως χήρας·” ταὐτὸν λέγει περὶ τῆς τῶν ἀναγκαίων τροπῆς· τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα· ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιρρεῖν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ περὶ τὰ μικρὰ σχολάζοντες, τῶν μεγάλων ἀποστερῶσιν ἑαυτοὺς, καὶ τῶν πνευματικῶν. τι δάι ἐστι “διπλῆς τιμῆς;” ἣ τῆς πρὸς τὰς χήρας ἢ τῆς πρὸς τοὺς διακόνους. ἢ ἁπλῶς πολλῆς, φησί· μὴ τοίνυν τοῦτο μόνον σκοπῶμεν, ὅτι διπλῆς τιμῆς αὐτοὺς ἠξίωσεν, ἀλλ’ ὅτι προσέθηκε τοὺς καλῶς προεστῶτας· καλῶς δὲ προΐστανται τᾶι οἱ τιθέντες τὴν ἑαυτῶν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ πάντα ποιοῦντες πρὸς κηδεμονίαν του ποιμνίου συντείνοντα. Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. Κατὰ γὰρ ἑτέρου τινὸς κατηγορίαν δεῖ παραδέχεσθαι ἐκτὸς μαρτύρων; οὐχὶ μετὰ ἀκριβείας δεῖ πάντοτε τὰς κρίσεις ποιεῖσθαι; οὐδὲ ἐπὶ ἄλλου, φησὶ, μάλιστα δὲ ἐπὶ πρεσβυτέρου· πρεσβύτερον γὰρ ἐνταῦθα φησὶν, οὐ τὸ ἀξίωμα ἀλλὰ τὴν ἡλικίαν· ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων, τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. τουτέστι μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας περιεργάζου ἅπαντα· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα καὶ οἱ λοιποὶ σωφρονισθῶσιν· ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρτήμασι, ὁδὸν ἐστὶ δοῦναι τοῖς ἄλλοις τοῦ ταῦτα ποιεῖν. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν Ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν. Δείξας διὰ τῶν προλαβόντων, ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος· ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε ταῦτα καὶ φρικτῶς παραγγέλλει. ἀλλὰ τὸν μὲν Πατέρα καὶ Υἱὸν καλῶς παραλαμβάνει, τοὺς μέντοι ἐκλεκτοὺς Ἀγγέλους, τίνος ἕνεκεν; ἀπὸ πολλῆς ἐπιεικείας, ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησὶ, “διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν “καὶ τὴν γῆν,” διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ δεσπότου· “μηδὲν ποίων κάτα πρόσκλισιν, τουτεστιν, ἴνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, ἵνα σὲ μηδεὶς προκαταλάβῃ· τίνες δέ εἰσιν οἱ ἐκλεκτοί; ἄρα ὡς ὄντων τινῶν τοιούτων, οὕτω μεγάλη ἐστιν ἡ μαρτυρία, ὡς ἃν εἰ ἔλεγε, μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν αὐτοῦ, καὶ τοὺς δούλους αὐτοῦ ὅτι παραγγελίᾳ σοι παραγγέλλω. ΚΕΦ. ΙΓ. Περὶ χειροτονίας ἀσφαλοῦς. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. Μὴ ἐκ πρώτης, φησὶ, δοκιμασίας, ἀλλὰ πολλάκις περισκεψάμενος, καὶ ἀκριβῶς ἐξετάσας· τῶν γὰρ ἡμαρτημένων καὶ σὺ δίκην ὑφέξεις, ὁ τὴν ἀρχὴν παρασχών. ὁ γὰρ ἀφεὶς τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, ὡς σὺ αἴτιος ὤν· τῶν δὲ παρελθουσῶν, ὡς οὐκ ἀφεὶς αὐτὰς πενθηθῆναι. ὥσπερ γὰρ τῶν κατορθωμάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων. Σεαυτὸν ἁγνὸν τήρει. Περὶ σωφροσύνης φησὶν ἐνταῦθα, Μηκέτι ὑδροπότει, ἀλλ’ ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Τί δήποτε οὐκ ἔρρωσεν αὐτοῦ τὸν στόμαχον; οὐ τὰ ἱμάτια αὐτοῦ νεκροὺς ἀνίστη; ἵνα κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἡ νόσος συμφερόντως ἐγίνετο· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν ἆραι, διὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μήτε σκανδαλίζωνται καὶ μάθωσιν ὅτι τῆς φύσεως ὄντες τῆς ἡμετέρας, οὕτω κατώρθουν ἅπερ κα. τώρθουν. ΚΕΦ. ΙΔ. Ὅτι οὐδὲν ἔργον λανθάνει. τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, τινῶν μὲν φησὶν, δῆλοί εἰσιν αἱ ἁμαρτίαι, ὅτι προλαμβάνουσιν· “ὡσαύτως καὶ τὰ καλὰ ἔργα “πρόδηλά εἰσι, καὶ κρυβῆναι οὐ δύνανται·” τι δέ ἐστι “προά- “γουσαι;” οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα. (Σευηριανοῦ.) Ἄλλος δέ φησιν, ἐπειδὴ εἶπεν ἄνω, “ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτριαις,” νῦν τὴν αἰτίαν λέγει δι’ ἣν εἶπεν ἐκεῖνο· οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα, πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσι· λέγει οὖν, δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν, αὔριον ἐλέγχεται· καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν, εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων· πάντες γὰρ ἴσασιν, ὅτι ἁμαρτάνουσι, καὶ κρίνουσιν αὐτοὺς ἀναξίους· τινὰ δὲ μετὰ ταῦτα φαίνεται, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται· ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, “χεῖρας ταχέως μηδενὶ “ἐπιτίθει,” μήποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων, καὶ ἀναξίως προαχθῇ, καὶ κοινωνήσῃς αὐτῷ τοῦ πράγματος. Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν. Ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται, οὐκ εἶπεν ὅτι λανθάνει· ἐπὶ δὲ τῶν κακῶν ἔργων, τινὰ μὲν πρόδηλά ἐστι, τινὰ δὲ λανθάνει· διὰ τι; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς· ὁ δὲ κακοποιῶν κρύπτει, λανθάνειν βουλόμενος. Ἅλλοσ δὲ πάλιν φησίν· βούλεται εἰπεῖν ὅτι ὥσπερ τὰ οὐκ εὖ βιούντων ἀνθρώπων πταίσματα πρόδηλά ἐστιν, ἀναγκαίως τὴν ἐπὶ τοῦ μέλλοντος αἰῶνος τιμωρίαν αὐτοῖς ἐπάγοντα, εἰ καὶ ὡς εἰκὸς τινὰ παρ’ αὐτοῖς λανθάνει τοὺς πολλοὺς, οὕτω καὶ ἐπὶ τῶν εὐσεβούντων, τὰ πολλὰ μὲν πρόδηλα τοῖς ἀνθρώποις ἐστὶν, ὅσα δέ ἐστι λανθάνοντα τοὺς πολλοὺς, ταῦτα γὰρ λέγει τὰ ἄλλως ἔχοντα, οὐχ οἷόν τε πάντα δῆλα εἶναι, ὥστε, φησὶ, μὴ τοῦτο δεδιὼς μὴ οὐ χρηστὴν ἐντεῦθεν παρὰ τοῖς ἀνθρώποις ὑπόληψιν κτήσῃ, τῇ ὑδροποσίᾳ σαυτὸν κατανάλισκε, εἰδὼς ὅτι καὶ ἡ παρὰ τοῖς ἀνθρώποις ὑπόληψις, ἐὰν ἡμεῖς κατὰ τὸ προσῆκον βίωμεν, κάταγε τὸ πλεῖστον καλλίστη γίνεται, οὐδὲν ἀπὸ τούτων παραβλαπτομένη, βλαπτομένη, κἂν δοκῆ πολλὰ τῶν καθ’ ἡμᾶς τοὺς πολλοὺς λανθάνειν.